← 伪朗吉努斯

论崇高

§9.1-9.9

第一源泉伟大心灵与崇高思想

本节探讨崇高的第一要素即伟大的心灵(“伟大心灵的回声”),赞扬了荷马宇宙尺度的壮阔描摹与《创世记》创世之语的崇高,并批评了赫西俄德令人厌恶的写实以及将神性庸俗化的描绘。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

Οὐ μὴν ἀλλ’ ἐπεὶ τὴν κρατίστην μοῖραν ἐπέχει τῶν ἄλλων τὸ πρῶτον, λέγω δὲ τὸ μεγαλοφυές, χρὴ κἀνταῦθα, καὶ εἰ δωρητὸν τὸ πρᾶγμα μᾶλλον ἢ κτητόν, ὅμως καθ̓ ὅσον οἷόν τε τὰς ψυχὰς ἀνατρέφειν πρὸς τὰ μεγέθη, καὶ ὥσπερ ἐγκύμονας ἀεὶ ποιεῖν γενναίου παραστήματος.

然而,既然在其他诸要素之中,第一项——我指天生的宏伟才能——占据着首要的地位,那么在此处,即使这一特质与其说是可习得的,不如说是天赋的,我们仍当尽可能地朝着宏伟的气魄涵养我们的心灵,并使它们始终孕育着高贵的志气。

§9.2

τίνα, φήσεις, τρόπον; γέγραφά που καὶ ἑτέρωθι τὸ τοιοῦτον· ὕψος μεγαλοφροσύνης ἀπήχημα. ὅθεν καὶ φωνῆς δίχα θαυμάζεταί ποτε ψιλὴ καθ’ ἑαυτὴν ἡ ἔννοια δι’ αὐτὸ τὸ μεγαλόφρον, ὡς ἡ τοῦ Αἴαντος ἐν Νεκυίᾳ σιωπὴ μέγα καὶ παντὸς ὑψηλότερον λόγου.

你会问:“以何种方式呢?”我在别处也曾写过类似的话:崇高是伟大心灵的回声。因此,即使脱离声音,单凭纯粹的观念自身,亦常因其伟岸的气魄而令人叹服,正如埃阿斯在《亡灵录》中的沉默便至为伟大,比任何言辞都更显崇高。

§9.3

πρῶτον οὖν τὸ ἐξ οὗ γίνεται προϋποτίθεσθαι πάντως ἀναγκαῖον, ὡς ἔχειν δεῖ τὸν ἀληθῆ ῥήτορα μὴ ταπεινὸν φρόνημα καὶ ἀγεννές. οὐδὲ γὰρ οἷόν τε μικρὰ καὶ δουλοπρεπῆ φρονοῦντας καὶ ἐπιτηδεύοντας παρ’ ὅλον τὸν βίον θαυμαστόν τι καὶ τοῦ παντὸς αἰῶνος ἐξενεγκεῖν ἄξιον· μεγάλοι δὲ οἱ λόγοι τούτων, κατὰ τὸ εἰκός, ὧν ἂν ἐμβριθεῖς ὦσιν αἱ ἔννοιαι.

因此,首先绝对有必要预设其所由产生的根源,即真正的演说家决不可抱有卑微与低下之心志。因为,那些终其一生思想与行事皆细碎而奴性的人,绝不可能产生出某种令人惊叹且值得传诸万世的言辞;理所当然,言辞的宏大唯属于那些观念深厚有力之人。

§9.4

ταύτῃ καὶ εἰς τοὺς μάλιστα φρονηματίας ἐμπίπτει τὰ ὑπερφυᾶ· ὁ γὰρ τῷ Παρμενίωνι φήσαντι, ἐγὼ μὲν ἠρκέσθην1 τὸ ἐπ’ οὐρανὸν ἀπὸ γῆς διάστημα· καὶ τοῦτ’ ἂν εἴποι τις οὐ μᾶλλον τῆς Ἔριδος ἢ Ὁμήρου μέτρον.

