← 伪朗吉努斯

论崇高

§44.1-44.6

自由缺失与道德败坏导致崇高言辞的衰微

作者借用一位哲学家的提问,对比探讨了当代崇高言辞衰微的原因:究竟是由于缺乏自由与身处奴役,还是由于普世和平之下纵容的贪财与享乐等内在欲望的腐蚀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44.1

Ἐκεῖνο μέντοι λοιπὸν (ἕνεκα τῆς σῆς χρηστομαθείας οὐκ ὀκνήσομεν ἐπιπροσθεῖναι) διασαφῆσαι,1 Τερεντιανὲ φίλτατε, ὅπερ ἐζήτησέ τις τῶν φιλοσόφων προσέναγχος, "θαῦμά μ’ ἔχει," λέγων, "ὡς ἀμέλει καὶ ἑτέρους πολλούς, πῶς ποτε κατὰ τὸν ἡμέτερον αἰῶνα πιθαναὶ μὲν ἐπ’ ἄκρον καὶ πολιτικαί, δριμεῖαί τε καὶ ἐντρεχεῖς, καὶ μάλιστα πρὸς ἡδονὰς λόγων εὔφοροι, ὑψηλαὶ δὲ λίαν καὶ ὑπερμεγέθεις, πλὴν εἰ μή τι σπάνιον, οὐκέτι γίνονται φύσεις. τοσαύτη λόγων κοσμική τις ἐπέχει τὸν βίον ἀφορία. "

然而,最亲爱的泰伦提安努斯,尚有一事有待阐明——为了你的好学之心,我们将毫不犹豫地将它补入——那便是最近某位哲学家所探讨的问题。“正如许多其他人一样,惊异确实抓住了我,”他说,“究竟为何在我们这个时代,虽然不乏极具说服力、通晓政务、敏锐机智、尤其富有文辞意趣的天资,但极其崇高、无比宏大的天赋才华,除极个别的罕见例外之外,却不再产生了?如此巨大而普世的文辞荒芜竟笼罩了我们的生命。”

§44.2

"ἢ νὴ Δί᾽" ἔφη "πιστευτέον ἐκείνῳ τῷ θρυλουμένῳ, ὡς ἡ δημοκρατία τῶν μεγάλων ἀγαθὴ τιθηνός, ᾗ μόνῃ σχεδὸν καὶ συνήκμασαν οἱ περὶ λόγους δεινοὶ καὶ συναπέθανον; θρέψαι τε γάρ φησιν ἱκανὴ τὰ φρονήματα τῶν μεγαλοφρόνων ἡ ἐλευθερία καὶ ἐπελπίσαι καὶ ἅμα διελθεῖν τὸ πρόθυμον τῆς πρὸς ἀλλήλους ἔριδος καὶ τῆς περὶ τὰ πρωτεῖα φιλοτιμίας. "

“抑或,指宙斯起誓,”他说,“我们必须相信那流传甚广的说法,即民主制度是伟大品质的良好保姆,精于言辞者几乎唯有与它共同繁荣,又与它一同消亡?因为据说,自由足以哺育心怀壮志者的情操并给予希望,同时激发起彼此竞争的热情和对首位的渴望。”

§44.3

"ἔτι γε μὴν διὰ τὰ προκείμενα ἐν ταῖς πολιτείαις ἔπαθλα ἑκάστοτε τὰ ψυχικὰ προτερήματα τῶν ῥητόρων μελετώμενα ἀκονᾶται καὶ οἷον ἐκτρίβεται καὶ τοῖς πράγμασι κατὰ τὸ εἰκὸς ἐλεύθερα συνεκλάμπει. οἱ δὲ νῦν ἐοίκαμεν" ἔφη "παιδομαθεῖς εἶναι δουλείας δικαίας, τοῖς αὐτῆς ἔθεσι καὶ ἐπιτηδεύμασιν ἐξ ἁπαλῶν ἔτι φρονημάτων μόνον οὐκ ἐνεσπαργανωμένοι καὶ ἄγευστοι καλλίστου καὶ γονιμωτάτου λόγων νάματος, τὴν ἐλευθερίαν" ἔφη "λέγω, διόπερ οὐδὲν ὅτι μὴ κόλακες ἐκβαίνομεν μεγαλοφυεῖς.2"

“再者,由于在城邦政体中设立的奖赏,演说家们的心智优势在不断操练中得以磨砺,宛如被研磨光亮,并理所当然地与政务一道放射出自由的光彩。然而我们当今之人,”他说,“似乎从小就被教导接受正当的奴役,从幼弱的心智起便几乎被裹在它的习俗与规制之中,未曾尝过言辞最美丽、最丰沛的泉源——我是指自由,”他说,“因此我们最终除成为宏大的谄媚者之外,别无所成。”

§44.4

διὰ τοῦτο τὰς μὲν ἄλλας ἕξεις καὶ εἰς οἰκέτας πίπτειν ἔφασκεν, δοῦλον δὲ μηδένα γίνεσθαι ῥήτορα· εὐθὺς γὰρ ἀναζεῖ τὸ ἀπαρρησίαστον καὶ οἷον ἔμφρουρον ὑπὸ συνηθείας ἀεὶ κεκονδυλισμένον·

