- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:33.1-33.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者提出了根本的论题:带有瑕疵的崇高伟大与无懈可击的中庸孰优孰劣,并探讨优点的重大性是否胜过数量的繁多;通过荷马与阿波罗尼奥斯、品达与巴克基利德斯等文人的对比,主张崇高的伟大始终应居首位。
Φέρε δή, λάβωμεν τῷ ὄντι καθαρόν τινα συγγραφέα καὶ ἀνέγκλητον. ἆρ’ οὐκ ἄξιόν ἐστι διαπορῆσαι περὶ αὐτοῦ τούτου καθολικῶς, πότερόν ποτε κρεῖττον ἐν ποιήμασι καὶ λόγοις, μέγεθος ἐν ἐνίοις διημαρτημένοις, ἢ τὸ σύμμετρον μὲν ἐν τοῖς κατορθώμασιν, ὑγιὲς δὲ πάντη καὶ ἀδιάπτωτον; καὶ ἔτι νὴ Δία, πότερόν ποτε αἱ πλείους ἀρεταὶ τὸ πρωτεῖον ἐν λόγοις ἢ αἱ μείζους δικαίως ἂν φέροιντο; ἔστι γὰρ ταῦτ’ οἰκεῖα τοῖς περὶ ὕψους σκέμματα καὶ ἐπικρίσεως ἐξ ἅπαντος δεόμενα.
且让我们设想一位真正纯正而无可非议的作家。难道不值得就此问题作一普遍的探讨:在诗歌与散文中,究竟是带有某些过失的崇高伟大更好,还是在各项成就中保持适度、通篇健全且无懈可击更好?再者,指着宙斯发问,究竟是数量更多的优点,还是更为重大的优点,理应摘取文辞的桂冠?因为这些都是切合崇高论的考察,且无论如何都迫切需要作出判定。
ἐγὼ δ᾽ οἶδα μέν, ὡς αἱ ὑπερμεγέθεις φύσεις ἥκιστα καθαραί· τὸ γὰρ ἐν παντὶ ἀκριβὲς κίνδυνος μικρότητος, ἐν δὲ τοῖς μεγέθεσιν, ὥσπερ ἐν τοῖς ἄγαν πλούτοις, εἶναί τι χρὴ καὶ παρολιγωρούμενον· μήποτε δὲ τοῦτο καὶ ἀναγκαῖον ᾖ, τὸ τὰς μὲν ταπεινὰς καὶ μέσας φύσεις διὰ τὸ μηδαμῆ παρακινδυνεύειν μηδὲ ἐφίεσθαι τῶν ἄκρων ἀναμαρτήτους ὡς ἐπὶ τὸ πολὺ καὶ ἀσφαλεστέρας διαμένειν, τὰ δὲ μεγάλα ἐπισφαλῆ δι’ αὐτὸ γίνεσθαι τὸ μέγεθος.1
我固然明知,凡是极度伟大的天资最难以保持纯正;因为在每一处细微处的工巧必有流于琐碎狭隘的危险,而在宏伟之作中,犹如在巨额的财富中一样,必须有某些不受拘泥而被忽略之物。或许这也是必然的规律:低下与中庸的天资,正因为它们从不冒险,也不企求极境,因而大体上不易犯错,且能保持得更为稳妥;而伟大的事物却因其本身的宏伟而变得岌岌可危。
ἀλλὰ μὴν οὐδὲ ἐκεῖνο ἀγνοῶ τὸ δεύτερον, ὅτι φύσει πάντα τὰ ἀνθρώπεια ἀπὸ τοῦ χείρονος ἀεὶ μᾶλλον ἐπιγινώσκεται καὶ τῶν μὲν ἁμαρτημάτων ἀνεξάλειπτος ἡ μνήμη παραμένει, τῶν καλῶν δὲ ταχέως ἀπορρεῖ.
然而我也不曾忽视第二点事实:人世间的一切事物,本性上总是更容易从恶劣的一面被人识辨,过失的记忆历久不磨,而美好之事的记忆却迅速流逝。
παρατεθειμένος δ’ οὐκ ὀλίγα καὶ αὐτὸς ἁμαρτήματα καὶ Ὁμήρου καὶ τῶν ἄλλων, ὅσοι μέγιστοι, καὶ ἥκιστα τοῖς πταίσμασιν ἀρεσκόμενος, ὅμως δὲ οὐχ ἁμαρτήματα μᾶλλον αὐτὰ ἑκούσια καλῶν ἢ παροράματα δι’ ἀμέλειαν εἰκῆ που καὶ ὡς ἔτυχεν ὑπὸ μεγαλοφυΐας ἀνεπιστάτως παρενηνεγμένα, οὐδὲν ἧττον οἶμαι τὰς μείζονας ἀρετάς, εἰ καὶ μὴ ἐν πᾶσι διομαλίζοιεν, τὴν τοῦ πρωτείου ψῆφον μᾶλλον ἀεὶ φέρεσθαι,2 κἂν εἰ μὴ δι’ ἑνὸς ἑτέρου, τῆς μεγαλοφροσύνης αὐτῆς ἕνεκα· ἐπείτοιγε καὶ ἄπτωτος ὁ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναύταις ποιητὴς κἀν τοῖς βουκολικοῖς πλὴν ὀλίγων τῶν ἔξωθεν ὁ Θεόκριτος ἐπιτυχέστατος, ἆρ’ οὖν Ὅμηρος ἂν μᾶλλον ἢ Ἀπολλώνιος ἐθέλοις γενέσθαι;
我自己亦在荷马及其他所有最伟大的作家笔下指出过不少过失,且绝非以此类跌踬为乐;然而,与其称它们为蓄意的罪过,毋宁说是出于疏忽的疏漏,是伟大才华在不经意间偶然而随性夹带而来的。即便如此,我认为那些更为重大的优点,哪怕无法处处保持平整划一,纵使没有其他任何缘由,单凭那高尚的心智本身,亦应始终赢得首位的投票。事实上,阿波罗尼奥斯在《阿尔戈英雄纪》中是一位毫无过失的诗人,而忒奥克里托斯在田园诗中除少数游离之作外亦极为成功,那么,你是否宁愿成为荷马而非阿波罗尼奥斯呢?
