← 伪朗吉努斯

论崇高

§36.1-36.4

天才的不朽赞誉与天赋同技艺的结合

作者阐明了文学中的伟大天才为何能超越微瑕而赢得不朽赞誉,以雕像为例对比了技艺的精微与自然的崇巨,并最终总结道:唯有天赋与技艺相互结合方可臻于完满。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

Οὐκοῦν ἐπί γε τῶν ἐν λόγοις μεγαλοφυῶν, ἐφ’ ὧν οὐκέτ’ ἔξω τῆς χρείας καὶ ὠφελείας πίπτει τὸ μέγεθος,1 προσήκει συνθεωρεῖν αὐτόθεν, ὅτι τοῦ ἀναμαρτήτου πολὺ ἀφεστῶτες οἱ τηλικοῦτοι ὅμως πάντες εἰσὶν ἐπάνω τοῦ θνητοῦ· καὶ τὰ μὲν ἄλλα τοὺς χρωμένους ἀνθρώπους ἐλέγχει, τὸ δ’ ὕψος ἐγγὺς αἴρει μεγαλοφροσύνης θεοῦ· καὶ τὸ μὲν ἄπταιστον οὐ ψέγεται, τὸ μέγα δὲ καὶ θαυμάζεται.

因此,谈及文学中那些宏伟的天才——在他们那里,伟大不再落于需要与实用之外——人们理当即刻洞悉,这样的人物虽然远非无懈可击,却全都超越了凡人。其他特质不过显明运用它们的人终究是凡人,而崇高则将人提升至接近神明的高阔胸襟;毫无过失固然免于责难,但伟大的成就更赢得赞叹。

§36.2

τί χρὴ πρὸς τούτοις ἔτι λέγειν, ὡς ἐκείνων τῶν ἀνδρῶν ἕκαστος ἅπαντα τὰ σφάλματα ἑνὶ ἐξωνεῖται πολλάκις ὕψει καὶ κατορθώματι, καὶ τὸ κυριώτατον, ὡς, εἴ γε ἐκλέξας τὰ Ὁμήρου, τὰ Δημοσθένους, τὰ Πλάτωνος, τῶν ἄλλων, ὅσοι δὴ μέγιστοι, παραπτώματα πάντα ὁμόσε συναθροίσειεν, ἐλάχιστον ἄν τι, μᾶλλον δ’ οὐδὲ πολλοστημόριον ἂν εὑρεθείη τῶν ἐκείνοις τοῖς ἥρωσι πάντη κατορθουμένων; διὰ ταῦθ’ ὁ πᾶς αὐτοῖς αἰὼν καὶ βίος, οὐ δυνάμενος ὑπὸ τοῦ φθόνου παρανοίας ἁλῶναι, φέρων ἀπέδωκε τὰ νικητήρια2 καὶ ἄχρι νῦν ἀναφαίρετα φυλάττει καὶ ἔοικε τηρήσειν, "ἔστ’ ἂν ὕδωρ τε ῥέῃ, καὶ δένδρεα μακρὰ τεθήλῃ."

在此之外,何须多言?那些作家中每个人常以一次崇高与成功赎回所有的过错;而最具决定性的是,若有人挑出荷马、德摩斯梯尼、柏拉图以及其他所有最伟大人物的全部过失并汇总在一处,比起那些巨擘全面达成的成功,这些过错岂不是会被发现不过是极微之物,甚至连九牛一毛也算不上吗?正因如此,不可能被嫉妒判定为精神错乱的整个时代与人类生命,欣然将胜利的桂冠授予他们,至今保持着不可剥夺的荣耀,并且看来还将守护下去: 只要江河依然流淌,高树依然繁茂。

§36.3

πρὸς μέντοι γε τὸν γράφοντα, ὡς ὁ Κολοσσὸς ὁ ἡμαρτημένος οὐ κρείττων ἢ ὁ Πολυκλείτου Δορυφόρος, παράκειται πρὸς πολλοῖς εἰπεῖν, ὅτι ἐπὶ μὲν τέχνης θαυμάζεται τὸ ἀκριβέστατον, ἐπὶ δὲ τῶν φυσικῶν ἔργων τὸ μέγεθος, φύσει δὲ λογικὸν ὁ ἄνθρωπος· κἀπὶ μὲν ἀνδριάντων ζητεῖται τὸ ὅμοιον ἀνθρώπῳ, ἐπὶ δὲ τοῦ λόγου τὸ ὑπεραῖρον, ὡς ἔφην, τὰ ἀνθρώπινα.

