- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:9.10-9.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引《伊利亚特》中埃阿斯的祈祷以说明英雄气概的崇高,随后对比了《伊利亚特》与《奥德赛》的风貌,将后者定位为荷马暮年激情减退、转向神话幻想与性格描摹的产物。
οὐκ ὀχληρὸς ἂν ἴσως, ἑταῖρε, δόξαιμι, ἓν ἔτι τοῦ ποιητοῦ καὶ τῶν ἀνθρωπίνων παραθέμενος τοῦ μαθεῖν χάριν, ὡς εἰς τὰ ἡρωϊκὰ μεγέθη συνεμβαίνειν ἐθίζει.1 ἀχλὺς ἄφνω καὶ νὺξ ἄπορος αὐτῷ τὴν τῶν Ἑλλήνων ἐπέχει μάχην· ἔνθα δὴ ὁ Αἴας ἀμηχανῶν, "Ζεῦ πάτερ, φησίν, ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέρος υἷας Ἀχαιῶν, ποίησον δ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖσιν ἰδέσθαι· ἐν δὲ φάει καὶ ὄλεσσον." ἔστιν ὡς ἀληθῶς τὸ πάθος Αἴαντος, οὐ γὰρ ζῆν εὔχεται (ἦν γὰρ τὸ αἴτημα τοῦ ἥρωος ταπεινότερον), ἀλλ’ ἐπειδὴ ἐν ἀπράκτῳ σκότει τὴν ἀνδρίαν εἰς οὐδὲν γενναῖον εἶχε διαθέσθαι, διὰ ταῦτ’ ἀγανακτῶν ὅτι πρὸς τὴν μάχην ἀργεῖ, φῶς ὅτι τάχιστα αἰτεῖται, ὡς πάντως τῆς ἀρετῆς εὑρήσων ἐντάφιον ἄξιον, κἂν αὐτῷ Ζεὺς ἀντιτάττηται.
朋友,假若我再从这位诗人那里,从凡人的人事中引述一例,以使人明了他是如何惯于一同跃入英雄式的宏伟境界之中的,我大概不会被视作烦扰吧。突如其来的阴云与不可透视的黑夜阻遏了希腊人的战斗;此时陷入绝境的埃阿斯说道: “宙斯父亲啊,唯愿你从迷雾之下拯救阿开奥斯之子, 使天空晴朗,赐我们双眼得见; 哪怕在光芒之中毁灭我们。” 这确实是埃阿斯的情感;因为他并未祈求保全生命(因为这样的请求对这位英雄而言未免太低劣了),而是因为在无可作为的黑暗中他无法使自己的勇武施展于任何高贵的壮举,正因对自己在战斗中被迫无所作为而愤慨,他才祈求尽快获得光明,坚信无论如何都会为自己的英勇觅得一处相配的安葬,哪怕宙斯亲自与他为敌。
ἀλλὰ γὰρ Ὅμηρος μὲν ἐνθάδε οὔριος συνεμπνεῖ τοῖς ἀγῶσιν, καὶ οὐκ ἄλλο τι αὐτὸς πέπονθεν ἢ "μαίνεται, ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνηται, βαθέης ἐνὶ τάρφεσιν ὕλης, ἀφλοισμὸς δὲ περὶ στόμα γίγνεται·" δείκνυσι δ’ ὅμως διὰ τῆς Ὀδυσσείας (καὶ γὰρ ταῦτα πολλῶν ἕνεκα προσεπιθεωρητέον), ὅτι μεγάλης φύσεως ὑποφερομένης ἤδη ἴδιόν ἐστιν ἐν γήρᾳ τὸ φιλόμυθον.
然而,荷马在此确实如顺风一般伴随着激战一同吹送气息,他自身所经历的状态无异于: “他发狂了,犹如持矛的阿瑞斯,或如毁灭性的烈火 在群山之间、在茂密幽林的丛莽中狂啸, 他的嘴边泛起了白沫;”但他通过《奥德赛》仍旧表明(这些情况出于诸多缘由须另作考察):对于一个已然走向衰退的伟大天性而言,在暮年喜爱神话故事乃是一种特质。
δῆλος γὰρ ἐκ πολλῶν τε ἄλλων συντεθεικὼς ταύτην δευτέραν τὴν ὑπόθεσιν, ἀτὰρ δὴ κἀκ τοῦ λείψανα τῶν Ἰλιακῶν παθημάτων διὰ τῆς Ὀδυσσείας ὡς ἐπεισόδιά τινα τοῦ Τρωϊκοῦ πολέμου προσεπεισφέρειν, καὶ νὴ Δἴ ἐκ τοῦ τὰς ὀλοφύρσεις καὶ τοὺς οἴκτους ὡς πάλαι που προεγνωσμένους τοῖς ἥρωσιν ἐνταῦθα προσαποδιδόναι. οὐ γὰρ ἄλλ’ ἢ2 τῆς Ἰλιάδος ἐπίλογός ἐστιν ἡ Ὀδύσσεια· "ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ’ Ἀχιλλεύς, ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος· ἔνθα δ’ ἐμὸς φίλος υἱός."
