- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:4.1-4.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节探讨冷涩这一写作恶疾,痛斥提麦奥斯在历史比较和文字游戏上的幼稚行径,并指出即使是色诺芬、柏拉图和希罗多德等名家,有时也会因过于刻意求奇而堕入拙劣的比喻和轻浮的自喜。
Θατέρου δὲ ὧν εἴπομεν,1 λέγω δὲ τοῦ ψυχροῦ, πλήρης ὁ Τίμαιος, ἀνὴρ τὰ μὲν ἄλλα ἱκανὸς καὶ πρὸς λόγων ἐνίοτε μέγεθος οὐκ ἄφορος, πολυΐστωρ, ἐπινοητικός· πλὴν ἀλλοτρίων μὲν ἐλεγκτικώτατος ἁμαρτημάτων, ἀνεπαίσθητος δὲ ἰδίων, ὑπὸ δὲ ἔρωτος τοῦ ξένας νοήσεις ἀεὶ κινεῖν πολλάκις ἐκπίπτων εἰς τὸ παιδαριωδέστατον.
在我们谈到的另一种毛病——我是指冷涩——上,提麦奥斯可谓表现得淋漓尽致。此人在其他方面是能干的,有时在文章的气魄上也并非不毛,他博闻多识,富于巧思;只是他极善于指责别人的过失,对自己的过失却毫无自知之明,并且出于对随时提出奇谈怪想的热中,经常堕入最幼稚可笑的地步。
παραθήσομαι δὲ τἀνδρὸς ἓν ἢ δύο, ἐπειδὴ τὰ πλείω προέλαβεν ὁ Κεκίλιος. ἐπαινῶν Ἀλέξανδρον τὸν μέγαν, "ὃς τὴν Ἀσίαν ὅλην" φησίν "ἐν ἐλάττοσι παρέλαβεν, ἢ ὅσοις2 τὸν ὑπὲρ τοῦ πρὸς Πέρσας πολέμου πανηγυρικὸν λόγον Ἰσοκράτης ἔγραψεν." θαυμαστή γε τοῦ Μακεδόνος ἡ πρὸς τὸν σοφιστὴν σύγκρισις· δῆλον γάρ, ὦ Τίμαιε, ὡς οἱ Λακεδαιμόνιοι διὰ τοῦτο πολὺ τοῦ Ἰσοκράτους κατ̓ ἀνδρίαν ἐλείποντο, ἐπειδὴ οἱ μὲν τριάκοντα ἔτεσι Μεσσήνην παρέλαβον, ὁ δὲ τὸν πανηγυρικὸν ἐν μόνοις δέκα συνετάξατο.
我且举出一两个出自此人的例子,因为凯基利乌斯已经预先列举了大部分。在赞美亚历山大大帝时,“他吞并整个亚洲所用的时间,”他说,“比伊索克拉底写出关于对波斯战争的《泛希腊集会辞》所耗费的年数还要少。” 把这位马其顿王同修辞家相比,当真是一场奇妙的对照!因为很显然,提麦奥斯啊,照这么说,拉刻代蒙人在英勇方面要远逊于伊索克拉底了,因为他们占领美塞尼亚用了整整三十年,而伊索克拉底写成《泛希腊集会辞》不过花了区区十年。
τοῖς δὲ Ἀθηναίοις ἁλοῦσι περὶ Σικελίαν τίνα τρόπον ἐπιφωνεῖ; ὅτι "εἰς τὸν Ἑρμῆν ἀσεβήσαντες καὶ περικόψαντες αὐτοῦ τὰ ἀγάλματα, διὰ τοῦτ’ ἔδωκαν δίκην, οὐχ ἥκιστα δι’ ἕνα ἄνδρα, ὃς ἀπὸ τοῦ παρανομηθέντος διὰ πατέρων ἦν, Ἑρμοκράτη τὸν Ἕρμωνος." ὥστε θαυμάζειν με, Τερεντιανὲ ἥδιστε, πῶς οὐ καὶ εἰς Διονύσιον γράφει τὸν τύραννον· ἐπεὶ γὰρ εἰς τὸν Δία καὶ τὸν Ἡρακλέα δυσσεβὴς ἐγένετο, διὰ τοῦτ’ αὐτὸν Δίων καὶ Ἡρακλείδης τῆς τυραννίδος ἀφείλοντο.
