- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:32.1-32.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了隐喻的数量与使用时机,指出强烈的激情与崇高方能使大胆重叠的隐喻成立。他以柏拉图的人体描写为例,论述了比喻过度的危险,并驳斥了凯基利乌斯借此贬低柏拉图而偏袒吕西亚斯的偏狭态度。
Περὶ δὲ πλήθους μεταφορῶν ὁ μὲν Κεκίλιος ἔοικε συγκατατίθεσθαι τοῖς δύο ἢ τὸ πλεῖστον τρεῖς ἐπὶ ταὐτοῦ νομοθετοῦσι τάττεσθαι. ὁ γὰρ Δημοσθένης ὅρος καὶ τῶν τοιούτων. ὁ τῆς χρείας δὲ καιρός, ἔνθα τὰ πάθη χειμάρρου δίκην ἐλαύνεται, καὶ τὴν πολυπλήθειαν αὐτῶν ὡς ἀναγκαίαν ἐνταῦθα συνεφέλκεται.
关于隐喻的数量,凯基利乌斯似乎赞同那些规定在同一处只宜安排两个或至多三个的人。因为狄摩西尼亦是此类事宜的典范。而使用隐喻的适当时机,正在于激情如山洪般汹涌奔流之处,此时连同那大量的隐喻亦被视作不可或缺而被顺势带出。
"ἄνθρωποι" φησὶ "μιαροὶ καὶ κόλακες, ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας,1 τὴν ἐλευθερίαν προπεπωκότες πρότερον Φιλίππῳ, νυνὶ δὲ Ἀλεξάνδρῳ, τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονίαν, τὴν δ’ ἐλευθερίαν καὶ τὸ μηδένα ἔχειν δεσπότην, ἃ τοῖς πρότερον Ἕλλησιν ὅροι τῶν ἀγαθῶν ἦσαν καὶ κανόνες, ἀνατετροφότες." ἐνταῦθα τῷ πλήθει τῶν τροπικῶν ὁ κατὰ τῶν προδοτῶν ἐπιπροσθεῖ τοῦ ῥήτορος θυμός.
“这些败类”,他说,“这些谄媚之徒,各自戕害了自己的祖国,先将自由奉献给腓力,如今又献给亚历山大,用肚腹和最可耻的事物来衡量幸福,却颠覆了自由与不事主人的地位——这本是往昔希腊人善的标准与准则。” 在这里,演说家针对叛国者的愤怒遮蔽了辞格的繁密。
διόπερ ὁ μὲν Ἀριστοτέλης καὶ ὁ Θεόφραστος μειλίγματά φασί τινα τῶν θρασειῶν εἶναι ταῦτα μεταφορῶν, τὸ ὡσπερεὶ φάναι καὶ οἱονεὶ2 καὶ εἰ χρὴ τοῦτον εἰπεῖν τὸν τρόπον καὶ εἰ δεῖ παρακινδυνευτικώτερον λέξαι. ἡ γὰρ ὑποτίμησις, φασίν, ἰᾶται τὰ τολμηρά.
正因如此,亚里斯多德与泰奥弗拉斯托斯声称,对于大胆的隐喻有某些缓和之辞,即说“可以说”、“仿佛”,以及“如果必须用这种方式表达的话”,还有“如果需要作更具冒险性的表述的话”。因为他们认为,这种自我谦抑能医治过于大胆的表达。
ἐγὼ δὲ καὶ ταῦτα μὲν ἀποδέχομαι, ὅμως δὲ πλήθους καὶ τόλμης μεταφορῶν, ὅπερ ἔφην κἀπὶ τῶν σχημάτων, τὰ εὔκαιρα καὶ σφοδρὰ πάθη καὶ τὸ γενναῖον ὕψος εἶναί φημι ἴδιά τινα ἀλεξιφάρμακα, ὅτι τῷ ῥοθίῳ τῆς φορᾶς ταυτὶ πέφυκεν ἅπαντα τἆλλα παρασύρειν καὶ προωθεῖν, μᾶλλον δὲ καὶ ὡς ἀναγκαῖα πάντως εἰσπράττεσθαι τὰ παράβολα, καὶ οὐκ ἐᾷ τὸν ἀκροατὴν σχολάζειν περὶ τὸν τοῦ πλήθους ἔλεγχον διὰ τὸ συνενθουσιᾶν τῷ λέγοντι.
