- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.11.1-1.11.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
村民为捕捉出没的母狼而挖掘隐蔽陷阱,母狼未曾中计反而害死诸多牲畜,达芙妮斯亦险些遭殃。
Τοιαῦτα δὲ αὐτῶν παιζόντων τοιάνδε σπουδὴν Ἔρως ἀνέπλασε. Λύκαινα τρέφουσα σκύμνους νέους ἐκ τῶν πλησίον ἀγρῶν ἐξ ἄλλων ποιμνίων πολλάκις ἥρπαζε, πολλῆς τροφῆς ἐς ἀνατροφὴν τῶν σκύμνων δεομένη.
正当他们这般玩乐之时,爱神却策划了如下这件严肃的事故。一只抚育幼崽的母狼,频繁从邻近田野中的其他牧群里掳掠牲畜,因为喂养狼崽需要大量食物。
Συνελθόντες οὖν οἱ κωμῆται νύκτωρ σιροὺς ὀρύττουσι τὸ εὖρος ὀργυιᾶς, τὸ βάθος τεττάρων. Τὸ μὲν δὴ χῶμα τὸ πολὺ σπείρουσι κομίσαντες μακράν, ξύλα δὲ ξηρὰ μακρὰ τείναντες ὑπὲρ τοῦ χάσματος τὸ περιττὸν τοῦ χώματος κατέπασαν τῆς πρότερον γῆς εἰκόνα,1 ὥστε κἂν λαγὼς ἐπιδράμῃ, κατακλᾷ τὰ ξύλα καρφῶν ἀσθενέστερα ὄντα, καὶ τότε παρέχει μαθεῖν2 ὅτι γῆ οὐκ ἦν, ἀλλὰ ἐμεμίμητο γῆν. Τοιαῦτα πολλὰ ὀρύγματα κἀν τοῖς ὄρεσι κἀν τοῖς πεδίοις ὀρύξαντες τὴν μὲν λύκαιναν οὐκ εὐτύχησαν λαβεῖν· αἰσθάνεται γὰρ γῆς σεσοφισμένης· πολλὰς δὲ αἶγας καὶ ποίμνια διέφθειραν, καὶ Δάφνιν παρ’ ὀλίγον ὧδε.3
于是村民们夜间聚集起来,挖下宽一噚、深四噚的陷阱土坑。他们把挖出的大部分泥土运到远处撒开,横跨坑口架起长长的干枯树枝,再将剩余的土撒在上面,做成原本地面的模样;这样一来,即便是野兔从上面跑过,也会压断这些比干草还脆弱的树枝,并在那时让人看出那并非地面,而只是模仿了地面。他们在山地和平原上挖了许多这样的陷阱,却未能如愿捉住母狼——因为它能察觉出经过伪装的地面;然而他们却害死了许多山羊和绵羊,并且几乎以如下方式让达夫尼斯也丧了命。
- 1.11.2τῆς πρότερον γῆς εἰκόνα
宾格 εἰκόνα 充当伴随动词 κατέπασαν 动作结果的谓语性同位语(同伴结果宾格),意为“将泥土撒在上面,作为此前地面的肖像/以此伪装成此前的地面”。
- 1.11.2καὶ τότε παρέχει μαθεῖν
既可将前面的 λαγώς 视为主语(“野兔压断树枝,从而让人得以知晓……”),亦可作非人称用法(“在彼时便提供了得知……的机会/使之显露”)。无论何者,皆在 ὥστε 引导的结果从句内说明此陷阱极度脆弱而易被识破的机制。
- 1.11.2καὶ Δάφνιν παρ’ ὀλίγον ὧδε
承前句省略了动词 διέφθειραν,结合习语 παρ’ ὀλίγον 意为“差一点也害死了达芙妮斯”。句末副词 ὧδε 为下指(cataphoric),引出下一节中达芙妮斯落入陷阱的具体经过。
