← 朗格斯

达夫尼斯与克洛伊

§1.10.1-1.10.3

达芙妮斯与克洛埃的协作放牧与乡村游戏

达芙妮斯和克洛埃互相协助放牧,沉浸于编草笼和制排箫等乡村童趣中,形影不离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.1

Ἔπραττον δὲ κοινῇ πάντα, πλησίον ἀλλήλων νέμοντες. Καὶ πολλάκις μὲν ὁ Δάφνις τῶν προβάτων τὰ ἀποπλανώμενα συνέστελλε, πολλάκις δὲ ἡ Χλόη τὰς θρασυτέρας τῶν αἰγῶν ἀπὸ τῶν κρημνῶν κατήλαυνεν, ἤδη δέ τις καὶ τὰς ἀγέλας ἀμφοτέρας ἐφρούρησε θατέρου προσλιπαρήσαντος ἀθύρματι.1 Ἀθύρματα δὲ ἦν αὐτοῖς ποιμενικὰ καὶ παιδικά.

他们互相挨着放牧,一切都共同进行。常常是达芙妮斯将走失的绵羊赶拢在一起,常常又是克洛埃将山羊中过于胆大的从峭壁上驱赶下来;有时,由于其中一人沉溺于玩耍,另一人便照看起两边的兽群。他们的玩具和游戏兼具牧人和孩童的本色。

§1.10.2

Ἡ μὲν ἀνθερίκους ἀνελομένη ποθὲν ἐξ ἕλους ἀκριδοθήραν ἔπλεκε καὶ περὶ τοῦτο πονουμένη τῶν ποιμνίων ἠμέλησεν· ὁ δὲ καλάμους ἐκτεμὼν λεπτοὺς καὶ τρήσας τὰς τῶν γονάτων διαφυὰς ἐπαλλήλους τε κηρῷ μαλθακῷ συναρτήσας μέχρι νυκτὸς συρίττειν ἐμελέτα·

她从某处沼泽采来日光兰茎,编织捕蝗笼,因为忙于此事而疏忽了羊群;他则割下细弱的芦苇,打通茎节的隔断,用软蜡将其顺次接在一起,练习吹奏排箫直至天黑。

§1.10.3

ποτὲ δὲ ἐκοινώνουν γάλακτος καὶ οἴνου, καὶ τροφάς, ἃς οἴκοθεν ἔφερον, εἰς κοινὸν ἔφερον. Θᾶττον ἄν τις εἶδε τὰ ποίμνια καὶ τὰς αἶγας ἀπʼ ἀλλήλων μεμερισμένας ἢ Χλόην καὶ Δάφνιν.2

有时他们共享奶和葡萄酒,把各自从家中带来的干粮凑在一处。人们更有可能看见绵羊与山羊彼此分开,而不是看见克洛埃与达芙妮斯分离。

语法注2 条
  1. 1.10.1ἤδη δέ τις καὶ τὰς ἀγέλας ἀμφοτέρας ἐφρούρησε θατέρου προσλιπαρήσαντος ἀθύρματι.

    此处包含独立属格结构(θατέρου προσλιπαρήσαντος),不定代词 τις(“其中一人”)与 θατέρου(= τοῦ ἑτέρου,“另一人”)形成对应关系,表示一人沉迷玩耍、另一人代为照管的双向照应。不定过去时 ἐφρούρησε 表达过去经验中不时发生的情况(经验不定过去时/迭代意义)。

  2. 1.10.3Θᾶττον ἄν τις εἶδε τὰ ποίμνια καὶ τὰς αἶγας ἀπʼ ἀλλήλων μεμερισμένας ἢ Χλόην καὶ Δάφνιν.

    小词 ἄν 配合直陈式不定过去时(εἶδε)构成过去潜在/非真实语气(“有人宁可/更有可能看见……”)。结合比较级结构 θᾶττον ... ἤ(“比……更快/更容易”),形成一种夸张修辞,极言两人形影不离。后半部分 Χλόην καὶ Δάφνιν 省略并承前呼应了分词 μεμερισμένους(由前面的 μεμερισμένας 转换而来)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.10.1-1.10.3