然而,我虽亦接受这些做法,但我仍坚持认为——正如我在论及修辞格时所说的那样——适时而强烈的激情与高贵的崇高,才是应对隐喻数量繁多与大胆用意的独特解药;因为它们凭借奔涌的气势天然地冲刷并向前推挤其余一切事物,更确切地说,甚至将冒险的表达作为完全必然之物加以要求,并且由于听众与讲话者同生狂热,故而不容听众留有闲暇去审查其数量。
ἀλλὰ μὴν ἔν γε ταῖς τοπηγορίαις καὶ διαγραφαῖς οὐκ ἄλλο τι οὕτως κατασημαντικὸν ὡς οἱ συνεχεῖς καὶ ἐπάλληλοι τρόποι. δι’ ὧν καὶ παρὰ Ξενοφῶντι ἡ τἀνθρωπίνου σκήνους ἀνατομὴ πομπικῶς καὶ ἔτι μᾶλλον ἀναζωγραφεῖται θείως παρὰ τῷ Πλάτωνι. τὴν μὲν κεφαλὴν αὐτοῦ φησιν ἀκρόπολιν, ἰσθμὸν δὲ μέσον διῳκοδομῆσθαι μεταξὺ τοῦ στήθους τὸν αὐχένα, σφονδύλους τε ὑπεστηρῖχθαί φησιν οἷον στρόφιγγας, καὶ τὴν μὲν ἡδονὴν ἀνθρώποις εἶναι κακοῦ δέλεαρ, γλῶσσαν δὲ γεύσεως δοκίμιον· ἄναμμα δὲ τῶν φλεβῶν τὴν καρδίαν καὶ πηγὴν τοῦ περιφερομένου σφοδρῶς αἵματος, εἰς τὴν δορυφορικὴν οἴκησιν κατατεταγμένην· τὰς δὲ διαδρομὰς τῶν πόρων ὀνομάζει στενωπούς· "τῇ δὲ πηδήσει τῆς καρδίας, ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐπεγέρσει, ἐπειδὴ διάπυρος ἦν, ἐπικουρίαν μηχανώμενοι" φησὶ "τὴν τοῦ πλεύμονος ἰδέαν ἐνεφύτευσαν, μαλακὴν καὶ ἄναιμον καὶ σήραγγας ἐντὸς ἔχουσαν οἷον μάλαγμα, ἵν’ ὁ θυμὸς ὁπότ’ ἐν αὐτῇ ζέσῃ, πηδῶσα εἰς ὑπεῖκον μὴ λυμαίνηται." καὶ τὴν μὲν τῶν ἐπιθυμιῶν οἴκησιν προσεῖπεν ὡς γυναικωνῖτιν, τὴν τοῦ θυμοῦ δὲ ὥσπερ ἀνδρωνῖτιν· τόν γε μὴν σπλῆνα τῶν ἐντὸς μαγεῖον, ὅθεν πληρούμενος τῶν ἀποκαθαιρομένων μέγας καὶ ὕπουλος αὔξεται. "μετὰ δὲ ταῦτα σαρξὶ πάντα" φησί "κατεσκίασαν, προβολὴν τῶν ἔξωθεν τὴν σάρκα, οἷον τὰ πιλήματα, προθέμενοι·" νομὴν δὲ σαρκῶν ἔφη τὸ αἷμα· τῆς δὲ τροφῆς ἕνεκα, φησί, διωχέτευσαν τὸ σῶμα, τέμνοντες ὥσπερ ἐν κήποις ὀχετούς, ὡς ἔκ τινος νάματος ἐπιόντος, ἀραιοῦ ὄντος αὐλῶνος τοῦ σώματος,3 τὰ τῶν φλεβῶν ῥέοι νάματα. ἡνίκα δὲ ἡ τελευτὴ παραστῇ, λύεσθαί φησι τὰ τῆς ψυχῆς οἱονεὶ νεὼς πείσματα, μεθεῖσθαί τε αὐτὴν ἐλευθέραν.
