- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:10.1-10.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者提出选取事物的关键要素并将其有机结合与凝缩是产生崇高的方法,并通过萨福的爱情诗与荷马的暴风雨描写(以及与其他诗人的对比)阐明了其艺术效果。
Φέρε νῦν, εἴ τι καὶ ἕτερον ἔχοιμεν ὑψηλοὺς ποιεῖν τοὺς λόγους δυνάμενον, ἐπισκεψώμεθα. οὐκοῦν ἐπειδὴ πᾶσι τοῖς πράγμασι φύσει συνεδρεύει τινὰ μόρια ταῖς ὕλαις συνυπάρχοντα, ἐξ ἀνάγκης γένοιτ’ ἂν ἡμῖν ὕψους αἴτιον τὸ τῶν ἐμφερομένων ἐκλέγειν ἀεὶ τὰ καιριώτατα καὶ ταῦτα τῇ πρὸς ἄλληλα ἐπισυνθέσει καθάπερ ἕν τι σῶμα ποιεῖν δύνασθαι.1 ὃ μὲν γὰρ τῇ ἐκλογῇ τὸν ἀκροατὴν τῶν λημμάτων, ὃ δὲ τῇ πυκνώσει τῶν ἐκλελεγμένων προσάγεται.2 οἷον ἡ Σαπφὼ τὰ συμβαίνοντα ταῖς ἐρωτικαῖς μανίαις παθήματα ἐκ τῶν παρεπομένων καὶ ἐκ τῆς ἀληθείας αὐτῆς ἑκάστοτε λαμβάνει. ποῦ δὲ τὴν ἀρετὴν ἀποδείκνυται; ὅτε τὰ ἄκρα αὐτῶν καὶ ὑπερτεταμένα δεινὴ καὶ ἐκλέξαι καὶ εἰς ἄλληλα συνδῆσαι.
且让我们现在来考察一下,是否还有其他能够使文章达到崇高的要素。既然在一切事物中自然都附随着与其材质共存的某些部分,那么,始终从中选择最关键的要素,并能通过彼此的并置组合将其铸造如一个整体的身躯,就必然会成为我们通向崇高的原因。因为前者凭着对素材的挑选吸引听者,后者则借着对入选者的紧密凝缩打动人心。例如,萨福总是从相伴的现象和事实本身中,抓取那些伴随恋爱狂热而生的感受。但她在何处展现了自己的卓越呢?正是在她善于挑选其中最极致、最紧绷的感受,并将其相互系结在一起的时候。
" φαίνεταί μοι κῆνος ἴσος θεοῖσιν ἔμμεν ὡνήρ, ὅστις ἐναντίος τοι ἱζάνει, καὶ πλησίον ἁδὺ φωνεύσας ὑπακούει καὶ γελαίσας ἱμερόεν, τό μοι μὰν καρδίαν ἐν στήθεσιν ἐπτόασεν. ὥς σε γὰρ ἴδω βροχέως με φωνᾶς οὐδὲν ἔτ’ εἴκει· ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε· λεπτὸν δ᾽ αὐτίκα χρῶ πῦρ ὑπαδεδρόμακεν· ὀππάτεσσι δ’ οὐδὲν ὅρημ̓, ἐπιρρόμβεισι δ’ ἄκουαι· κὰδ δέ μ’ ἱδρὼς κακχέεται, τρόμος δὲ παῖσαν ἀγρεῖ, χλωροτέρα δὲ ποίας ἐμμί· τεθνάκην δ’ ὀλίγω ʼπιδεύην φαίνομαι. ἀλλὰ πᾶν τολματόν, ἐπεὶ καὶ πένητα"
“依我看,那个人宛若神明, 无论他是谁,能够坐在你的对面, 在身旁聆听你甜美的声音 和你动人的笑语;正是这, 使我胸中的心猛烈震颤。 因为每当我骤然望见你,声音便 再也不听使唤; 舌头已然断折,微细的火 刹那间在肌肤下窜走; 双目不见一物,耳中嗡嗡作响; 汗水涔涔而下,战栗 捕获了全身,我比青草 还要苍白;我显得离死亡 只差一步。
οὐ θαυμάζεις, ὡς ὑπὸ τὸ αὐτὸ τὴν ψυχὴν τὸ σῶμα τὰς ἀκοὰς τὴν γλῶσσαν τὰς ὄψεις τὴν χρόαν, πάνθ’ ὡς ἀλλότρια διοιχόμενα ἐπιζητεῖ καὶ καθ’ ὑπεναντιώσεις ἅμα ψύχεται κᾴεται, ἀλογιστεῖ φρονεῖ; ἢ γὰρ φοβεῖται ἢ παρ’ ὀλίγον τέθνηκεν· ἵνα μὴ ἕν τι περὶ αὐτὴν πάθος φαίνηται, παθῶν δὲ σύνοδος. πάντα μὲν τοιαῦτα γίνεται περὶ τοὺς ἐρῶντας, ἡ λῆψις δ’ ὡς ἔφην τῶν ἄκρων καὶ ἡ εἰς ταὐτὸ συναίρεσις ἀπειργάσατο τὴν ἐξοχήν· ὅνπερ οἶμαι καὶ ἐπὶ τῶν χειμώνων τρόπον ὁ ποιητὴς ἐκλαμβάνει τῶν παρακολουθούντων τὰ χαλεπώτατα.
