- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:43.1-43.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引希罗多德与泰奥彭波斯的例证,指出卑俗与厨房词汇的掺入会损害崇高文句的庄严,并主张应效法自然隐藏人体羞耻部位的做法,选用与崇高题材相称的高贵词辞。
Δεινὴ δ’ αἰσχῦναι τὰ μεγέθη καὶ ἡ μικρότης τῶν ὀνομάτων. παρὰ γοῦν τῷ Ἡροδότῳ κατὰ μὲν τὰ λήμματα δαιμονίως ὁ χειμὼν πέφρασται, τινὰ δὲ νὴ Δία περιέχει τῆς ὕλης ἀδοξότερα, καὶ τοῦτο μὲν ἴσως "ζεσάσης δὲ τῆς θαλάσσης," ὡς τὸ ζεσάσης πολὺ τὸ ὕψος περισπᾷ διὰ τὸ κακόστομον· ἀλλ’ "ὁ ἄνεμος" φησὶν "ἐκοπίασεν," καὶ τοὺς περὶ τὸ ναυάγιον δρασσομένους ἐξεδέχετο "τέλος ἀχάριστον." ἄσεμνον γὰρ τὸ κοπιάσαι ἰδιωτικόν, τὸ δ᾽ ἀχάριστον τηλικούτου πάθους ἀνοίκειον.
措辞的卑小同样极易损毁宏大。例如在希罗多德那里,就构思而言,风暴的描摹诚然精妙绝伦,但指宙斯起誓,其中确实包含着某些有损其题材尊严的字眼。或许这便是一例:“当大海沸腾时”——因为“沸腾”一词因其刺耳的声音而大损崇高;不仅如此,他还说“风变得筋疲力竭”,又说对于那些紧抓着残骸的人,等待他们的是“不受欢迎的结局”;因为“筋疲力竭”粗俗而有失体统,而“不受欢迎”用于如此重大的灾难则殊不相称。
ὁμοίως καὶ ὁ Θεόπομπος ὑπερφυῶς σκευάσας τὴν τοῦ Πέρσου κατάβασιν ἐπ’ Αἴγυπτον ὀνοματίοις τισὶ τὰ ὅλα διέβαλεν. "ποία γὰρ πόλις ἢ ποῖον ἔθνος τῶν κατὰ τὴν Ἀσίαν οὐκ ἐπρεσβεύετο πρὸς βασιλέα; τί δὲ τῶν ἐκ τῆς γῆς γεννωμένων ἢ τῶν κατὰ τέχνην ἐπιτελουμένων καλῶν ἢ τιμίων οὐκ ἐκομίσθη δῶρον ὡς αὐτόν; οὐ πολλαὶ μὲν καὶ πολυτελεῖς στρωμναὶ καὶ χλανίδες τὰ μὲν ἁλουργῆ, τὰ δὲ ποικιλτά, τὰ δὲ λευκά, πολλαὶ δὲ σκηναὶ χρυσαῖ κατεσκευασμέναι πᾶσι τοῖς χρησίμοις, πολλαὶ δὲ καὶ ξυστίδες καὶ κλῖναι πολυτελεῖς; ἔτι δὲ καὶ κοῖλος ἄργυρος καὶ χρυσὸς ἀπειργασμένος καὶ ἐκπώματα καὶ κρατῆρες, ὧν τοὺς μὲν λιθοκολλήτους, τοὺς δ’ ἄλλους ἀκριβῶς καὶ πολυτελῶς εἶδες ἂν ἐκπεπονημένους. πρὸς δὲ τούτοις ἀναρίθμητοι μὲν ὅπλων μυριάδες τῶν μὲν Ἑλληνικῶν, τῶν δὲ βαρβαρικῶν, ὑπερβάλλοντα δὲ τὸ πλῆθος ὑποζύγια καὶ πρὸς κατακοπὴν ἱερεῖα σιτευτά· καὶ πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δ’ οἱ θύλακοι καὶ σάκκοι καὶ χάρται βυβλίων καὶ τῶν ἄλλων ἁπάντων χρησίμων· τοσαῦτα δὲ κρέα τεταριχευμένα παντοδαπῶν ἱερείων, ὡς σωροὺς αὐτῶν γενέσθαι τηλικούτους, ὥστε τοὺς προσιόντας πόρρωθεν ὑπολαμβάνειν ὄχθους εἶναι καὶ λόφους ἀντωθουμένους."
