- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:2.1-2.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者提出了是否存在崇高之技艺的问题,反驳了仅凭天资而贬低技艺的观点,论证了若要规范并完善天生的激情与才华,体系性的技艺与方法是必不可少的。
Ἡμῖν δ’ ἐκεῖνο διαπορητέον ἐν ἀρχῇ, εἰ ἔστιν ὕψους τις ἢ βάθους τέχνη, ἐπεί τινες ὅλως οἴονται διηπατῆσθαι τοὺς τὰ τοιαῦτα ἄγοντας εἰς τεχνικὰ παραγγέλματα. γεννᾶται γάρ, φησί, τὰ μεγαλοφυῆ καὶ οὐ διδακτὰ παραγίνεται, καὶ μία τέχνη πρὸς αὐτὰ τὸ πεφυκέναι· χείρω τε τὰ φυσικὰ ἔργα, ὡς οἴονται, καὶ τῷ παντὶ δειλότερα καθίσταται ταῖς τεχνολογίαις κατασκελετευόμενα.
但是,我们首先必须探讨这样一个问题:是否存在某种崇高或深邃的技艺,因为有些人完全认为,那些将此类事物归结为技艺规则的人是受了蒙蔽的。他们声称,伟大的禀赋是天生的,而非通过教导获得的,针对它们而言唯一的技艺便是具有天资;此外在他们看来,天生的造诣若被技艺理论化削为枯骨,就会变得更糟,且全然萎靡不振。
ἐγὼ δὲ ἐλεγχθήσεσθαι τοῦθ’ ἑτέρως ἔχον φημί, εἰ ἐπισκέψαιτό τις, ὅτι ἡ φύσις, ὥσπερ τὰ πολλὰ ἐν τοῖς παθητικοῖς καὶ διῃρμένοις αὐτόνομον, οὕτως οὐκ εἰκαῖόν τι κἀκ παντὸς ἀμέθοδον εἶναι φιλεῖ, καὶ ὅτι αὕτη μὲν πρῶτόν τι καὶ ἀρχέτυπον γενέσεως στοιχεῖον ἐπὶ πάντων ὑφέστηκεν, τὰς δὲ ποσότητας καὶ τὸν ἐφ’ ἑκάστου καιρόν, ἔτι δὲ τὴν ἀπλανεστάτην ἄσκησίν τε καὶ χρῆσιν ἱκανὴ παρορίσαι καὶ συνενεγκεῖν ἡ μέθοδος, καὶ ὡς1 ἐπικινδυνότερα, αὐτὰ ἐφ’ αὑτῶν δίχα ἐπιστήμης, ἀστήρικτα καὶ ἀνερμάτιστα ἐαθέντα τὰ μεγάλα, ἐπὶ μόνῃ τῇ φορᾷ καὶ ἀμαθεῖ τόλμῃ λειπόμενα· δεῖ γὰρ αὐτοῖς ὡς κέντρου πολλάκις, οὕτω δὲ καὶ χαλινοῦ.