而对于在西西里被俘的雅典人,他又以怎样的措辞来妄下断语呢?他说: “他们亵渎了赫尔墨斯并毁坏了他的雕像,因此受到了惩罚,这主要是通过一个按父系血统源于那位受冒犯神明之人——即赫尔蒙之子赫尔莫克拉底。” 以至于令我感到惊奇,我最亲爱的泰伦提安努斯,他怎么没有同样就僭主狄奥尼修斯写道: “因为他亵渎了宙斯与赫拉克勒斯,所以狄翁与赫拉克利德斯剥夺了他的僭主之位。”
τί δεῖ περὶ Τιμαίου λέγειν, ὅπου γε καὶ οἱ ἥρωες ἐκεῖνοι, Ξενοφῶντα λέγω καὶ Πλάτωνα, καίτοιγε ἐκ τῆς Σωκράτους ὄντες παλαίστρας, ὅμως διὰ τὰ οὕτως μικροχαρῆ ποτε ἑαυτῶν ἐπιλανθάνονται; ὁ μέν γε ἐν τῇ Λακεδαιμονίων γράφει πολιτείᾳ· "ἐκείνων μὲν γοῦν ἧττον μὲν ἂν φωνὴν ἀκούσαις ἢ τῶν λιθίνων, ἧττον δ’ ἂν ὄμματα στρέψαις ἢ τῶν χαλκῶν, αἰδημονεστέρους δ’ ἂν αὐτοὺς ἡγήσαιο καὶ αὐτῶν τῶν ἐν τοῖς ὀφθαλμοῖς παρθένων.3" Ἀμφικράτει καὶ οὐ Ξενοφῶντι ἔπρεπε τὰς ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν κόρας λέγειν παρθένους αἰδήμονας. οἷον δὲ Ἡράκλεις τὸ τὰς ἁπάντων ἑξῆς κόρας αἰσχυντηλὰς εἶναι πεπεῖσθαι,4 ὅπου φασὶν οὐδενὶ οὕτως ἐνσημαίνεσθαι τήν τινων ἀναίδειαν ὡς ἐν τοῖς ὀφθαλμοῖς. "οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων" φησίν.
何必单单谈论提麦奥斯呢?甚至连那些英豪之士——我是指色诺芬与柏拉图——尽管出身于苏格拉底的竞技场,有时却也因这种浅薄的自喜而忘掉了自己。色诺芬在《拉刻代蒙人的国制》中写道: “至少从他们那里,你听到声音的可能比从石像那里还要少,使他们转动双眼的可能比让铜像转眼还要小,你会认为他们比眼中的少女们(瞳孔)本身还要羞涩。” 把我们眼中的瞳孔称为“羞涩的少女”,这配得上昂菲克拉底,却配不上色诺芬。凭赫拉克勒斯起誓,相信所有人眼中的瞳孔一律都是羞涩的,这是何等怪谬的念头! 人们常说,某些人的无耻在任何地方都不如在眼睛里表现得那样明显,正如荷马所言: “沉湎于酒之徒,长着一双狗眼!”
