- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:7.1-7.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出文学中虚妄的伟大正如世俗的名利一般空洞可鄙,并阐明真正的崇高能使灵魂激昂奋发,能经受反复品味,并在不同背景的人群中博得跨越时空的普遍赞同。
Εἰδέναι χρή, φίλτατε, διότι,1 καθάπερ κἀν τῷ κοινῷ βίῳ οὐδὲν ὑπάρχει μέγα, οὗ τὸ καταφρονεῖν ἐστι μέγα, οἷον πλοῦτοι τιμαὶ δόξαι τυραννίδες, καὶ ὅσα δὴ ἄλλα ἔχει πολὺ τὸ ἔξωθεν προστραγῳδούμενον, οὐκ ἂν τῷ γε φρονίμῳ δόξειεν ἀγαθὰ ὑπερβάλλοντα, ὧν αὐτὸ τὸ περιφρονεῖν ἀγαθὸν οὐ μέτριον·2 θαυμάζουσι γοῦν τῶν ἐχόντων αὐτὰ μᾶλλον τοὺς δυναμένους ἔχειν καὶ διὰ μεγαλοψυχίαν ὑπερορῶντας· τῇδέ που καὶ ἐπὶ τῶν διῃρμένων ἐν ποιήμασι καὶ λόγοις ἐπισκεπτέον, μή τινα μεγέθους φαντασίαν ἔχοι τοιαύτην, ᾗ πολὺ πρόσκειται τὸ εἰκῆ προσαναπλαττόμενον, ἀναπτυττόμενα δὲ ἄλλως εὑρίσκοιτο χαῦνα, ὧν τοῦ θαυμάζειν τὸ περιφρονεῖν εὐγενέστερον.
我最亲爱的朋友,你应当知道,正如在平常的生活中,凡是将之鄙弃便算作伟大的事物,其本身便决非伟大——例如财富、荣誉、声望、僭主权势,以及其他凡带有许多外在戏剧性夸饰之物,在明智之士眼中决不会被看作卓越的善,因为鄙弃它们本身就是非同寻常的善;至少人们所赞叹的,与其说是拥有它们的人,毋宁说是那些有能力拥有却因胸怀开阔而予以蔑视的人——在诗歌与散文中崇高的言论上,想必也当同样审察,看它们是否具有某种虚幻的伟大外表,其上随意附着了诸多虚妄的装点,而一旦展开细加审视,却被发现是空洞无物的,对于这类事物,予以蔑视要比表示赞叹更为高贵。
φύσει γάρ πως ὑπὸ τἀληθοῦς ὕψους ἐπαίρεταί τε ἡμῶν ἡ ψυχὴ καὶ γαῦρόν τι ἀνάστημα λαμβάνουσα πληροῦται χαρᾶς καὶ μεγαλαυχίας, ὡς αὐτὴ γεννήσασα ὅπερ ἤκουσεν.3
因为在天性上,我们的灵魂不知何故总会被真正的崇高所激荡拔高,获得一种自豪的挺拔昂扬,充溢着喜悦与骄傲,仿佛是它自身孕育了它所聆听到的事物。
ὅταν οὖν ὑπ’ ἀνδρὸς ἔμφρονος καὶ ἐμπείρου λόγων πολλάκις ἀκουόμενόν τι πρὸς μεγαλοφροσύνην τὴν ψυχὴν μὴ συνδιατιθῇ, μηδ᾽ ἐγκαταλείπῃ τῇ διανοίᾳ πλεῖον τοῦ λεγομένου τὸ ἀναθεωρούμενον,4 πίπτῃ δ᾽, ἂν εὖ τὸ συνεχὲς ἐπισκοπῇς, εἰς ἀπαύξησιν, οὐκ ἂν ἔτ’ ἀληθὲς ὕψος εἴη μέχρι μόνης τῆς ἀκοῆς σῳζόμενον. τοῦτο γὰρ τῷ ὄντι μέγα, οὗ πολλὴ μὲν ἡ ἀναθεώρησις, δύσκολος δέ, μᾶλλον δ’ ἀδύνατος ἡ κατεξανάστασις, ἰσχυρὰ δὲ ἡ μνήμη καὶ δυσεξάλειπτος.
因此,当某一言论被一个明智且通晓辞章的人反复聆听,却未能使他的灵魂协同趋向崇高的气度,未能在他的心智中留下多于所言之事的反思,反而在你严加持续审视下落入衰颓之境,这便仅存于耳听之间,绝不再是真正的崇高。因为唯有那能引发诸多回味反思、难以抗拒、或者说绝无可能抗拒、且其记忆坚牢而难以磨灭的事物,才是真正伟大的。
ὅλως δὲ καλὰ νόμιζε ὕψη καὶ ἀληθινὰ τὰ διὰ παντὸς ἀρέσκοντα καὶ πᾶσιν. ὅταν γὰρ τοῖς ἀπὸ διαφόρων ἐπιτηδευμάτων βίων ζήλων ἡλικιῶν λόγων ἕν τι καὶ ταὐτὸν ἅμα περὶ τῶν αὐτῶν ἅπασι δοκῇ, τόθ’ ἡ ἐξ ἀσυμφώνων ὡς κρίσις καὶ συγκατάθεσις τὴν ἐπὶ τῷ θαυμαζομένῳ πίστιν ἰσχυρὰν λαμβάνει καὶ ἀναμφίλεκτον.
总而言之,应当认为那始终取悦所有人的一切,才是优美且真实的崇高。因为当那些从事不同行业、过着不同生活、怀抱不同志向、处于不同年龄、操持不同文辞的人们,对于同一事物全都在同一时刻具有某种同一的见解时,那么这种由不调和之人所形成的所谓判定与赞同,便为那受人赞叹的事物带来了坚固且无可置辩的确信。
- 7.1διότι
此处的连词 διότι 引导 Εἰδέναι χρή 之后的宾语名词从句,相当于古典阿提卡散文中的 ὅτι(“即……;……这一事实”)。在希腊化时期及罗马帝国时期的希腊语中,διότι 极常代替 ὅτι 用于知觉、言语动词之后的补足从句,而非表示因果关系(“因为”)。
- 7.1ὧν αὐτὸ τὸ περιφρονεῖν ἀγαθὸν οὐ μέτριον
属格关系代词 ὧν 指代前述世俗诸善(财富、荣誉等),并在语法上作冠词不定式 τὸ περιφρονεῖν(鄙弃)的宾格性属格(因 περιφρονέω 常支配属格宾语)。该分句的主语为 αὐτὸ τὸ περιφρονεῖν,ἀγαθὸν οὐ μέτριον(非同寻常之善)作表语。
- 7.2ὡς αὐτὴ γεννήσασα ὅπερ ἤκουσεν
主格分词 γεννήσασα 与阴性主语 ἡ ψυχή(灵魂)相一致,受 ὡς 修饰,表示主观心理状态(“仿佛其自身孕育了……”)。关系从句 ὅπερ ἤκουσεν(“所聆听到的事物”)充当分词 γεννήσασα 的直接宾语。
- 7.3πλεῖον τοῦ λεγομένου τὸ ἀναθεωρούμενον
由动词 ἐγκαταλείπῃ 支配的双宾格结构(直接宾语与宾语补足语)。带冠词分词 τὸ ἀναθεωρούμενον(“被反思之物/反刍”)作直接宾语,无冠词的比较级形容词 πλεῖον 作述谓性补足语(“更多的东西”)。τοῦ λεγομένου 为比较属格(“比所言之事”)。
