- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:44.7-44.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将文辞雄辩衰落的真正原因归咎于对财富的贪恋及其所滋生的傲慢与怠惰等内心情欲,认为道德败坏的人类或更适于受制而非自由,随后结束本篇讨论,转向另行成篇的激情论题。
οὐ δὴ ἔχω λογιζόμενος εὑρεῖν, ὡς οἷόν τε1 πλοῦτον ἀόριστον ἐκτιμήσαντας, τὸ δ’ ἀληθέστερον εἰπεῖν, ἐκθειάσαντας, τὰ συμφυῆ τούτῳ κακὰ εἰς τὰς ψυχὰς ἡμῶν ἐπεισιόντα μὴ παραδέχεσθαι. ἀκολουθεῖ γὰρ τῷ ἀμέτρῳ πλούτῳ καὶ ἀκολάστῳ συνημμένη καὶ ἴσα, φασί, βαίνουσα πολυτέλεια, καὶ ἅμα ἀνοίγοντος ἐκείνου τῶν πόλεων καὶ οἴκων τὰς εἰσόδους εὐθὺς ἐμβαίνει καὶ συνοικίζεται. χρονίσαντα δὲ ταῦτα ἐν τοῖς βίοις νεοττοποιεῖται, κατὰ τοὺς σοφούς, καὶ ταχέως γενόμενα περὶ τεκνοποιΐαν ἀλαζονείαν τε γεννῶσι καὶ τύφον καὶ τρυφὴν οὐ νόθα ἑαυτῶν γεννήματα ἀλλὰ καὶ πάνυ γνήσια. ἐὰν δὲ καὶ τούτους τις τοῦ πλούτου τοὺς ἐκγόνους εἰς ἡλικίαν ἐλθεῖν ἐάσῃ, ταχέως δεσπότας ταῖς ψυχαῖς ἐντίκτουσιν ἀπαραιτήτους, ὕβριν καὶ παρανομίαν καὶ ἀναισχυντίαν.
事实上,无论我如何思索,也无法想通:当我们无限度地尊崇财富,或者说得更真实些,当我们把财富奉若神明时,又怎能不接纳那些与它相生相伴的恶习侵入我们的灵魂?因为紧随无度且放荡的财富之后,与它紧密相连并如常言所说“并驾齐驱”的,便是奢靡;财富刚一打开城邦与房舍的门户,奢靡便随之踏入并安居其中。当这些恶习在人们的生活中旷日持久,正如智者们所言,便筑巢筑窝,不久开始繁衍子嗣,生出傲慢、虚妄与荒淫——它们绝非私生杂种,而是不折不扣的嫡出后裔。倘若人们再听任财富的这些子孙长大成熟,它们便会迅速在灵魂中催生出残酷无情的专制主:狂悖、不法与无耻。
ταῦτα γὰρ οὕτως ἀνάγκη γίνεσθαι καὶ μηκέτι τοὺς ἀνθρώπους ἀναβλέπειν μηδ’ ἕτερα φήμης εἶναί τινα λόγον, ἀλλὰ τοιούτων ἐν κύκλῳ τελεσιουργεῖσθαι κατ’ ὀλίγον τὴν τῶν βίων διαφθοράν, φθίνειν δὲ καὶ καταμαραίνεσθαι τὰ ψυχικὰ μεγέθη, καὶ ἄζηλα γίνεσθαι, ἡνίκα τὰ θνητὰ ἑαυτῶν μέρη ἐκθαυμάζοιεν, παρέντες αὔξειν τἀθάνατα.
因为事态必然如此发展,人们不再举目仰望,对后世的美名也不再有任何顾惜,而是在这般的恶性循环中,整个生命的败坏逐步走向彻底,灵魂的宏伟衰微枯竭,变得不值一慕,因为人们赞叹崇奉自己必死的部分,却弃置了那不朽的部分不去培植。
οὐ γὰρ ἐπὶ κρίσει μέν τις δεκασθεὶς οὐκ ἂν ἐπὶ τῶν δικαίων καὶ καλῶν ἐλεύθερος καὶ ὑγιὴς ἂν κριτὴς γένοιτο· ἀνάγκη γὰρ τῷ δωροδόκῳ τὰ οἰκεῖα μὲν φαίνεσθαι καλὰ καὶ δίκαια· ὅπου δὲ ἡμῶν ἑκάστου τοὺς ὅλους ἤδη βίους δεκασμοὶ βραβεύουσι καὶ ἀλλοτρίων θῆραι θανάτων καὶ ἐνέδραι διαθηκῶν, τὸ δ᾽ ἐκ τοῦ παντὸς κερδαίνειν ὠνούμεθα τῆς ψυχῆς ἕκαστος πρὸς τῆς ἠνδραποδισμένοι, ἆρα δὴ ἐν τῇ τοσαύτῃ λοιμικῇ τοῦ βίου διαφθορᾷ δοκοῦμεν ἔτι ἐλεύθερόν τινα κριτὴν τῶν μεγάλων ἢ διηκόντων πρὸς τὸν αἰῶνα κἀδέκαστον ἀπολελεῖφθαι καὶ μὴ καταρχαιρεσιάζεσθαι πρὸς τῆς τοῦ πλεονεκτεῖν ἐπιθυμίας;
因为在审判中收受贿赂的人,绝不可能在公正与崇高之事上成为自由而健全的裁判者;受贿者必然会觉得与自己利益相关的事情才是美好而正当的。然而,如今我们每个人的整个生命都已被贿赂所主宰,被猎取他人亡故的横财以及觊觎遗嘱的陷阱所操纵,每个人都以出卖灵魂为代价从一切途径谋取暴利,沦为利益的奴隶——在此种如瘟疫般败坏的生活中,我们难道还以为会留有任何对伟大或垂范万世之事的自由而不受收买的裁判官,而不被无休止的贪欲所左右吗?