为此,他常说其他诸般才能即便降于仆从身上也是可能的,但奴隶绝不会成为演说家;因为缺乏言论自由的气质和犹如被囚禁并长期受习俗击打的卑屈,会立刻翻涌而出。

§44.5

"ἥμισυ γάρ τ’ ἀρετῆς" κατὰ τὸν Ὅμηρον "ἀποαίνυται δούλιον ἦμαρ." "ὥσπερ οὖν, εἴ γε" φησὶ "τοῦτο πιστὸν ἀκούω, τὰ γλωττόκομα, ἐν οἷς οἱ Πυγμαῖοι καλούμενοι δὲ νᾶνοι τρέφονται, οὐ μόνον κωλύει τῶν ἐγκεκλεισμένων τὰς αὐξήσεις, ἀλλὰ καὶ συναραιοῖ διὰ τὸν περικείμενον τοῖς σώμασι δεσμόν· οὕτως ἅπασαν δουλείαν, κἂν ᾖ δικαιοτάτη, ψυχῆς γλωττόκομον καὶ κοινὸν δή τις ἀπεφήνατο δεσμωτήριον."

正如荷马所言,“奴役之日夺去了人的一半美德。” “因此,”他说,“如果我所听闻之事可信的话,正如同饲养所谓侏儒(即俾格米人)的笼子,不仅阻碍了被关押者的生长,甚至因紧束身躯的羁绊而使他们萎缩;同样,曾有人宣称,一切奴役,即便最为公正,也是灵魂的笼子和共同的监狱。”

§44.6

ἐγὼ μέντοι γε ὑπολαμβάνων ῥᾴδιον, ἔφην, ὦ βέλτιστε, καὶ ἴδιον ἀνθρώπου τὸ καταμέμφεσθαι τὰ ἀεὶ παρόντα· ὅρα δέ, μή ποτε οὐχ ἡ τῆς οἰκουμένης εἰρήνη διαφθείρει3 τὰς μεγάλας φύσεις, πολὺ δὲ μᾶλλον ὁ κατέχων ἡμῶν τὰς ἐπιθυμίας ἀπεριόριστος οὑτοσὶ πόλεμος καὶ νὴ Δία πρὸς τούτῳ τὰ φρουροῦντα τὸν νῦν βίον καὶ κατ’ ἄκρας ἄγοντα καὶ φέροντα ταυτὶ πάθη. ἡ γὰρ φιλοχρηματία, πρὸς ἣν ἅπαντες ἀπλήστως ἤδη νοσοῦμεν, καὶ ἡ φιληδονία δουλαγωγοῦσι, μᾶλλον δέ, ὡς ἂν εἴποι τις, καταβυθίζουσιν αὐτάνδρους ἤδη τοὺς βίους, φιλαργυρία μὲν νόσημα μικροποιόν, φιληδονία δ’ ἀγεννέστατον.

然而我接过话来,说道:“我最优秀的朋友,责难当下的现状向来是容易的,也是人之常情。但是请审视一下,败坏伟大天资的,或许绝非普世的和平,而远更是这场支配着我们欲望的无止境的战争,指宙斯起誓,此外还有驻守在当今生活中、将一切彻底掳掠蹂躏的这些激情。因为我们所有人如今都毫无节制地患上的贪财之疾与享乐之好,正将我们充作奴隶,或者正如人们所说,甚至将我们的生命连人带船彻底沉入海底;贪财乃是使人卑琐的疾患,而享乐之好则是最为卑劣的恶疾。”

语法注3 条
  1. 44.1Ἐκεῖνο μέντοι λοιπὸν ... διασαφῆσαι

    此处为省略系词 ἐστί 的无人称结构(λοιπόν ἐστι + 不定式 διασαφῆσαι 作主语),指示代词 ἐκεῖνο 先行预示(prolepsis)后文由关系代词 ὅπερ 所引出的从句。骨干为“阐明某位哲学家最近探讨的那件事乃是余下的任务”。

  2. 44.3οὐδὲν ὅτι μὴ κόλακες ἐκβαίνομεν μεγαλοφυεῖς

    短语 οὐδὲν ὅτι μή 为固定习语,意为“除……之外什么也不是 / 纯粹是”(相当于拉丁语 nil nisi)。名词 κόλακες 作 ἐκβαίνομεν 的表语,全句表示“我们最终除了成为宏大的阿谀奉承者外一无所成”。

  3. 44.6ὅρα δέ, μή ποτε οὐχ ἡ τῆς οἰκουμένης εἰρήνη διαφθείρει

    命令式 ὅρα 引导带有 μή (ποτε) 的从句,其内部包含否定词 οὐχ 和直陈式 διαφθείρει。这种带有否定的顾虑表达(“看看是否并非……”)委婉地提出一个肯定的反问或断言,意在引导对方思考“破坏伟大才华的其实并非世界的和平,而远更是……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:44.1-44.6