- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:3.1-3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引悲剧及修辞中的拙劣范例,分析了冒充崇高的三种文体缺陷:浮夸(肿胀)、幼稚(书生气)以及不合时宜的情感狂乱(假狂乱)。
" καὶ καμίνου σχῶσι μάκιστον σέλας. εἰ γάρ τιν’ ἑστιοῦχον ὄψομαι μόνον, μίαν παρείρας πλεκτάνην χειμάρροον, στέγην πυρώσω καὶ κατανθρακώσομαι· νῦν δ’ οὐ κέκραγά πω τὸ γενναῖον μέλος." οὐ τραγικὰ ἔτι ταῦτα, ἀλλὰ παρατράγῳδα, αἱ πλεκτάναι, καὶ τὸ πρὸς οὐρανὸν ἐξεμεῖν, καὶ τὸ τὸν Βορέαν αὐλητὴν ποιεῖν, καὶ τὰ ἄλλα ἑξῆς· τεθόλωται γὰρ τῇ φράσει καὶ τεθορύβηται ταῖς φαντασίαις μᾶλλον ἢ δεδείνωται, κἂν ἕκαστον αὐτῶν πρὸς αὐγὰς ἀνασκοπῇς, ἐκ τοῦ φοβεροῦ κατ’ ὀλίγον ὑπονοστεῖ πρὸς τὸ εὐκαταφρόνητον. ὅπου δ᾽ ἐν τραγῳδίᾳ, πράγματι ὀγκηρῷ φύσει καὶ ἐπιδεχομένῳ στόμφον, ὅμως τὸ παρὰ μέλος οἰδεῖν ἀσύγγνωστον, σχολῇ γ’ ἂν οἶμαι λόγοις ἀληθινοῖς ἁρμόσειεν.1
“让它们聚起熔炉最炽热的烈焰。 因我只要瞥见任何一个守灶之人, 便织入一道洪流般的涡卷, 点燃屋宇并将其化作焦炭; 但我至今尚未高声唱出那高贵的曲调。” 这些词句已不再是悲剧,而是对悲剧的拙劣模仿:“涡卷”、“向着天空呕吐”、将玻瑞阿斯变成“吹笛人”,以及接续而来的其他表达。因为其措辞已然混浊,受表象的骚扰多于被赋予凛然之势;且若将它们每一处都放在阳光下细察,便会由令人畏惧之物逐渐退堕为可鄙之物。既然在悲剧这种本性庄重且允许夸张铺张的体裁中,失谐的肿胀尚且是不可原谅的,那么我想,它就更不可能适于真实的言辞了。
ταύτῃ καὶ τὰ τοῦ Λεοντίνου Γοργίου γελᾶται γράφοντος "Ξέρξης ὁ τῶν Περσῶν Ζεύς," καὶ "Γῦπες ἔμψυχοι τάφοι," καί τινα τῶν Καλλισθένους ὄντα οὐχ ὑψηλὰ ἀλλὰ μετέωρα, καὶ ἔτι μᾶλλον τὰ Κλειτάρχου· φλοιώδης γὰρ ἁνὴρ καὶ φυσῶν κατὰ τὸν Σοφοκλέα, "μικροῖς μὲν αὐλίσκοισι, φορβειᾶς δ’ ἄτερ." τά γε μὴν Ἀμφικράτους τοιαῦτα καὶ Ἡγησίου καὶ Μάτριδος· πολλαχοῦ γὰρ ἐνθουσιᾶν ἑαυτοῖς δοκοῦντες οὐ βακχεύουσιν ἀλλὰ παίζουσιν.
正因如此,列翁提尼的戈尔吉阿斯的文字也遭人嘲笑,他写道: “薛西斯,波斯人的宙斯,”以及: “秃鹫,活生生的坟墓,”还有卡利斯提尼的某些文字,非但算不上崇高,反而是凌空虚蹈的;克雷塔库斯的文字尤甚,因为此人浮浅,如索福克勒斯所云,吹奏时: “用着细小的短笛,却不用口络。” 昂菲克拉底、赫盖西亚斯与马特里斯的作品亦复如此;因为在许多地方,他们自以为受到了神启,实则并非酒神式的狂热,而是在胡闹。
ὅλως δ’ ἔοικεν εἶναι τὸ οἰδεῖν ἐν τοῖς μάλιστα δυσφυλακτότατον. φύσει γὰρ ἅπαντες οἱ μεγέθους ἐφιέμενοι, φεύγοντες ἀσθενείας καὶ ξηρότητος κατάγνωσιν, οὐκ οἶδ’ ὅπως ἐπὶ τοῦθ’ ὑποφέρονται, πειθόμενοι τῷ "μεγάλων ἀπολισθαίνειν ὅμως εὐγενὲς ἁμάρτημα."