ἀλλὰ μήποτε τοιούτοις οἷοί περ ἐσμὲν ἡμεῖς, ἄμεινον ἄρχεσθαι2 ἢ ἐλευθέροις εἶναι· ἐπείτοιγε ἀφεθεῖσαι τὸ σύνολον, ὡς ἐξ εἱρκτῆς ἄφετοι, κατὰ τῶν πλησίον αἱ πλεονεξίαι κἂν ἐπικαύσειαν τοῖς κακοῖς τὴν οἰκουμένην.
恐怕对我们这样的人来说,被统治倒比享有自由更好;因为我们的贪欲若彻底被释放出来,就像猛兽脱牢而出扑向邻人一样,甚至会以种种灾难焚尽整个世界。
ὅλως δὲ δαπανῶν ἔφην εἶναι τῶν νῦν γεννωμένων φύσεων τὴν ῥᾳθυμίαν, ᾗ πλὴν ὀλίγων πάντες ἐγκαταβιοῦμεν, οὐκ ἄλλως πονοῦντες ἢ ἀναλαμβάνοντες εἰ μὴ ἐπαίνου καὶ ἡδονῆς ἕνεκα, ἀλλὰ μὴ τῆς ζήλου καὶ τιμῆς ἀξίας ποτὲ ὠφελείας.
总而言之,我说侵蚀当今天赋才华的乃是怠惰,除少数人外,我们所有人都在这种怠惰中虚度一生,若非为了赞誉和享乐,我们绝不劳作,也不承担任何事业,却从不为那真正配得慕求与尊荣的益处而努力。
κράτιστον εἰκῆ ταῦτ᾽ ἐᾶν, ἐπὶ δὲ τὰ συνεχῆ χωρεῖν· ἦν δὲ ταῦτα τὰ πάθη, περὶ ὧν ἐν ἰδίῳ προηγουμένως ὑπεσχόμεθα γράψειν ὑπομνήματι, τήν τε τοῦ ἄλλου λόγου καὶ αὐτοῦ τοῦ ὕψους μοῖραν ἐπεχόντων,3 ὡς ἡμῖν δοκεῖ
姑且任由这些事情付诸阙如,还是进至紧随其后的主题为好。那便是诸般激情;关于这一点,我们此前曾承诺在单独的论篇中予以探讨,因为在我们看来,它们在一般的文辞以及崇高本身之中都占据着重要的一席。
- 44.7οὐ δὴ ἔχω λογιζόμενος εὑρεῖν, ὡς οἷόν τε
动词 ἔχω 接不定式 εὑρεῖν 构成表示能力的惯用句型(“能够发现/找出”),加否定词表示“我无法发现/明白”。其后接由 ὡς οἷόν τε(“如何可能”)引导的间接疑问句,伴随环境分词 λογιζόμενος(“无论如何思索”),整体表达一种强烈的无法想象或不可能的语气。
- 44.10ἀλλὰ μήποτε τοιούτοις οἷοί περ ἐσμὲν ἡμεῖς, ἄμεινον ἄρχεσθαι
μήποτε 在此表示委婉、审慎的断言(“或许……更好罢”或“恐怕……倒更好”)。谓语形容词 ἄμεινον 后省略了系动词(ἐστίν 或虚拟语气 ᾖ),而不定式 ἄρχεσθαι(“被统治”)在此充当真正的主语。
- 44.12περὶ ὧν ἐν ἰδίῳ προηγουμένως ὑπεσχόμεθα γράψειν ὑπομνήματι, τήν τε τοῦ ἄλλου λόγου καὶ αὐτοῦ τοῦ ὕψους μοῖραν ἐπεχόντων
句中的分词 ἐπεχόντων 为属格复数,而其逻辑上的先行词却是中性复数主格 τὰ πάθη。这种性数格的不一致属于破格句法(anacoluthon)或依义合应(constructio ad sensum),可能是受其前关系代词属格 ὧν 的引力所致,亦或是作为松散的独立属格结构附着于句尾。