因为,除了许多其他证据外,显而易见他是后来才构思出这第二个故事的;更确切地说,从他把《伊利亚特》中所受苦难的遗存作为特洛伊战争的某些插曲带入《奥德赛》,并且——对宙斯起誓——从他将那些对英雄们而言早已熟悉的哀悼与怜悯在其中重新表现出来,都可以看出这一点。因为《奥德赛》无非是《伊利亚特》的结语: “勇武的埃阿斯长眠于彼,阿喀琉斯长眠于彼, 智谋匹敌神明的帕特罗克洛斯长眠于彼; 而我亲爱的儿子亦长眠于彼。”
ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας, οἶμαι, τῆς μὲν Ἰλιάδος γραφομένης ἐν ἀκμῇ πνεύματος ὅλον τὸ σωμάτιον δραματικὸν ὑπεστήσατο καὶ ἐναγώνιον, τῆς δὲ Ὀδυσσείας τὸ πλέον διηγηματικόν, ὅπερ ἴδιον γήρως. ὅθεν ἐν τῇ Ὀδυσσείᾳ παρεικάσαι τις ἂν καταδυομένῳ τὸν Ὅμηρον ἡλίῳ, οὗ δίχα τῆς σφοδρότητος παραμένει τὸ μέγεθος. οὐ γὰρ ἔτι τοῖς Ἰλιακοῖς ἐκείνοις ποιήμασιν ἴσον ἐνταῦθα σῴζει τὸν τόνον, οὐδ’ ἐξωμαλισμένα τὰ ὕψη καὶ ἱζήματα μηδαμοῦ λαμβάνοντα, οὐδὲ τὴν πρόχυσιν ὁμοίαν τῶν ἐπαλλήλων παθῶν, οὐδὲ τὸ ἀγχίστροφον καὶ πολιτικὸν καὶ ταῖς ἐκ τῆς ἀληθείας φαντασίαις καταπεπυκνωμένον· ἀλλ’ οἷον ὑποχωροῦντος εἰς ἑαυτὸν Ὠκεανοῦ καὶ περὶ τὰ ἴδια μέτρα ἐρημουμένου τὸ λοιπὸν φαίνονται τοῦ μεγέθους ἀμπώτιδες3 κἀν τοῖς μυθώδεσι καὶ ἀπίστοις πλάνος.
我认为,亦是出于同样的原因,在创作《伊利亚特》时正值其心气全盛之期,他便把全篇构筑成充满戏剧性与角力张力的整体;而《奥德赛》则大半属于叙事性的,这正是老年的特征。因此,在《奥德赛》中,人们大可将荷马比作落日:其雄伟依然存在,却褪去了炽烈。因为在此处,他已无法维持与《伊利亚特》那些诗篇等同的张力,无法维持高处浑然平滑、绝无下陷的笔调,无法维持连绵激情的相同倾泻,亦无法维持那变幻自如、切合人事且由源于真实的生动意象所密织的质感;相反,犹如大洋退隐回自身,在其固有界限周围荒芜遗弃一般,从今往后,其宏伟气魄的退潮以及在神话般的、不可置信的事物中的漫游便显露出来。
λέγων δὲ ταῦτ’ οὐκ ἐπιλέλησμαι τῶν ἐν τῇ Ὀδυσσείᾳ χειμώνων καὶ τῶν περὶ τὸν Κύκλωπα καί τινων ἄλλων, ἀλλὰ γῆρας διηγοῦμαι, γῆρας δ’ ὅμως Ὁμήρου· πλὴν ἐν ἅπασι τούτοις ἑξῆς τοῦ πρακτικοῦ κρατεῖ τὸ μυθικόν. παρεξέβην δ’ εἰς ταῦθ̓, ὡς ἔφην, ἵνα δείξαιμι, ὡς εἰς λῆρον ἐνίοτε ῥᾷστον κατὰ τὴν ἀπακμὴν τὰ μεγαλοφυῆ παρατρέπεται οἷα τὰ περὶ τὸν ἀσκὸν καὶ τοὺς ἐκ Κίρκης συοφορβουμένους, οὓς ὁ Ζώϊλος ἔφη χοιρίδια κλαίοντα, καὶ τὸν ὑπὸ τῶν πελειάδων ὡς νεοσσὸν παρατρεφόμενον Δία καὶ τὸν ἐπὶ τοῦ ναυαγίου δέχ’ ἡμέρας ἄσιτον τά τε περὶ τὴν μνηστηροφονίαν ἀπίθανα. τί γὰρ ἂν ἄλλο φήσαιμεν ταῦτα ἢ τῷ ὄντι τοῦ Διὸς ἐνύπνια;