同样,泰奥彭波斯以非凡的气势铺陈了波斯王远征埃及的场面,却因一些卑琐的字眼败坏了全局:“亚细亚有哪座城市或哪个民族没有向王派遣使节?大地所出产的,或由技艺制成的诸般美物与珍宝,又有何者未作为礼物奉献给他?难道没有许多奢华的褥垫和长袍,有的紫红,有的刺绣,有的洁白?没有许多配备了一切实用品的黄金帐篷,以及许多华服与贵重的卧榻?此外还有镂花的银器、精制的黄金、杯皿与调酒缸,你会看到其中一些镶嵌着宝石,另一些制作得精巧奢华。除此以外,还有数不尽的成万兵器,有希腊式的,有蛮族式的;数量惊人的驮畜,以及供屠宰的肥美牲畜;还有许多麦斗的调味品,许多皮袋、麻袋、纸草书卷以及所有其他实用品;还有极多各类牲畜腌制的肉类,以致肉堆如此巨大,远望之人竟以为那是土岗和相互挤压的山丘。”
ἐκ τῶν ὑψηλοτέρων εἰς τὰ ταπεινότερα ἀποδιδράσκει, δέον ποιήσασθαι τὴν αὔξησιν ἔμπαλιν·1 ἀλλὰ τῇ θαυμαστῇ τῆς ὅλης παρασκευῆς ἀγγελίᾳ παραμίξας τοὺς θυλάκους καὶ τὰ ἀρτύματα καὶ τὰ σακκία μαγειρείου τινὰ φαντασίαν ἐποίησεν. ὥσπερ γὰρ εἴ τις ἐπ’ αὐτῶν ἐκείνων τῶν προκοσμημάτων μεταξὺ τῶν χρυσίων καὶ λιθοκολλήτων κρατήρων καὶ ἀργύρου κοίλου σκηνῶν τε ὁλοχρύσων καὶ ἐκπωμάτων, φέρων μέσα ἔθηκεν θυλάκια καὶ σακκία, ἀπρεπὲς ἂν ἦν2 τῇ προσόψει τὸ ἔργον· οὕτω καὶ τῆς ἑρμηνείας τὰ τοιαῦτα ὀνόματα αἴσχη καὶ οἱονεὶ στίγματα καθίσταται παρὰ καιρὸν ἐγκαταταττόμενα.
他从更崇高之物跌落到了更卑微之物,而他本应当反过来进行层递加强;但他却在对全部宏伟准备的报道中掺入了口袋、调味品和小麻袋,制造出一种厨房般的意象。因为正如同若有人在那些华丽的陈设中间,在金器、嵌宝的调酒缸、镂花银器、纯金帐篷和杯皿之间,特意拿来小口袋和小麻袋放置在正中,其景象必定令人不快;同样,在表达中,这类字眼若在不合时宜之处被安插进来,也会成为丑陋之处和犹如斑点般的瑕疵。
παρέκειτο δ’ ὡς ὁλοσχερῶς ἐπελθεῖν3 καὶ ὡς ὄχθους λέγει συμβεβλῆσθαι, καὶ περὶ τῆς ἄλλης παρασκευῆς οὕτως ἁμάξας εἰπεῖν καὶ καμήλους καὶ πλῆθος ὑποζυγίων φορταγωγούντων πάντα τὰ πρὸς τρυφὴν καὶ ἀπόλαυσιν τραπεζῶν χορηγήματα, ἢ σωροὺς ὀνομάσαι παντοίων σπερμάτων καὶ τῶν ἅπερ διαφέρει πρὸς ὀψοποιΐας καὶ ἡδυπαθείας, ἢ εἴπερ πάντως ἐβούλετο αὐτάρκη οὕτως θεῖναι, καὶ ὅσα τραπεζοκόμων εἰπεῖν καὶ ὀψοποιῶν ἡδύσματα.
