← 伪朗吉努斯

论崇高

§8.1-8.4

崇高的五大源泉与情感的作用

作者提出了崇高的五大源泉(卓越的观念把握、强烈的情感、修辞形象、高贵的文辞与庄严的布局),并批驳了塞基利乌斯遗漏情感的做法,阐明了崇高与情感既非完全同一,而崇高又不可或缺充沛的情感。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Ἐπεὶ δὲ πέντε, ὡς ἂν εἴποι τις, πηγαί τινές εἰσιν αἱ τῆς ὑψηγορίας γονιμώταται,1 προϋποκειμένης ὥσπερ ἐδάφους τινὸς κοινοῦ ταῖς πέντε ταύταις ἰδέαις τῆς ἐν τῷ λέγειν δυνάμεως,2 ἧς ὅλως χωρὶς οὐδέν, πρῶτον μὲν καὶ κράτιστον τὸ περὶ τὰς νοήσεις ἁδρεπήβολον, ὡς κἀν τοῖς περὶ Ξενοφῶντος ὡρισάμεθα· δεύτερον δὲ τὸ σφοδρὸν καὶ ἐνθουσιαστικὸν πάθος· ἀλλ’ αἱ μὲν δύο αὗται τοῦ ὕψους κατὰ τὸ πλέον αὐθιγενεῖς συστάσεις, αἱ λοιπαὶ δ’ ἤδη καὶ διὰ τέχνης, ἥ τε ποιὰ τῶν σχημάτων πλάσις (δισσὰ δέ που ταῦτα τὰ μὲν νοήσεως, θάτερα δὲ λέξεως), ἐπὶ δὲ τούτοις ἡ γενναία φράσις, ἧς μέρη πάλιν ὀνομάτων τε ἐκλογὴ καὶ ἡ τροπικὴ καὶ πεποιημένη λέξις· πέμπτη δὲ μεγέθους αἰτία καὶ συγκλείουσα τὰ πρὸ ἑαυτῆς ἅπαντα, ἡ ἐν ἀξιώματι καὶ διάρσει σύνθεσις· φέρε δὴ τὰ ἐμπεριεχόμενα καθ’ ἑκάστην ἰδέαν τούτων ἐπισκεψώμεθα, τοσοῦτον προειπόντες, ὅτι τῶν πέντε μορίων ὁ Κεκίλιος ἔστιν ἃ παρέλιπεν,3 ὡς καὶ τὸ πάθος ἀμέλει.

既然对于崇高的文辞而言,可以说是存在着五种最为丰沛的源泉——而表达的能力作为某种共同的基础,预先为这五种形式所假定,若完全脱离了它,则一事无成——其第一且最为强固者,乃是对于观念的浑厚把握力,正如我们在论及色诺芬的著作中所界定的一样;第二则是强烈而充满灵感的热情。不过,崇高的这两种构成要素多半是天生的,其余的要素则已经是凭借技艺而成的,即一定修辞形象的塑造(这大概分为两类,一为思想的形象,另一为言语的形象),此外还有高贵的辞句,它又包括词语的挑选以及借喻的、精雕细琢的措辞;而作为崇高的第五个缘由并统括其前所有要素的,乃是在庄重与崇高气势中的谋篇布局。那么,在预先指出在这五个部分中塞基利乌斯遗漏了某些部分——例如确实也遗漏了热情——之后,且让我们来考察包含在这每一种形式之中的内容。

§8.2

ἀλλ’ εἰ μὲν ὡς ἕν τι ταῦτ’ ἄμφω, τό τε ὕψος καὶ τὸ παθητικόν, καὶ ἔδοξεν αὐτῷ πάντη συνυπάρχειν τε ἀλλήλοις καὶ συμπεφυκέναι, διαμαρτάνει· καὶ γὰρ πάθη τινὰ διεστῶτα ὕψους καὶ ταπεινὰ εὑρίσκεται, καθάπερ οἶκτοι λῦπαι φόβοι, καὶ ἔμπαλιν πολλὰ ὕψη δίχα πάθους, ὡς πρὸς μυρίοις ἄλλοις καὶ τὰ περὶ τοὺς Ἀλωάδας τῷ ποιητῇ παρατετολμημένα, "Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν· αὐτὰρ ἐπ’ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἄμβατος εἴη·" καὶ τὸ τούτοις ἔτι μεῖζον ἐπιφερόμενον, "καί νύ κεν ἐξετέλεσσαν."