ὁ μέντοι Τίμαιος, ὡς φωρίου τινὸς ἐφαπτόμενος, οὐδὲ τοῦτο Ξενοφῶντι τὸ ψυχρὸν κατέλιπεν. φησὶ γοῦν ἐπὶ τοῦ Ἀγαθοκλέους καὶ τὸ "τὴν ἀνεψιὰν ἑτέρῳ δεδομένην ἐκ τῶν ἀνακαλυπτηρίων ἁρπάσαντα ἀπελθεῖν· ὃ τίς ἂν ἐποίησεν ἐν ὀφθαλμοῖς κόρας, μὴ πόρνας ἔχων;"
然而提麦奥斯仿佛抓住了一件赃物一般,连这一冷涩的巧饰都不肯留给色诺芬。他在谈到阿加托克利斯时写道: “他从揭面礼上强抢了已经许配给他人的表妹逃走;如果眼睛里有少女(瞳孔)而不是娼妓,谁会干出这种事来呢?”
τί δέ; ὁ τἆλλα θεῖος Πλάτων τὰς δέλτους θέλων εἰπεῖν "γράψαντες" φησὶν "ἐν τοῖς ἱεροῖς θήσουσι κυπαριττίνας μνήμας." καὶ πάλιν "περὶ δὲ τειχῶν, ὦ Μέγιλλε, ἐγὼ ξυμφεροίμην ἂν τῇ Σπάρτῃ τὸ καθεύδειν ἐᾶν τῇ γῇ κατακείμενα τὰ τείχη, καὶ μὴ ἐπανίστασθαι."
还有呢?在其他方面堪称神圣的柏拉图,想要表达书写板时,“书写之后,”他说,“他们将在神庙中存放柏木的记忆。” 他又说: “关于城墙,梅吉鲁斯,我倒宁愿同意斯巴达的作法,任凭城墙沉睡在地上,不要让它们耸立起来。”
καὶ τὸ Ἡροδότειον οὐ πόρρω, τὸ φάναι τὰς καλὰς γυναῖκας "ἀλγηδόνας ὀφθαλμῶν." καίτοιγε ἔχει τινὰ παραμυθίαν, οἱ γὰρ παρ’ αὐτῷ ταυτὶ λέγοντές εἰσιν οἱ βάρβαροι καὶ ἐν μέθῃ, ἀλλ’ οὐδ’ ἐκ τοιούτων προσώπων διὰ μικροψυχίαν καλὸν ἀσχημονεῖν πρὸς τὸν αἰῶνα.
希罗多德把美丽的女子称作: “眼睛的痛苦,”也同此类相差无几。尽管希罗多德尚有一点值得宽宥之处,因为在他书中说出这话的是蛮族人,而且正值酩酊大醉之时;但即便假借这样的人物之口,因心胸狭隘而在万世面前失态,终究是不体面的。
- 4.1Θατέρου δὲ ὧν εἴπομεν
θατέρου(即 τοῦ ἑτέρου)是由后文的形容词 πλήρης(充满……的)所要求的属格。关系代词 ὧν 受到隐含先行词 τούτων 的格的吸引而变为属格(格吸引),指代前文讨论过的文风恶疾。随后的 λέγω δὲ τοῦ ψυχροῦ 是 θατέρου 的同格成分,用以明确所指的具体毛病。
- 4.2ἐν ἐλάττοσι... ἢ ὅσοις
这是一个由表示时间的与格(ἐν + 与格)构成的比较呼应结构,两处均省略了名词 ἔτεσι(年数),意即“以少于伊索克拉底写成……所用的[年数]”。
- 4.4αὐτῶν τῶν ἐν τοῖς ὀφθαλμοῖς παρθένων
希腊语中的 κόρη 兼具“瞳孔”与“少女”二义。色诺芬借用其同义词 παρθένος(处女/少女)来转喻“瞳孔”并形成字面双关,作者批评这种修辞流于冷涩造作。αὐτῶν 为强调代词,意为“比眼中的少女本身还要……”。
- 4.4οἷον δὲ Ἡράκλεις τὸ ... πεπεῖσθαι
这是一个感叹句结构,以带冠词的不定式 τὸ ... πεπεῖσθαι 为核心,受中性感叹形容词 οἷον(何等怪异的事)修饰。Ἡράκλεις 是表示惊诧的呼格(“凭赫拉克勒斯起誓!”)。