然而,对于那位写道“有缺陷的巨像并不胜于波利克莱托斯的《持矛者》”的论者,除了诸多反驳之外,我们尽可指出:在技艺中受赞叹的是至臻之精准,但在自然造化中受赞叹的是崇宏之巨,而人因本性便是有理智话语的存在;再者,在雕像中人们寻求的是肖似凡人,但在言辞中,正如我所言,人们寻求的却是超越凡尘。

§36.4

προσήκει δ’ ὅμως (ἀνακάμπτει γὰρ ἐπὶ τὴν ἀρχὴν ἡμῖν τοῦ ὑπομνήματος ἡ παραίνεσις), ἐπειδὴ τὸ μὲν ἀδιάπτωτον ὡς ἐπὶ τὸ πολὺ τέχνης ἐστὶ κατόρθωμα, τὸ δ’ ἐν ὑπεροχῇ πλὴν οὐχ ὁμότονον μεγαλοφυΐας, βοήθημα τῇ φύσει πάντη πορίζεσθαι τὴν τέχνην·3 ἡ γὰρ ἀλληλουχία τούτων ἴσως γένοιτ’ ἂν τὸ τέλειον. Τοσαῦτα ἦν ἀναγκαῖον ὑπὲρ τῶν προτεθέντων ἐπικρῖναι σκεμμάτων· χαιρέτω δ’ ἕκαστος οἷς ἥδεται.4

然而——因为我们的告诫又折回了本篇备忘录的开端——既然毫无失误多半是技艺的成就,而居于绝顶却难免不平整的卓越乃是宏伟天分的造就,那么,技艺理当被全方位地汲取以作为天资的辅助;盖因二者的相互结合,或许才能造就完美。 关于所提出的探讨议题,有必要做出这般评判;至于各人所喜好之事,便任其自乐即可。

语法注4 条
  1. 36.1ἐφ’ ὧν οὐκέτ’ ἔξω τῆς χρείας καὶ ὠφελείας πίπτει τὸ μέγεθος

    此关系从句承接前一节对自然奇观(江河、火山)的讨论(在自然中,奇观往往脱离实用价值 χρεία)。作者指出,在文学言辞中,崇高伟大(τὸ μέγεθος)不再游离于功用与实用之外,而是与益处相协调。

  2. 36.2φέρων ἀπέδωκε τὰ νικητήρια

    现在分词 φέρων 修饰动词 ἀπέδωκε,具有惯用色彩,表示拟人化的主语“整个时代与人类生命”(ὁ πᾶς αἰὼν καὶ βίος)“欣然”、“径自”将胜利冠冕(τὰ νικητήρια)呈献其前。

  3. 36.4προσήκει δ’ ὅμως (ἀνακάμπτει γὰρ ἐπὶ τὴν ἀρχὴν ἡμῖν τοῦ ὑπομνήματος ἡ παραίνεσις), ἐπειδὴ τὸ μὲν ἀδιάπτωτον ὡς ἐπὶ τὸ πολὺ τέχνης ἐστὶ κατόρθωμα, τὸ δ’ ἐν ὑπεροχῇ πλὴν οὐχ ὁμότονον μεγαλοφυΐας, βοήθημα τῇ φύσει πάντη πορίζεσθαι τὴν τέχνην

    非人称动词 προσήκει 的语法主语是后置的“对格+不定式”短语 βοήθημα τῇ φύσει πάντη πορίζεσθαι τὴν τέχνην(“使技艺全方位地作为天资的辅助而获提供”)。动词与其支配的主语短语之间被括号内的插入语及由 ἐπειδὴ 引导的长因果状语从句隔开,形成了大幅度离隔结构(hyperbaton)。

  4. 36.4χαιρέτω δ’ ἕκαστος οἷς ἥδεται

    χαιρέτω 是现在时第三人称单数命令式。与与格连用时构成习语,意为“听任各自满足于……”、“任各人自得其乐”。关系代词 οἷς 吸收了先行词(相当于 τούτοις ἅ 或 τούτοις οἷς),作 ἥδεται 的补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:36.1-36.4