正是因此,超拔之辞才会恰巧归于那些最具志气之人。事实上,对声称“若是我便心满意足”的帕尔梅尼奥,[亚历山大答道……]从地至天的距离;人们可以说,这与其说是纷争女神的尺度,不如说是荷马本人的尺度。

§9.5

ᾧ ἀνόμοιόν γε τὸ Ἡσιόδειον ἐπὶ τῆς Ἀχλύος, εἴγε Ἡσιόδου καὶ τὴν Ἀσπίδα θετέον· "τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον·" οὐ γὰρ δεινὸν ἐποίησε τὸ εἴδωλον, ἀλλὰ μισητόν. ὁ δὲ πῶς μεγεθύνει τὰ δαιμόνια; "ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν, ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον· τόσσον ἐπιθρώσκουσι θεῶν ὑψηχέες ἵπποι." τὴν ὁρμὴν αὐτῶν κοσμικῷ διαστήματι καταμετρεῖ. τίς οὖν οὐκ ἂν εἰκότως διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους ἐπιφθέγξαιτο, ὅτι ἂν δὶς ἐξῆς ἐφορμήσωσιν οἱ τῶν θεῶν ἵπποι, οὐκέθ’ εὑρήσουσιν ἐν κόσμῳ τόπον;

与此截然不同的,乃是赫西俄德论及阴晦之神的诗句——假若《赫拉克勒斯之盾》也当算作赫西俄德之作的话: “黏液从她的鼻孔中流出;”因为他并未把那幻象塑造成可怖的,反而使之成为令人厌恶的。而荷马又是如何使神性之物显得宏伟壮丽的呢? “凡人凭双眼向迷茫的长空能望见多远, 当他坐于峭壁上眺望暗红色的汪洋; 高声嘶鸣的神驹便能纵身跃出多远。” 他以宇宙的空间距离来衡量神驹的驰骋。那么,因其宏大至极,谁能不合情合理地感叹道:倘若神驹连续纵跃两次,它们在宇宙中便再无容身之地了?

§9.6

ὑπερφυᾶ καὶ τὰ ἐπὶ τῆς θεομαχίας φαντάσματα· "ἀμφὶ δ’ ἐσάλπιγξεν μέγας οὐρανὸς Οὔλυμπός τε. ἔδδεισεν δ’ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, δείσας δ’ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ἔπειτα γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη, σμερδαλέ᾽, εὐρώεντα, τά τε στυγέουσι θεοί περ." ἐπιβλέπεις, ἑταῖρε, ὡς ἀναρρηγνυμένης μὲν ἐκ βάθρων γῆς, αὐτοῦ δὲ γυμνουμένου ταρτάρου, ἀνατροπὴν δὲ ὅλου καὶ διάστασιν τοῦ κόσμου λαμβάνοντος, πάνθ’ ἅμα, οὐρανὸς ᾅδης, τὰ θνητὰ τὰ ἀθάνατα, ἅμα τῇ τότε συμπολεμεῖ καὶ συγκινδυνεύει μάχῃ;2

在诸神之战中的景象同样超拔绝伦: “四方的大天与奥林匹斯山如号角般齐鸣。 深处幽冥之主艾多纽斯心怀恐惧, 惶恐中从宝座上一跃而起,失声呼号,生怕随后 撼地之神波塞冬震裂大地, 令那连神明亦感厌憎的可怖阴湿的居所, 暴露于凡人与不死诸神眼前。” 朋友,你可曾看到,随着大地自基底破裂,塔耳塔罗斯本身被揭露,整个宇宙遭遇倾覆与离析,万物——苍天与冥府、凡俗与永生者——竟同时参与并共担了那场战斗的险境?

§9.7

ἀλλὰ ταῦτα φοβερὰ μέν, πλὴν ἄλλως, εἰ μὴ κατ’ ἀλληγορίαν λαμβάνοιτο, παντάπασιν ἄθεα καὶ οὐ σῴζοντα τὸ πρέπον. Ὅμηρος γάρ μοι δοκεῖ παραδιδοὺς τραύματα θεῶν στάσεις τιμωρίας δάκρυα δεσμὰ πάθη πάμφυρτα τοὺς μὲν ἐπὶ τῶν Ἰλιακῶν ἀνθρώπους, ὅσον ἐπὶ τῇ δυνάμει, θεοὺς πεποιηκέναι, τοὺς θεοὺς δὲ ἀνθρώπους. ἀλλ’ ἡμῖν μὲν δυσδαιμονοῦσιν ἀπόκειται λιμὴν κακῶν ὁ θάνατος, τῶν θεῶν δ’ οὐ τὴν φύσιν ἀλλὰ τὴν ἀτυχίαν ἐποίησεν αἰώνιον.