但一切皆须忍受,因为即使是穷困之人……” 难道你不惊叹吗?她在同一瞬间寻索着自己的灵魂、肉体、听觉、舌头、视觉和肤色,仿佛这一切都作为异己之物离散而去;她在相互对立的冲突中同时冻结与燃烧,失去理智而又神智清明?因为她要么处于恐惧之中,要么濒临死亡;这使得在她身上显现的不是单一的情感,而是诸多激情的汇聚。凡恋爱者固然都会经历这一切,但如我所言,对极端感受的摄取并将它们聚拢于一处,成就了这一绝妙的杰作。我认为,诗人〔荷马〕在描写暴风雨时,亦是以同样的方式挑选出相伴情况中最险恶的要素。
ὁ μὲν γὰρ τὰ Ἀριμάσπεια ποιήσας ἐκεῖνα οἴεται δεινά· "θαῦμ’ ἡμῖν καὶ τοῦτο μέγα φρεσὶν ἡμετέρῃσιν. ἄνδρες ὕδωρ ναίουσιν ἀπὸ χθονὸς ἐν πελάγεσσι· δύστηνοί τινές εἰσιν, ἔχουσι γὰρ ἔργα πονηρά, ὄμματ’ ἐν ἄστροισι, ψυχὴν δ’ ἐνὶ πόντῳ ἔχουσιν. ἦ που πολλὰ θεοῖσι φίλας ἀνὰ χεῖρας ἔχοντες εὔχονται σπλάγχνοισι κακῶς ἀναβαλλομένοισι." παντὶ οἶμαι δῆλον, ὡς πλέον ἄνθος ἔχει τὰ λεγόμενα ἢ δέος.
《阿里马斯佩亚》的作者以为下列诗句十分骇人: “这对我们的心智而言亦是一大奇观: 人们离了陆地,在茫茫海上的浪涛中寄居; 他们是可怜的人,承受着艰辛的劳役, 双目注视着群星,灵魂却系于大海。 想必他们常常向诸神高举双手祈求, 内脏剧烈翻腾着发出痛苦的祷告。” 我想任何人都会明白,这些话语所蕴含的华美辞藻多于恐惧。
ὁ δὲ Ὅμηρος πῶς; ἓν γὰρ ἀπὸ πολλῶν λεγέσθω· "ἐν δ’ ἔπεσ᾽, ὥς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές, ἡ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτης ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται δειδιότες· τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται."
然而荷马又是如何描写的呢?且从众多诗句中引述一例: “他猛扑过来,犹如波涛跌落在飞速的船上, 狂暴地从云层下扑来,由风力催生;整艘船 全被泡沫遮蔽,可怖的狂风 在风帆上怒吼,水手们吓得 心惊胆战;因为他们仅仅稍稍脱身于死亡之下而漂泊。”
ἐπεχείρησε καὶ ὁ Ἄρατος τὸ αὐτὸ τοῦτο μετενεγκεῖν, "ὀλίγον δὲ διὰ ξύλον ἄϊδ’ ἐρύκει·" πλὴν μικρὸν αὐτὸ καὶ γλαφυρὸν ἐποίησεν ἀντὶ φοβεροῦ· ἔτι δὲ παρώρισε τὸν κίνδυνον, εἰπών, "ξύλον ἄϊδ’ ἀπείργει." οὐκοῦν ἀπείργει. ὁ δὲ ποιητὴς οὐκ εἰς ἅπαξ παρορίζει τὸ δεινόν, ἀλλὰ τοὺς ἀεὶ καὶ μόνον οὐχὶ κατὰ πᾶν κῦμα πολλάκις ἀπολλυμένους εἰκονογραφεῖ. καὶ μὴν τὰς προθέσεις ἀσυνθέτους οὔσας συναναγκάσας παρὰ φύσιν καὶ εἰς ἀλλήλας συμβιασάμενος3 "ὑπὲκ θανάτοιο" τῷ μὲν συνεμπίπτοντι πάθει τὸ ἔπος ὁμοίως ἐβασάνισεν, τῇ δὲ τοῦ ἔπους συνθλίψει τὸ πάθος ἄκρως ἀπεπλάσατο καὶ μόνον οὐκ ἐνετύπωσε τῇ λέξει τοῦ κινδύνου τὸ ἰδίωμα "ὑπὲκ θανάτοιο φέρονται."