大抵而言,肿胀似乎属于最难防范的毛病之一。因为凡是追求伟大之人,生性为了逃避虚弱与枯燥的指责,不知何故都会被带向此处,受了如下言论的蛊惑: “从伟大之物滑落,终究是高贵的过失。”
κακοὶ δὲ ὄγκοι καὶ ἐπὶ σωμάτων καὶ λόγων, οἱ χαῦνοι καὶ ἀναλήθεις καὶ μήποτε περιιστάντες ἡμᾶς εἰς τοὐναντίον·2 οὐδὲν γάρ φασι ξηρότερον ὑδρωπικοῦ. ἀλλὰ τὸ μὲν οἰδοῦν ὑπεραίρειν βούλεται τὰ ὕψη, τὸ δὲ μειρακιῶδες ἄντικρυς ὑπεναντίον τοῖς μεγέθεσι· ταπεινὸν γὰρ ἐξ ὅλου καὶ μικρόψυχον καὶ τῷ ὄντι κακὸν ἀγενέστατον. τί ποτ’ οὖν τὸ μειρακιῶδές ἐστιν; ἢ δῆλον ὡς σχολαστικὴ νόησις,3 ὑπὸ περιεργασίας λήγουσα εἰς ψυχρότητα; ὀλισθαίνουσι δ’ εἰς τοῦτο τὸ γένος ὀρεγόμενοι μὲν τοῦ περιττοῦ καὶ πεποιημένου καὶ μάλιστα τοῦ ἡδέος, ἐποκέλλοντες δὲ εἰς τὸ ῥωπικὸν καὶ κακόζηλον.
然而,无论在肉体上还是在言辞中,臃肿都是有害的——那些浮肿虚妄的臃肿,唯恐会将我们转入完全相反的状态;因为人们常说,“没有什么比患水肿病的人更为干燥的了”。不过,肿胀旨在凌越崇高,而幼稚则与伟大全然针锋相对;因为它彻头彻尾是卑微、猥琐的,且委实是最卑劣的恶疾。那么,究竟何为幼稚?难道不显然是书生气十足的概念,因过分求奇而最终归于冷涩吗?人们之所以滑向这种类型,乃是在贪求奇巧、人工雕琢、尤其是悦耳之物时,却搁浅于市井琐屑与恶劣模仿之中。
τούτῳ παράκειται τρίτον τι κακίας εἶδος ἐν τοῖς παθητικοῖς, ὅπερ ὁ Θεόδωρος παρένθυρσον ἐκάλει. ἔστι δὲ πάθος ἄκαιρον καὶ κενὸν ἔνθα μὴ δεῖ πάθους, ἢ ἄμετρον ἔνθα μετρίου δεῖ. πολλὰ γὰρ ὥσπερ ἐκ μέθης τινὲς εἰς τὰ μηκέτι τοῦ πράγματος, ἴδια ἑαυτῶν καὶ σχολικὰ παραφέρονται πάθη· εἶτα πρὸς οὐδὲν πεπονθότας ἀκροατὰς ἀσχημονοῦσιν, εἰκότως, ἐξεστηκότες πρὸς οὐκ ἐξεστηκότας· πλὴν περὶ μὲν τῶν παθητικῶν ἄλλος ἡμῖν ἀπόκειται τόπος.
与此相近的,是激昂风格中的第三种恶疾,塞奥多罗斯称之为“虚妄的狂乱”。这是一种在无需情感之处不合时宜且空洞的情感,或是在需要适度之处表现出的过度情感。因为有些人往往如同醉酒一般,被卷入不再属于事情本身的、属于他们自己私有的且具有学塾气的激情之中;随之便在毫无所感的听众面前丑态百出——这也是理所当然的,因为他们自己狂乱失常,面对的却是神志清醒的人。不过,关于情感问题,我们另有专处留作讨论。
- 3.1σχολῇ γ’ ἂν οἶμαι λόγοις ἀληθινοῖς ἁρμόσειεν
副词 σχολῇ 与表示潜能的 ἄν+祈愿气(ἁρμόσειεν)结合,构成惯用表达,表示强烈的否定推测:“绝不可能适合……”承接前面的对比条件句 ὅπου δέ... ὅμως...(“既然即便在悲剧中……尚且……”),推导出一个变本加厉(a fortiori)的结论:此类缺陷在真实的言辞(λόγοις ἀληθινοῖς)中更无立足之地。
- 3.4μήποτε περιιστάντες ἡμᾶς εἰς τοὐναντίον
此处 μήποτε 并非单纯的时间副词“绝不”,而是表达担忧或潜在隐患的用法:“唯恐/容易将我们引向相反境地”。它置于修饰 οἱ ὄγκοι(肿胀)的定语分词短语中,警告说这种过度追求浮夸的做法有使作者坠入恰好相反之干燥状态的危险(后文紧跟的医学比喻“水肿患者最干燥”正印证了此点)。
- 3.4ἢ δῆλον ὡς σχολαστικὴ νόησις
这是对前一句设问 τί ποτ’ οὖν τὸ μειρακιῶδές ἐστιν;(“那么幼稚究竟是什么?”)的自问自答。连词 ἤ 引出修辞性的自答(“难道不显而易见是……?”),而 δῆλον ὡς 则作为惯用语(相当于 δῆλόν ἐστιν ὅτι),意为“显然是……”。