然而,这些景象固然可怖,但若非作寓意解,便完全是不敬神明的,且有失体统。因为在我看来,荷马通过叙述诸神的伤痛、派系之争、报复、泪水、拘禁以及错综复杂的热情,竭尽所能地将伊利昂时期的凡人塑造成了神,却把诸神贬为了凡人。然而,对于遭受不幸的我们而言,死亡乃是免除灾祸的避难所;他却使诸神永恒的不是其本性,而是其厄运。

§9.8

πολὺ δὲ τῶν περὶ τὴν θεομαχίαν ἀμείνω τὰ ὅσα ἄχραντόν τι καὶ μέγα τὸ δαιμόνιον ὡς ἀληθῶς καὶ ἄκρατον παρίστησιν, οἷα (πολλοῖς δὲ πρὸ ἡμῶν ὁ τόπος ἐξείργασται) τὰ ἐπὶ τοῦ Ποσειδῶνος, "τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη καὶ κορυφαὶ Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν ποσσὶν ὑπ’ ἀθανάτοισι Ποσειδάωνος ἰόντος. βῆ δ’ ἐλάαν ἐπὶ κύματ᾽, ἄταλλε δὲ κήτε᾽ ὑπ’ αὐτοῦ πάντοθεν ἐκ κευθμῶν, οὐδ’ ἠγνοίησεν ἄνακτα. γηθοσύνῃ δὲ θάλασσα διΐστατο, τοὶ δὲ πέτοντο."

然而,比关于诸神之战的篇章优秀得多的,乃是所有将神性真确呈现为纯洁无瑕、伟大而无可掺杂之物的诗句,正如(此前已有许多人对此做过阐述)关于波塞冬的诗句: “巍峨的群山与森林都在颤栗, 特洛伊人的山峰与城池,以及阿开奥斯人的海船, 皆在行进的波塞冬那不朽的双足下颤抖。 他驾车驰向海浪,潜藏深处的海怪无不从各方 涌出而在其座下嬉戏,皆认得它们的主人; 大海欢欣地辟出道路,神驹如飞而去。”

§9.9

ταύτῃ καὶ ὁ τῶν Ἰουδαίων θεσμοθέτης, οὐχ ὁ τυχὼν ἀνήρ,3 ἐπειδὴ τὴν τοῦ θείου δύναμιν κατὰ τὴν ἀξίαν ἐχώρησε κἀξέφηνεν, εὐθὺς ἐν τῇ εἰσβολῇ γράψας τῶν νόμων "εἶπεν ὁ Θεός" φησί· τί; "γενέσθω φῶς, καὶ ἐγένετο· γενέσθω γῆ, καὶ ἐγένετο."

正因如此,犹太人的立法者——绝非等闲之辈——在依其应有的尊严领会并彰显了神圣的力量之后,一开篇便在其律法书中写道:“神说”——他说了什么?——“‘要有光’,就有了光;‘要有地’,就有了地。”

语法注3 条
  1. 9.4ὁ γὰρ τῷ Παρμενίωνι φήσαντι, ἐγὼ μὲν ἠρκέσθην

    此处手抄本存在明显的文字脱落(lacuna)。定冠词 ὁ 在语境中作主语,指亚历山大大帝,而与与格分词 τῷ ... φήσαντι 搭配的主动词(如“回答”)以及亚历山大的名言(“若我是帕尔梅尼奥,我也会如此”)已逸失。紧随其后的宾格短语 τὸ ἐπ’ οὐρανὸν ἀπὸ γῆς διάστημα(“从地到天的距离”)接续的是对《伊利亚特》4.443关于纷争女神厄里斯描写的引文,阅读时须注意到文本的断层。

  2. 9.6ὡς ἀναρρηγνυμένης μὲν ἐκ βάθρων γῆς, αὐτοῦ δὲ γυμνουμένου ταρτάρου, ἀνατροπὴν δὲ ὅλου καὶ διάστασιν τοῦ κόσμου λαμβάνοντος, πάνθ’ ἅμα, οὐρανὸς ᾅδης, τὰ θνητὰ τὰ ἀθάνατα, ἅμα τῇ τότε συμπολεμεῖ καὶ συγκινδυνεύει μάχῃ;

    引导间接从句的 ὡς 之后并列了三个独立属格结构(ἀναρρηγνυμένης ... γῆς、αὐτοῦ δὲ γυμνουμένου ταρτάρου 以及 ἀνατροπὴν δὲ ... [τοῦ κόσμου] λαμβάνοντος)。随后的主句由中性复数主语 πάνθ’ ἅμα 及其同格成分(οὐρανὸς ᾅδης, τὰ θνητὰ τὰ ἀθάνατα)构成;谓语动词 συμπολεμεῖ 与 συγκινδυνεύει 采用单数形式,符合古典希腊语中性复数主语支配单数动词的句法规则(雅典法则)。

  3. 9.9οὐχ ὁ τυχὼν ἀνήρ

    由否定副词与定冠词加分词构成的习语 οὐχ ὁ τυχών,字面义为“非随意遇见之人”,即运用了缓叙法(litotes)表示“绝非平庸之辈”或“出类拔萃的卓越人物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:9.1-9.9