然而我认为,只要有人考察以下几点,便会证明事实绝非如此:即自然在激昂与崇高之境中虽多半是自律的,却决不习惯于信马由缰、全无法度;而且自然虽作为一切生成的第一且原型的基质而存在,但能够界定并提供其分寸、各处的情势时机、以及最准确无误的操练与运用的,乃是体系性方法;再者,伟大之物若缺乏真知而被任其自流、失去支柱与压舱石、仅仅被弃置于冲动与盲目的蛮干之中,往往是更为危险的;因为正如它们屡屡需要刺棒一样,它们同样也需要缰绳。
ὅπερ γὰρ ὁ Δημοσθένης ἐπὶ τοῦ κοινοῦ τῶν ἀνθρώπων ἀποφαίνεται βίου, μέγιστον μὲν εἶναι τῶν ἀγαθῶν τὸ εὐτυχεῖν, δεύτερον δὲ καὶ οὐκ ἔλαττον τὸ εὖ βουλεύεσθαι, ὅπερ οἷς ἂν μὴ παρῇ συναναιρεῖ πάντως καὶ θάτερον, τοῦτ’ ἂν καὶ ἐπὶ τῶν λόγων εἴποιμεν, ὡς ἡ μὲν φύσις τὴν τῆς εὐτυχίας τάξιν ἐπέχει, ἡ τέχνη δὲ τὴν τῆς εὐβουλίας. τὸ δὲ κυριώτατον, ὅτι καὶ αὐτὸ τὸ εἶναί τινα τῶν ἐν λόγοις ἐπὶ μόνῃ τῇ φύσει οὐκ ἄλλοθεν ἡμᾶς ἢ παρὰ τῆς τέχνης ἐκμαθεῖν δεῖ.2 εἰ ταῦθ̓, ὡς ἔφην, ἐπιλογίσαιτο καθ’ ἑαυτὸν ὁ τοῖς χρηστομαθοῦσιν ἐπιτιμῶν, οὐκ ἂν ἔτι, ἐμοὶ δοκεῖ, περιττὴν καὶ ἄχρηστον τὴν ἐπὶ τῶν προκειμένων ἡγήσαιτο θεωρίαν
因为狄摩西尼对人类共同生活所作出的断言——最大的善事莫过于享有好运,而居次且毫不逊色的善事则是善于谋断,缺乏后者便必然将前者一并废除——我们亦可将其移用于言辞之上,即自然居于好运的等阶,而技艺则居于善断的等阶。更为首要的是,言辞中的某些特质仅仅仰赖自然这一事实本身,我们也正是必须从技艺之中、而非从别处才能获知的。正如我所言,倘若斥责那些追求善学之人者能独自对此深加思量,在我看来,他便断不会再将关于眼前论题的研讨视作多余且无益之举了。
- 2.2ἐγὼ δὲ ἐλεγχθήσεσθαι τοῦθ’ ἑτέρως ἔχον φημί, εἰ ἐπισκέψαιτό τις, ὅτι... καὶ ὅτι... καὶ ὡς...
主动词 φημί 统领宾格加不定式结构 τοῦθ’ ἑτέρως ἔχον ἐλεγχθήσεσθαι(事实将被证明并非如此)。条件从句 εἰ ἐπισκέψαιτό τις(倘若有人考察)引出三个并列的宾语从句:两个由 ὅτι 引导,一个由 ὡς 引导(ὅτι ἡ φύσις..., καὶ ὅτι αὕτη..., καὶ ὡς ἐπικινδυνότερα...)。在 ὡς 从句中,系动词 ἐστί 被省略,主语 τὰ μεγάλα 带有一连串分词(ἐαθέντα, λειπόμενα),用以说明伟大之物处于何种状态下会是 ἐπικινδυνότερα(更为危险的)。
- 2.3τὸ δὲ κυριώτατον, ὅτι καὶ αὐτὸ τὸ εἶναί τινα τῶν ἐν λόγοις ἐπὶ μόνῃ τῇ φύσει οὐκ ἄλλοθεν ἡμᾶς ἢ παρὰ τῆς τέχνης ἐκμαθεῖν δεῖ.
句首的 τὸ κυριώτατον 作为同位语或话题标记(相当于独立宾格或主格),省略了系词 ἐστί,意为“而最关键的是……”。其后引导的 ὅτι 从句中,支配动词为无人称动词 δεῖ(统领 ἡμᾶς ἐκμαθεῖν,“我们必须获知”),而不定式 ἐκμαθεῖν 的直接宾语则是冠词化的不定式短语 αὐτὸ τὸ εἶναί τινα τῶν ἐν λόγοις ἐπὶ μόνῃ τῇ φύσει(即“言辞中的某些事物仅仅取决于自然这件事情本身”)。