阿拉托斯亦曾试图借用这同一构思: “一叶细木挡住了冥府的厄运。” 然而他却把本应可怕的情景写得微弱而纤巧;加之他说“木板挡住了厄运”,便把危险限定住了。那么它确实挡住了。可是诗人〔荷马〕并未将凶险一劳永逸地限定住,而是勾画出人们时刻、甚至几乎在每一道波浪前屡遭毁灭的图景。更有甚者,他将本不复合的前置词反乎自然地强行聚合在一起,彼此生硬挤压,写成“脱身于死亡之下”,从而使诗句承受了与那骤然降临的苦难同样的折磨,并以诗句的相互挤压将那受难之境逼真地塑造出来,几乎将危险的特质直接铭刻在词句之中:“脱身于死亡之下而漂泊”。
οὐκ ἄλλως ὁ Ἀρχίλοχος ἐπὶ τοῦ ναυαγίου, καὶ ἐπὶ τῇ προσαγγελίᾳ ὁ Δημοσθένης· "ἑσπέρα μὲν γὰρ ἦν," φησίν· ἀλλὰ τὰς ἐξοχὰς ὡς ἂν εἴποι τις ἀριστίνδην ἐκκαθήραντες ἐπισυνέθηκαν, οὐδὲν φλοιῶδες ἢ ἄσεμνον ἢ σχολικὸν ἐγκατατάττοντες διὰ μέσου. λυμαίνεται γὰρ ταῦτα τὸ ὅλον ὡσανεὶ ψύγματα ἢ ἀραιώματα ἐμποιοῦντα ἐς μεγέθη συνοικονομούμενα τῇ πρὸς ἄλληλα σχέσει συντετειχισμένα.
阿尔基罗科斯描写海难时亦是如此,德摩斯梯尼描写告急的消息传来时也是如此:“那时正是黄昏”,他说道。他们可以说是以择优的方式将卓越之点提纯并拼接在一起,绝不在其间插入任何粗劣、不庄重或学究气的内容。因为这些杂质会败坏整体,犹如在那些依凭彼此内在关联而构筑起来的崇高体系中制造出冷漠的裂隙或空洞。
- 10.1τὸ τῶν ἐμφερομένων ἐκλέγειν ἀεὶ τὰ καιριώτατα καὶ ταῦτα τῇ πρὸς ἄλληλα ἐπισυνθέσει καθάπερ ἕν τι σῶμα ποιεῖν δύνασθαι
由中性定冠词 τὸ 所统领的不定式短语(并列连接 ἐκλέγειν 与 ποιεῖν δύνασθαι)整体充当主句动词 γένοιτ’ ἄν 的语法主语。承接前方的 ἐπειδή 原因从句,将两项创作行为(精当的选择与有机的组织)作为一个综合体呈现为产生崇高的原因(ὕψους αἴτιον)。
- 10.1ὃ μὲν γὰρ τῇ ἐκλογῇ τὸν ἀκροατὴν τῶν λημμάτων, ὃ δὲ τῇ πυκνώσει τῶν ἐκλελεγμένων προσάγεται
相关代词 ὃ μέν ... ὃ δέ 为中性主格,分别指代前文提到的两个不定式短语(ἐκλέγειν 与 ποιεῖν δύνασθαι)。语序上 τῇ ἐκλογῇ 与属格 τῶν λημμάτων 构成了对宾语 τὸν ἀκροατήν 的框架式包夹,主动词 προσάγεται 位于句末并统摄前后两半分句。
- 10.6τὰς προθέσεις ἀσυνθέτους οὔσας συναναγκάσας παρὰ φύσιν καὶ εἰς ἀλλήλας συμβιασάμενος
分词 συναναγκάσας 与 συμβιασάμενος 均为修饰主语荷马的伴随状语分词。前置词 ὑπό 与 ἐκ 并未真正复合,而是作为单独的前置词连续使用(ὑπὲκ),作者在修辞学上将这种反常用法(ἀσυνθέτους οὔσας ... παρὰ φύσιν)解释为诗人违背语言常规对词句施加的暴力挤压,以此摹拟遭遇暴风雨时的肉体凶险。
