← 伪朗吉努斯

论崇高

§35.1-35.5

追求崇高伟大的人类本性

作者探讨了柏拉图与吕西亚斯之差异,进而论述自然在人类心中植入对崇高伟大事物的向往,并指出超越常规的奇观远比毫无瑕疵的细小纯全更受推崇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

Ἐπὶ μέντοι τοῦ Πλάτωνος καὶ ἄλλη τίς ἐστιν, ὡς ἔφην, διαφορά· οὐ γὰρ μεγέθει τῶν ἀρετῶν ἀλλὰ καὶ τῷ πλήθει πολὺ λειπόμενος1 αὐτοῦ Λυσίας ὅμως πλεῖον ἔτι τοῖς ἁμαρτήμασι περιττεύει ἢ ταῖς ἀρεταῖς λείπεται.

然而谈及柏拉图时,正如我所言,还存在着另一种差异:因为吕西亚斯不仅在美德的崇伟上,而且在美德的数量上都远逊于柏拉图,但他缺陷的过剩程度,甚至比在美德上的欠缺还要严重。

§35.2

τί ποτ’ οὖν εἶδον οἱ ἰσόθεοι ἐκεῖνοι καὶ τῶν μεγίστων ἐπορεξάμενοι τῆς συγγραφῆς, τῆς δ’ ἐν ἅπασιν ἀκριβείας ὑπερφρονήσαντες; πρὸς πολλοῖς ἄλλοις ἐκεῖνο, ὅτι ἡ φύσις οὐ ταπεινὸν ἡμᾶς ζῷον οὐδ’ ἀγεννὲς ἔκρινε τὸν ἄνθρωπον,2 ἀλλ’ ὡς εἰς μεγάλην τινὰ πανήγυριν εἰς τὸν βίον καὶ εἰς τὸν σύμπαντα κόσμον ἐπάγουσα, θεατάς τινας τῶν ὅλων αὐτῆς ἐσομένους καὶ φιλοτιμοτάτους ἀγωνιστάς, εὐθὺς ἄμαχον ἔρωτα ἐνέφυσεν ἡμῶν ταῖς ψυχαῖς παντὸς ἀεὶ τοῦ μεγάλου καὶ ὡς πρὸς ἡμᾶς δαιμονιωτέρου.

那么,那些追求著作之至境、蔑视万事求精的如神之人究竟看到了什么?在诸多原因之外,他们尤其看到了这一点:自然并未将我们人类判定为卑微猥琐的造物,而是引领我们进入生命与整个宇宙,宛如将我们引至一场宏大的盛典,好让我们成为她全景的旁观者与极其热切的竞技者;自然随即便在我们的灵魂中植入了对一切永恒伟大且比我们自身更具神性的事物的不可遏制的爱慕。

§35.3

διόπερ τῇ θεωρίᾳ καὶ διανοίᾳ τῆς ἀνθρωπίνης ἐπιβολῆς οὐδ’ ὁ σύμπας κόσμος ἀρκεῖ, ἀλλὰ καὶ τοὺς τοῦ περιέχοντος πολλάκις ὅρους ἐκβαίνουσιν αἱ ἐπίνοιαι, καὶ εἴ τις περιβλέψαιτο ἐν κύκλῳ τὸν βίον, ὅσῳ πλέον ἔχει τὸ περιττὸν ἐν πᾶσι καὶ μέγα καὶ καλόν, ταχέως εἴσεται, πρὸς ἃ γεγόναμεν.

因此,即使整个宇宙也无法满足人类进取之心的沉思与构想,反之,人的遐思常常跨越包围着我们的宇宙边界。若有人环顾周遭的生活,看那非凡、伟大与崇美之物在万象中占据何等优势,他便能迅速知晓我们因何而生。

§35.4

ἔνθεν φυσικῶς πως ἀγόμενοι μὰ Δἴ οὐ τὰ μικρὰ ῥεῖθρα θαυμάζομεν, εἰ καὶ διαυγῆ καὶ χρήσιμα, ἀλλὰ τὸν Νεῖλον καὶ Ἴστρον ἢ Ῥῆνον, πολὺ δ’ ἔτι μᾶλλον τὸν Ὠκεανόν· οὐδέ γε τὸ ὑφ’ ἡμῶν τουτὶ φλογίον ἀνακαιόμενον, ἐπεὶ καθαρὸν σῴζει τὸ φέγγος, ἐκπληττόμεθα τῶν οὐρανίων μᾶλλον,3 καίτοι πολλάκις ἐπισκοτουμένων, οὐδὲ τῶν τῆς Αἴτνης κρατήρων ἀξιοθαυμαστότερον νομίζομεν, ἧς αἱ ἀναχοαὶ πέτρους τε ἐκ βυθοῦ καὶ ὅλους ὄχθους ἀναφέρουσι καὶ ποταμοὺς ἐνίοτε τοῦ γηγενοῦς ἐκείνου καὶ αὐτοῦ μόνου προχέουσιν πυρός.

由此,我们顺应自然的某种驱使,指宙斯起誓,绝不赞叹细小的清流,哪怕它们澄澈且实用,而赞叹尼罗河、伊斯特罗斯河或莱茵河,更赞叹浩瀚的大洋;我们对自己点燃的、保持着纯净光芒的这撮微弱火苗,绝不至于比对天体群星更加惊叹,哪怕星辰常被遮蔽;我们也不会认为微火比埃特纳火山的火山口更令人称奇,那火口从地底深处喷出巨石与整座山冈,有时倾泻出唯有那大地所生的纯粹火焰之河流。

§35.5

ἀλλ’ ἐπὶ τῶν τοιούτων ἁπάντων ἐκεῖν’ ἂν εἴποιμεν, ὡς εὐπόριστον μὲν ἀνθρώποις τὸ χρειῶδες ἢ καὶ ἀναγκαῖον, θαυμαστὸν δ’ ὅμως ἀεὶ τὸ παράδοξον.

但对于所有此类事物,我们可以这般断言:于人类而言,实用之物乃至必需之物皆唾手可得,然而令人赞叹的,终究永远是超迈寻常的奇观。

语法注3 条
  1. 35.1οὐ γὰρ μεγέθει τῶν ἀρετῶν ἀλλὰ καὶ τῷ πλήθει πολὺ λειπόμενος

    此处省略了常见并列结构 οὐ [μόνον] ... ἀλλὰ καί(不仅……而且……)中的 μόνον。意指吕西亚斯不仅在美德的崇伟上不及,在数量上也同样远逊。

  2. 35.2οὐ ταπεινὸν ἡμᾶς ζῷον οὐδ’ ἀγεννὲς ἔκρινε τὸν ἄνθρωπον

    动词 ἔκρινε(判定,视为)支配的双重宾格结构。ἡμᾶς ... τὸν ἄνθρωπον 作直接宾语(“我们人类”),ταπεινὸν ... ζῷον οὐδ’ ἀγεννές 作宾语补足语(“卑微或下贱的生物”)。

  3. 35.4ἐκπληττόμεθα τῶν οὐρανίων μᾶλλον

    动词 ἐκπλήσσομαι 通常接宾格(此处宾语为 τὸ ... τουτὶ φλογίον),而 τῶν οὐρανίων 则是比较副词 μᾶλλον 所引导的比较属格(“比天体更加……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:35.1-35.5