然而在方位描写与生动的摹画中,确实没有什么比连续且叠出的转义辞格更能充分传达意旨的了。正是通过这些修辞,色诺芬将人类肉身的解剖描写得极其华丽,而在柏拉图笔下则更为神妙地展现出来。他称人的头部为卫城;在头与胸之间筑有颈部作为地峡,脊椎骨如合页般支撑在下;快感是人类恶之诱饵,舌头是品味的试金石;心脏是血管的结穴与疾驰血液的源泉,驻扎在卫兵的居所;他将各条管道的通道称为狭窄的街道;“鉴于对可怕事物的预料和怒气的勃发,心脏跳动且炽热难耐,为了设计援助,”他说,“他们植入了肺的构造,柔软、无血,且内部含有海绵般的空隙以充当缓冲,以便当怒气在其中沸腾时,心脏跳向顺应之物而不致受损。” 他又将欲望的居所称为内闱,将怒气的居所比作前厅;而脾脏则是内脏的抹布,因而脾脏因排泄物充满而胀大溃烂。 “在此之后,他们用肉遮蔽了一切,”他说,“将肉作为抵御外物的屏障置于前方,犹如毡垫一般;”他又称血液为肉的养料;并说为了汲取营养,他们给身体开凿了水渠,宛如在园中开掘沟渠,以便在身体作为疏松管道的情况下,血管的细流能如来自某处涌泉般潺潺流淌。而当临终来临之际,他说灵魂的缆绳宛如船缆般解开,灵魂便被释放而得自由。
ταῦτα καὶ τὰ παραπλήσια μυρί’ ἄττα ἐστὶν ἑξῆς· ἀπόχρη δὲ τὰ δεδηλωμένα, ὡς μεγάλαι τε φύσιν εἰσὶν αἱ τροπικαί, καὶ ὡς ὑψηλοποιὸν αἱ μεταφοραί, καὶ ὅτι οἱ παθητικοὶ καὶ φραστικοὶ κατὰ τὸ πλεῖστον αὐταῖς χαίρουσι τόποι.
这些以及无数类似的事例接踵而至;然而已说明的内容便已足够证明:转义表达天性雄奇,隐喻能成就崇高,且充满激情与描写性的段落大抵喜用隐喻。
ὅτι μέντοι καὶ ἡ χρῆσις τῶν τρόπων, ὥσπερ τἆλλα πάντα καλὰ ἐν λόγοις, προαγωγὸν ἀεὶ πρὸς τὸ ἄμετρον, δῆλον ἤδη, κἂν ἐγὼ μὴ λέγω. ἐπὶ γὰρ τούτοις καὶ τὸν Πλάτωνα οὐχ ἥκιστα διασύρουσι, πολλάκις ὥσπερ ὑπὸ βακχείας τινὸς τῶν λόγων εἰς ἀκράτους καὶ ἀπηνεῖς μεταφορὰς καὶ εἰς ἀλληγορικὸν στόμφον ἐκφερόμενον. "οὐ γὰρ ῥᾴδιον ἐπινοεῖν" φησὶν "ὅτι πόλιν εἶναι δεῖ δίκην κρατῆρος κεκερασμένην, οὗ μαινόμενος μὲν οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δ’ ὑπὸ νήφοντος ἑτέρου θεοῦ, καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πόμα καὶ μέτριον ἀπεργάζεται." νήφοντα γάρ, φασί, θεὸν τὸ ὕδωρ λέγειν, κόλασιν δὲ τὴν κρᾶσιν, ποιητοῦ τινος τῷ ὄντι οὐχὶ νήφοντός ἐστι.