τί δέ; Ἐρατοσθένης ἐν τῇ Ἠριγόνῃ (διὰ πάντων γὰρ ἀμώμητον τὸ ποιημάτιον) Ἀρχιλόχου πολλὰ καὶ ἀνοικονόμητα παρασύροντος, κἀκείνης τῆς ἐκβολῆς τοῦ δαιμονίου πνεύματος, ἣν ὑπὸ νόμον τάξαι δύσκολον, ἆρα δὴ μείζων ποιητής;3 τί δ’; ἐν μέλεσι μᾶλλον ἂν εἶναι Βακχυλίδης ἕλοιο ἢ Πίνδαρος καὶ ἐν τραγῳδίᾳ Ἴων ὁ Χῖος ἢ νὴ Δία Σοφοκλῆς;ἐπειδὴ οἱ μὲν ἀδιάπτωτοι καὶ ἐν τῷ γλαφυρῷ πάντη κεκαλλιγραφημένοι· ὁ δὲ Πίνδαρος καὶ ὁ Σοφοκλῆς ὁτὲ μὲν οἷον πάντα ἐπιφλέγουσι τῇ φορᾷ, σβέννυνται δ’ ἀλόγως πολλάκις, καὶ πίπτουσιν ἀτυχέστατα. ἢ οὐδεὶς ἂν εὖ φρονῶν ἑνὸς δράματος, τοῦ Οἰδίποδος, εἰς ταὐτὸ συνθεὶς τὰ Ἴωνος ἀντιτιμήσαιτο ἑξῆς;
再说,厄拉托斯忒尼在《厄里戈涅》中(因为那首小诗通篇完美无瑕),相比于席卷着诸多纷乱无章之物的阿耳基洛科斯,以及那难以归于规矩之下的神圣灵感之迸发,难道是更为伟大的诗人吗?又如在抒情诗中,你宁愿成为巴克基利德斯而非品达吗?在悲剧领域中,指着宙斯发问,你宁愿成为希俄斯的扬而非索福克勒斯吗?因为前者毫无瑕疵,在精致的风格上通体镂金错彩;而品达与索福克勒斯有时固然以其奔涌的气势点燃一切,却常常无端地熄灭,跌落得极为惨痛。抑或任何神智清醒的人,都不会把扬的所有剧作并置合观,去与一部剧作《俄狄浦斯》相抗衡?
- 33.2μήποτε δὲ νοῦτο καὶ ἀναγκαῖον ᾖ, τὸ τὰς μὲν ταπεινὰς καὶ μέσας φύσεις ... διαμένειν, τὰ δὲ μεγάλα ἐπισφαλῆ δι’ αὐτὸ γίνεσθαι τὸ μέγεθος.
μήποτε ... ᾖ 搭配虚拟式,在此表委婉推测或谨慎断言(“或许这确实是……”)。其后带冠词的不定式结构 τὸ ... διαμένειν ... γίνεσθαι 作 τοῦτο 的同位语(解说性用法),具体阐明其内涵。
- 33.4παρατεθειμένος δ’ οὐκ ὀλίγα καὶ αὐτὸς ἁμαρτήματα ... οὐδὲν ἧττον οἶμαι τὰς μείζονας ἀρετάς ... τὴν τοῦ πρωτείου ψῆφον μᾶλλον ἀεὶ φέρεσθαι
句子的核心骨架为不定式宾语从句 οἶμαι τὰς μείζονας ἀρετὰς ... φέρεσθαι(“我认为那些更为重大的优点应赢得……”)。句首的完成时分词 παρατεθειμένος 以及现在时分词 καλῶν 与主句主语(“我”)相一致,带有让步性副词色彩(“我虽然指出过……且称之为……,然而仍然……”)。尽管中间插入了长篇的修饰成分及条件句 εἰ καὶ μή,整句结构均统摄于主动词 οἶμαι 之下。
- 33.5Ἐρατοσθένης ἐν τῇ Ἠριγόνῃ ... Ἀρχιλόχου πολλὰ καὶ ἀνοικονόμητα παρασύροντος, κἀκείνης τῆς ἐκβολῆς τοῦ δαιμονίου πνεύματος, ἣν ὑπὸ νόμον τάξαι δύσκολον, ἆρα δὴ μείζων ποιητής;
围绕表语比较级 μείζων ποιητής 构成的比较句。主语为 Ἐρατοσθένης。与其相较的第二比较项,由属格独立结构(Ἀρχιλόχου ... παρασύροντος)及与之并列的名词属格短语(κἀκείνης τῆς ἐκβολῆς...)充当,在情境修饰中兼具比较属格的功能。该句因对阿耳基洛科斯才华的大篇幅描绘而形成了跨距较大的超步法(hyperbaton)。
