- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:34.1-34.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将叙珀里得斯与狄摩西尼进行对比,指出前者虽兼具多样本领与优雅风致,但狄摩西尼那震撼人心的崇高气势、激情与神力才是确立绝对卓越的根本所在。
Εἰ δ’ ὅρῳ μὴ τῷ ἀληθεῖ κρίνοιτο τὰ κατορθώματα, οὕτως ἂν καὶ Ὑπερίδης τῷ παντὶ προέχοι Δημοσθένους. ἔστι γὰρ αὐτοῦ πολυφωνότερος καὶ πλείους ἀρετὰς ἔχων, καὶ σχεδὸν ὕπακρος ἐν πᾶσιν ὡς ὁ πένταθλος, ὥστε τῶν μὲν πρωτείων ἐν ἅπασι τῶν ἄλλων ἀγωνιστῶν λείπεσθαι, πρωτεύειν δὲ τῶν ἰδιωτῶν.1
倘若不以真正的尺度来评判各项成就,那么依此看来,叙珀里得斯亦将在一切方面完全压倒狄摩西尼。因为比起狄摩西尼,他的声音更为多变,兼备更多的优点,几乎在各项才艺上如五项全能运动员一般名列前茅,以至于在单项上虽皆落后于其他各项专长竞技者而失于夺魁,却在非专业人士中稳居第一。
ὁ μέν γε Ὑπερίδης πρὸς τῷ πάντα ἔξω γε τῆς συνθέσεως μιμεῖσθαι τὰ Δημοσθένεια κατορθώματα καὶ τὰς Λυσιακὰς ἐκ περιττοῦ περιείληφεν ἀρετάς τε καὶ χάριτας. καὶ γὰρ λαλεῖ μετὰ ἀφελείας ἔνθα χρή, καὶ οὐ πάντα ἑξῆς καὶ μονοτόνως ὡς ὁ Δημοσθένης λέγει· τό τε ἠθικὸν ἔχει μετὰ γλυκύτητος ἡδὺ λιτῶς ἐφηδυνόμενον· ἄφατοί τε περὶ αὐτόν εἰσιν ἀστεϊσμοί, μυκτὴρ πολιτικώτατος, εὐγένεια, τὸ κατὰ τὰς εἰρωνείας εὐπάλαιστρον, σκώμματα οὐκ ἄμουσα οὐδ᾽ ἀνάγωγα κατὰ τοὺς Ἀττικοὺς ἐκείνους, ἀλλ’ ἐπικείμενα, διασυρμός τε ἐπιδέξιος καὶ πολὺ τὸ κωμικὸν καὶ μετὰ παιδιᾶς εὐστόχου κέντρον, ἀμίμητον δὲ εἰπεῖν τὸ ἐν πᾶσι τούτοις ἐπαφρόδιτον· οἰκτίσασθαί τε προσφυέστατος, ἔτι δὲ μυθολογῆσαι κεχυμένος καὶ ἐν ὑγρῷ πνεύματι διεξοδεῦσαι ἔτι εὐκαμπὴς ἄκρως, ὥσπερ ἀμέλει τὰ μὲν περὶ τὴν Λητὼ ποιητικώτερα, τὸν δ’ ἐπιτάφιον ἐπιδεικτικῶς, ὡς οὐκ οἶδ’ εἴ τις ἄλλος, διέθετο.
确实,叙珀里得斯除了词序布局之外,在模仿狄摩西尼的一切成就的同时,还额外融合了吕西亚斯式的优点与风致。他在需要的地方以质朴的方式谈吐,而不像狄摩西尼那样通篇一律、单调沉闷地宣讲;他那富有品格描摹的韵味伴着温润的甘美,淡雅而不落痕迹;他身上有着难以尽述的机锋、极尽典雅的讥刺、高贵的气度、在反语中进退自如的机敏,以及仿效那些古雅典人的谐谑——非但不显粗野无文,反而恰中肯綮;他兼具娴熟的嘲弄、丰富的喜剧色彩,并带有寓于精当戏谑之中的尖刺,而在这一切之上更有无可比拟的风韵。他极擅激起哀怜,又善于流转畅达地铺陈神话,并在充溢流动的气息中极其自如地从容展开,正如他在关于勒托的论题上写得更具诗意,而在《悼亡辞》中展现出的华瞻炫彩,恐无他人能够企及。
ὁ δὲ Δημοσθένης ἀνηθοποίητος, ἀδιάχυτος, ἥκιστα ὑγρὸς ἢ ἐπιδεικτικός, ἁπάντων ἑξῆς τῶν προειρημένων κατὰ τὸ πλέον ἄμοιρος. ἔνθα μέντοι γελοῖος εἶναι βιάζεται καὶ ἀστεῖος, οὐ γέλωτα κινεῖ μᾶλλον ἢ καταγελᾶται, ὅταν δὲ ἐγγίζειν θέλῃ τῷ ἐπίχαρις εἶναι, τότε πλέον ἀφίσταται. τό γέ τοι περὶ Φρύνης ἢ Ἀθηνογένους λογίδιον ἐπιχειρήσας γράφειν ἔτι μᾶλλον ἂν Ὑπερίδην συνέστησεν.