然而,如果他将两者——即崇高与情感之物——视作同一事物,并且在他看来二者始终在一切方面共存且融为一体,那他就错了。因为我们发现有些情感与崇高大相径庭而且是低贱的,例如哀怜、悲痛和恐惧;反之,许多崇高又脱离了情感,正如在无数其他例子之外,诗人在关于阿洛阿代的诗篇中所作的大胆尝试: “他们妄图将奥萨山堆叠在奥林匹斯山上,又在奥萨之上 置上树叶摇曳的珀利翁山,以便能够登临苍天;”以及紧接着附加于这些之上的更为伟大的诗句: “而且他们本来真会做成的。”

§8.3

παρά γε μὴν τοῖς ῥήτορσι τὰ ἐγκώμια καὶ τὰ πομπικὰ καὶ ἐπιδεικτικὰ τὸν μὲν ὄγκον καὶ τὸ ὑψηλὸν ἐξ ἅπαντος περιέχει, πάθους δὲ χηρεύει κατὰ τὸ πλεῖστον, ὅθεν ἥκιστα τῶν ῥητόρων οἱ περιπαθεῖς ἐγκωμιαστικοὶ ἢ ἔμπαλιν οἱ ἐπαινετικοὶ περιπαθεῖς.

确实,在演说家那里,颂词、庆典演说和表演性演说固然在各个方面都具备雄厚与崇高,但在绝大多数情况下却缺乏情感,因此在演说家中,那些情感激越者最不适宜于作颂词,反之那些善于赞颂者也最缺乏激越的情感。

§8.4

εἰ δ’ αὖ πάλιν ἐξ ὅλου μὴ ἐνόμισεν ὁ Κεκίλιος τὸ ἐμπαθὲς ἐς τὰ ὕψη ποτὲ συντελεῖν, καὶ διὰ τοῦτ’ οὐχ ἡγήσατο μνήμης ἄξιον, πάνυ διηπάτηται· θαρρῶν γὰρ ἀφορισαίμην ἄν, ὡς οὐδὲν οὕτως ὡς τὸ γενναῖον πάθος, ἔνθα χρή, μεγαλήγορον,4 ὥσπερ ὑπὸ μανίας τινὸς καὶ πνεύματος ἐνθουσιαστικῶς ἐκπνέον καὶ οἱονεὶ φοιβάζον τοὺς λόγους.

但反过来说,若塞基利乌斯全然不认为充溢情感对于崇高有任何助益,并因此认为它不值一提,那他就完全受蒙骗了。因为我可以确信地下定论说:在需要之处,没有任何东西能像高贵的情感那样宏伟壮阔,它仿佛在某种狂热与神灵的驱使下充满灵感地喷薄而出,宛如赋予了言辞以阿波罗式的神圣狂喜。

语法注4 条
  1. 8.1Ἐπεὶ δὲ πέντε, ὡς ἂν εἴποι τις, πηγαί τινές εἰσιν αἱ τῆς ὑψηγορίας γονιμώταται

    以从属连词 Ἐπεὶ(既然/因……)开头的从句构成长句的骨架,在罗列了五种源泉并插入若干解释说明后,最终引出主句的劝诱语气动词 φέρε δὴ ... ἐπισκεψώμεθα(来,让我们考察……)。从句内部以 πέντε ... πηγαί τινές εἰσιν 为表语,αἱ ... γονιμώταται 作为限定修饰。

  2. 8.1προϋποκειμένης ὥσπερ ἐδάφους τινὸς κοινοῦ ταῖς πέντε ταύταις ἰδέαις τῆς ἐν τῷ λέγειν δυνάμεως

    属格独立结构。逻辑主语是 τῆς ἐν τῷ λέγειν δυνάμεως(言谈表达能力),述语分词为 προϋποκειμένης。ὥσπερ ἐδάφους τινὸς κοινοῦ 充当分词的表语性属格(“宛如某种共同基底”),与格 ταῖς πέντε ταύταις ἰδέαις 则受复合分词 προϋποκειμένης 所支配。

  3. 8.1ἔστιν ἃ παρέλιπεν

    短语 ἔστιν ἅ 是动词 ἔστι 与中性复数关系代词 ἅ 融合成的惯用表达(相当于拉丁语 sunt quae,意为“某些事物”),在句中作动词 παρέλιπεν(遗漏)的宾格直接宾语。

  4. 8.4ὡς οὐδὲν οὕτως ὡς τὸ γενναῖον πάθος, ἔνθα χρή, μεγαλήγορον

    此句为比较结构,骨架为 οὐδὲν οὕτως μεγαλήγορον [ἐστιν] ὡς τὸ γενναῖον πάθος。关联副词 οὕτως ... ὡς ...(没有任何事物如此……像……一样)连接否定主语 οὐδέν 与比较对象 τὸ γενναῖον πάθος,表语形容词 μεγαλήγορον 后的系动词 ἐστιν 被省略。插入短语 ἔνθα χρή 意为“在必要/适宜之处”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:8.1-8.4