然而,辞格的运用亦如言辞中所有其他美好的事物一样,始终易于导向无度,即便我不说,这亦是显而易见的。因为人们在此类事情上对柏拉图的非议尤多,责怪他往往宛如受某种言辞的酒神狂热驱使,流于生硬不和的隐喻与寓言式的夸饰。 “因为不易设想,”他说,“城邦应当宛如调酒缸般调和,其中倾入的狂暴之酒沸腾咆哮,然而在另一位清醒的神祇惩处下,结成美好的契约,造就出醇美而克制的饮品。” 因为他们说,将水称为“清醒的神祇”,将调和称为“惩处”,实乃出自一位真正不清醒的诗人之手。
τοῖς τοιούτοις ἐλαττώμασιν ἐπιχειρῶν ὅμως αὐτὸ καὶ ὁ Κεκίλιος ἐν τοῖς ὑπὲρ Λυσίου συγγράμμασιν ἀπεθάρρησε τῷ παντὶ Λυσίαν ἀμείνω Πλάτωνος ἀποφήνασθαι, δυσὶ πάθεσι χρησάμενος ἀκρίτοις· φιλῶν γὰρ τὸν Λυσίαν ὡς οὐδ’ αὐτὸς αὑτόν, ὅμως μᾶλλον μισεῖ τῷ παντὶ Πλάτωνα ἢ Λυσίαν φιλεῖ. πλὴν οὗτος μὲν ὑπὸ φιλονεικίας, οὐδὲ τὰ θέματα ὁμολογούμενα, καθάπερ ᾠήθη. ὡς γὰρ ἀναμάρτητον καὶ καθαρὸν τὸν ῥήτορα προφέρει πολλαχῇ διημαρτημένου τοῦ Πλάτωνος, τὸ δ᾽ ἦν ἄρα οὐχὶ τοιοῦτον, οὐδὲ ὀλίγου δεῖ.4
凯基利乌斯抓住此类瑕疵,竟在《论吕西亚斯》的著作中,为两种未经审慎审断的偏情所驱使,公然宣称吕西亚斯全然优于柏拉图:因为他爱吕西亚斯胜过吕西亚斯自爱,然而他对柏拉图的全盘仇恨,却比他对吕西亚斯的爱还要深。然而他这是出于好胜争强,其立论的前提也并不像他所设想的那样公认无疑。因为他将这位演说家描绘为无可挑剔且纯洁无瑕,而柏拉图则在多处犯错;但事实绝非如此,甚至相去甚远。
- 32.2ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας
中被动态完成时分词 ἠκρωτηριασμένοι 带有宾格短语 τὰς ἑαυτῶν ἕκαστοι πατρίδας,既可理解为关系宾格(表示在自身的城邦方面受到残害),亦可理解为取中动态及物用法,意为“亲手残害/肢解了各自的祖国”。此处按及物中动态理解更为自然强劲。
- 32.3τὸ ὡσπερεὶ φάναι καὶ οἱονεὶ
中性定冠词 τό 将随后的不定式 φάναι 及所引用的短语(ὡσπερεί, οἱονεί 等)加以名词化,整体作为 εἶναι 的主语/同位成分,列举缓和过激隐喻的习用辞。
- 32.5ἀραιοῦ ὄντος αὐλῶνος τοῦ σώματος
属格绝对分词结构。τοῦ σώματος 是逻辑主语,ἀραιοῦ αὐλῶνος 作表语(“身体作为多孔疏松的管道”)。
- 32.8οὐδὲ ὀλίγου δεῖ
成语 ὀλίγου δεῖ(“差一点”、“几乎”)加上 οὐδέ,构成了强烈的否定惯用语,意为“绝非如此”、“甚至差之甚远”。