然而狄摩西尼不长于摹刻性情,气韵不畅,最少流动之致与炫示之采,通篇对于前述种种优点绝大部分无缘得享。每当他勉力求取诙谐风趣时,不但未能博人一笑,反自招嘲弄;而每当他企图接近讨人喜欢的优雅时,却离之越远。假若他试图撰写关于弗里涅或阿忒诺革涅斯的小篇演说,只会更加衬托出叙珀里得斯的卓绝。
ἀλλ’ ἐπειδήπερ, οἶμαι, τὰ μὲν θατέρου καλά, καὶ εἰ πολλὰ, ὅμως ἀμεγέθη καρδίῃ νήφοντος ἀργὰ καὶ τὸν ἀκροατὴν ἠρεμεῖν ἐῶντα (οὐδεὶς γοῦν Ὑπερίδην ἀναγινώσκων φοβεῖται), ὁ δὲ ἔνθεν ἑλὼν τοῦ μεγαλοφυεστάτου καὶ ἐπ’ ἄκρον ἀρετὰς συντετελεσμένας, ὑψηγορίας τόνον, ἔμψυχα πάθη, περιουσίαν ἀγχίνοιαν τάχος, ἔνθα δὴ κύριον, τὴν ἅπασιν ἀπρόσιτον δεινότητα καὶ δύναμιν, ἐπειδὴ ταῦτα, φημί, ὡς θεόπεμπτα δεινὰ δωρήματα (οὐ γὰρ εἰπεῖν θεμιτὸν ἀνθρώπινα) ἀθρόα ἐς ἑαυτὸν ἔσπασεν, διὰ τοῦτο2 οἷς ἔχει καλοῖς ἅπαντας ἀεὶ νικᾷ καὶ ὑπὲρ ὧν οὐκ ἔχει,3 καὶ ὡσπερεὶ καταβροντᾷ καὶ καταφέγγει τοὺς ἀπ’ αἰῶνος ῥήτορας· καὶ θᾶττον ἄν τις κεραυνοῖς φερομένοις ἀντανοῖξαι τὰ ὄμματα δύναιτο, ἢ ἀντοφθαλμῆσαι τοῖς ἐπαλλήλοις ἐκείνου πάθεσιν.
但是,我认为,正因为前者的种种长处纵然众多,却缺乏宏伟之概,在清醒沉静的胸怀中显得沉闷懈怠,使听众始终安详泰然(至少未曾有人在阅读叙珀里得斯时感到畏怖);而后者却从最宏伟的天资中汲取了锤炼至绝顶的诸般品格——崇高言辞的激昂调门、鲜活饱满的激情、充沛丰饶的才思、机敏与神速,以及在那关乎根本之处,那常人不可企及的威猛与力量——我说,既然狄摩西尼将这些如同神赐的惊人禀赋(因为称之为人类之物乃是不敬)全数摄入自身之中,正因如此,他凭借自己所拥有的卓越之能,甚至超越了他所未曾具备的美德,永远压倒众人,仿若以雷霆轰击并以烈光笼罩了有史以来的所有雄辩家;人们睁开双眼直视迎面袭来的雷霆,也远比直视他那接踵而至的澎湃激情来得容易。
- 34.1ὡς ὁ πένταθλος, ὥστε τῶν μὲν πρωτείων ἐν ἅπασι τῶν ἄλλων ἀγωνιστῶν λείπεσθαι, πρωτεύειν δὲ τῶν ἰδιωτῶν
五项全能运动员(πένταθλος)比喻中的属格用法。τῶν ἄλλων ἀγωνιστῶν 是由动词 λείπεσθαι(逊色于、落后于)支配的比较属格,而 τῶν πρωτείων 则是表示脱离或丧失的夺格性属格(未能夺魁)。后半句中的 τῶν ἰδιωτῶν 则是动词 πρωτεύειν(在……中领先)所支配的范围/比较属格。此句形象地表达了五项全能者虽在单项上不及专长竞技者,却压倒普通非专业选手的第二流特征。
- 34.4ἀλλ’ ἐπειδήπερ, οἶμαι, τὰ μὲν θατέρου καλά... ἐπειδὴ ταῦτα, φημί... διὰ τοῦτο
长篇破格与复起句式(anacoluthon 与 resumption)。由句首的 ἀλλ’ ἐπειδήπερ(然而因为)引导的原因从句,因对比叙珀里得斯之优点的局限(τὰ μὲν θατέρου καλά)与狄摩西尼所汲取的崇高才赋(ὁ δέ)而大幅延展,随后通过插入语 φημί 以 ἐπειδὴ ταῦτα... διὰ τοῦτο(既然……正因如此)重新收束,引出主句的核心谓语动词 νικᾷ、καταβροντᾷ 以及 καταφέγγει。
- 34.4καὶ ὑπὲρ ὧν οὐκ ἔχει
紧凑的简略表达(brachylogy)。介词短语 ὑπὲρ ὧν οὐκ ἔχει(字面为“关于/超越于他所不具备的事物之上”)与前文的 οἷς ἔχει καλοῖς(凭借其所拥有的优点)形成对照。在与动词 νικᾷ 的协同中,它表达了狄摩西尼所具备的崇高品质不仅胜过他人,甚至足以抵偿并超越其自身所欠缺之品质的深层含义。