我虽如此说,却并未遗忘《奥德赛》中的风暴、独目巨人的故事以及其他若干段落;我是在描述老年,但终究是荷马的老年;不过,在所有这些篇章中,神话性始终压倒了行动性。正如我所言,我偏离正题谈及这些,是为了表明伟大的天资在衰颓期有时会何其轻易地偏向荒唐,诸如皮囊的故事、被喀耳刻当作猪圈养的人——佐伊洛斯称他们为‘啼哭的小猪’——被鸽子如雏鸟般抚育的宙斯、在海难后绝食十日的凡人,以及杀戮求婚者过程中那些不可置信的情节。对于这些,我们除了称其为货真价实的‘宙斯之梦’外,还能称作什么呢?
δευτέρου δὲ εἵνεκα προσιστορείσθω τὰ κατὰ τὴν Ὀδύσσειαν,4 ὅπως ᾖ σοι γνώριμον, ὡς ἡ ἀπακμὴ τοῦ πάθους ἐν τοῖς μεγάλοις συγγραφεῦσι καὶ ποιηταῖς εἰς ἦθος ἐκλύεται. τοιαῦτα γάρ που τὰ περὶ τὴν τοῦ Ὀδυσσέως ἠθικῶς αὐτῷ βιολογούμενα οἰκίαν, οἱονεὶ κωμῳδία τίς ἐστιν ἠθολογουμένη.
考察《奥德赛》的内容还应有第二个缘由,好让你明了:伟大作家与诗人的激情衰退,是如何松弛为对性格(埃托斯)的描绘的。因为关于奥德修斯家室的那类展现于日常生计的描绘,在某种程度上正宛如一出展现世态人情的风俗喜剧。
- 9.10οὐκ ὀχληρὸς ἂν ἴσως, ἑταῖρε, δόξαιμι, ἓν ἔτι τοῦ ποιητοῦ καὶ τῶν ἀνθρωπίνων παραθέμενος τοῦ μαθεῖν χάριν, ὡς εἰς τὰ ἡρωϊκὰ μεγέθη συνεμβαίνειν ἐθίζει.
带有 ἄν 的希求法(δόξαιμι)构成委婉断言(polite assertion)。分词 παραθέμενος 表条件或手段(“若引述/通过引述”)。连词 ὡς 引导作 τοῦ μαθεῖν 之宾语的名词从句,意为“他是如何惯于……”。
- 9.12οὐ γὰρ ἄλλ’ ἢ
表示“无非是/正是”(nothing other than)的习惯性省略结构,源自 οὐδὲν ἄλλο ἐστὶν ἤ,对其后紧随的名词表语(τῆς Ἰλιάδος ἐπίλογος)起强烈的肯定与限定作用。
- 9.13οἷον ὑποχωροῦντος εἰς ἑαυτὸν Ὠκεανοῦ καὶ περὶ τὰ ἴδια μέτρα ἐρημουμένου τὸ λοιπὸν φαίνονται τοῦ μεγέθους ἀμπώτιδες
οἷον 为引导比喻的副词。ὑποχωροῦντος... καὶ... ἐρημουμένου 为独立属格结构(genitive absolute),修饰主句;主句的主语为 ἀμπώτιδες(退潮/落潮),主谓动词为 φαίνονται(显现)。τοῦ μεγέθους 为定语属格,修饰 ἀμπώτιδες(“其宏伟气魄的退潮”)。
- 9.15δευτέρου δὲ εἵνεκα προσιστορείσθω τὰ κατὰ τὴν Ὀδύσσειαν
προσιστορείσθω 是现在被动态第三人称单数祈使语气,以中性复数短语 τὰ κατὰ τὴν Ὀδύσσειαν 为主语(或作无人称用法)。δευτέρου... εἵνεκα(“出于第二个缘由”)预先提示了后面由 ὅπως 引导的目的从句(“好让你明了”)。