然而他本可以概括地处理,正如他说土岗堆积起来那样,就其余的物资同样言及大车、骆驼以及运载着供餐桌享乐与奢华的一切物资的无数驮畜;或者提及各类谷物以及凡有益于烹饪与口腹之欲的堆积物;或者如果他无论如何都想如此详尽地列出,亦可以说成是承办筵席者与厨师的所有调味珍馐。
οὐ γὰρ δεῖ καταντᾶν ἐν τοῖς ὕψεσιν εἰς τὰ ῥυπαρὰ καὶ ἐξυβρισμένα, ἂν μὴ σφόδρα ὑπό τινος ἀνάγκης συνδιωκώμεθα, ἀλλὰ τῶν πραγμάτων πρέποι ἂν καὶ τὰς φωνὰς ἔχειν ἀξίας4 καὶ μιμεῖσθαι τὴν δημιουργήσασαν φύσιν τὸν ἄνθρωπον ἥτις ἐν ἡμῖν τὰ μέρη τὰ ἀπόρρητα οὐκ ἔθηκεν ἐν προσώπῳ, οὐδὲ τὰ τοῦ παντὸς ὄγκου περιηθήματα, ἀπεκρύψατο δὲ ὡς ἐνῆν καὶ κατὰ τὸν Ξενοφῶντα τοὺς τούτων ὅτι πορρωτάτω ὀχετοὺς ἀπέστρεψεν, οὐδαμῆ καταισχύνασα τὸ τοῦ ὅλου ζῴου κάλλος.
因为在崇高的境界中,除非受到某种极度必然性的迫使,否则绝不应当堕入污秽与粗鄙之境;相反,让言语与事物本身相称,并效法创造了人类的自然,才是适宜的。自然未曾将我们隐秘的部位或整个躯体所滤出的排泄物置于面部,而是尽其所能将其隐蔽,并且如色诺芬所言,将这些通道引向尽可能遥远之处,丝毫没有损毁整个生物的美丽。
Ἀλλὰ γὰρ οὐκ ἐπ’ εἴδους ἐπείγει τὰ μικροποιὰ διαριθμεῖν· προϋποδεδειγμένων γὰρ τῶν ὅσα εὐγενεῖς καὶ ὑψηλοὺς ἐργάζεται τοὺς λόγους, δῆλον ὡς τὰ ἐναντία τούτων ταπεινοὺς ποιήσει κατὰ τὸ πλεῖστον καὶ ἀσχήμονας.
不过,我们没有必要逐一细数那些导致卑小的要素;因为既然那些使言辞高贵而崇高的因素此前已经阐明,显而易见,它们的对立面在绝大多数情况下都会使言辞变得低下而丑陋。
- 43.3δέον ποιήσασθαι τὴν αὔξησιν ἔμπαλιν
δέον 是源自无人称动词 δεῖ 的绝对宾格,表示转折或让步(“本应当……然而”)。中动不定词 ποιήσασθαι 支配宾语 τὴν αὔξησιν,意为“反向进行层递铺陈”。
- 43.3ὥσπερ γὰρ εἴ τις ... φέρων μέσα ἔθηκεν ... ἀπρεπὲς ἂν ἦν
该条件句构成非真实条件句(反事实假设):条件从句为 εἴ τις ... ἔθηκεν(不定过去时直陈式),结论从句为 ἀπρεπὲς ἂν ἦν(ἄν 搭配未完成过去时直陈式)。分词 φέρων 作伴随状语,形象地刻画了“特意拿来放置”的动作。
- 43.4παρέκειτο δ’ ὡς ὁλοσχερῶς ἐπελθεῖν
παρέκειτο 作无人称动词,意为“(某人本可以/有途径去……)”,以不定词 ἐπελθεῖν(“概括性地论及”)为主语。其后相并列的不定词(εἰπεῖν, ὀνομάσαι, εἰπεῖν)依次给出了作者本可采取的替代性修辞方案。
- 43.5τῶν πραγμάτων πρέποι ἂν καὶ τὰς φωνὰς ἔχειν ἀξίας
πρέποι ἄν(潜能希求法)表示委婉的主张或理所当然的要求(“应当/合宜……”)。在不定词短语 τὰς φωνὰς ἔχειν ἀξίας τῶν πραγμάτων 中,ἀξίας 作宾语 τὰς φωνὰς 的补足语(述语性形容词),意为“使言辞与事物相配”,τῶν πραγμάτων 是由形容词 ἀξίας 所支配的属格。
