- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:1.1-1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批评采基利乌斯关于崇高的专著缺乏获得的方法论,应友人促请决定撰写切实有用的札记,并概述了崇高所具有的震撼心灵与令人狂喜的力量。
Τὸ μὲν τοῦ Κεκιλίου συγγραμμάτιον, ὃ περὶ ὕψους συνετάξατο, ἀνασκοπουμένοις ἡμῖν ὡς οἶσθα κοινῇ, Ποστούμιε †Φλωρεντιανὲ φίλτατε, ταπεινότερον ἐφάνη τῆς ὅλης ὑποθέσεως καὶ ἥκιστα τῶν καιρίων ἐφαπτόμενον, οὐ πολλήν τε ὠφέλειαν, ἧς μάλιστα δεῖ στοχάζεσθαι τὸν γράφοντα, περιποιοῦν τοῖς ἐντυγχάνουσιν, εἴγ’ ἐπὶ πάσης τεχνολογίας δυεῖν ἀπαιτουμένων,1 προτέρου μὲν τοῦ δεῖξαι, τί τὸ ὑποκείμενον, δευτέρου δὲ τῇ τάξει, τῇ δυνάμει δὲ κυριωτέρου, πῶς ἂν ἡμῖν αὐτὸ τοῦτο καὶ δι’ ὧν τινων μεθόδων κτητὸν γένοιτο, ὅμως ὁ Κεκίλιος, ποῖον μέν τι ὑπάρχει τὸ ὑψηλόν, διὰ μυρίων ὅσων ὡς ἀγνοοῦσι πειρᾶται δεικνύναι, τὸ δὲ δι’ ὅτου τρόπου τὰς ἑαυτῶν φύσεις προάγειν ἰσχύοιμεν ἂν εἰς ποσὴν μεγέθους ἐπίδοσιν, οὐκ οἶδ’ ὅπως ὡς οὐκ ἀναγκαῖον παρέλιπεν·
我最亲爱的波斯图米乌斯·弗洛伦蒂阿努斯,正如你所知,当我们共同审视采基利乌斯论崇高的那篇小作时,在我们看来,它对于整个主题显得过于鄙陋,极少触及关键所在,未能为读者带来显著的益处——而这本应是作者首要着眼之物。既然在任何技术性专著中都被要求做到两点:第一是阐明其对象是什么,第二在次序上虽居次,但在功用上却更为重要,即这一事物如何才能为我们所获得,通过何种方法;然而采基利乌斯却借无数例证试图展示崇高是怎样的一种东西,仿佛是对一无所知的人说话,但对于我们如何能够推进自身的资质以在宏伟上有所增进,他不知为何竟视若非必需而予以遗漏。
πλὴν ἴσως τουτονὶ μὲν τὸν ἄνδρα οὐχ οὕτως αἰτιᾶσθαι τῶν ἐκλελειμμένων, ὡς αὐτῆς τῆς ἐπινοίας καὶ σπουδῆς ἄξιον ἐπαινεῖν.2 ἐπεὶ δ’ ἐνεκελεύσω καὶ ἡμᾶς τι περὶ ὕψους πάντως εἰς σὴν ὑπομνηματίσασθαι χάριν, φέρε, εἴ τι δὴ δοκοῦμεν ἀνδράσι πολιτικοῖς τεθεωρηκέναι χρήσιμον, ἐπισκεψώμεθα. αὐτὸς δ’ ἡμῖν, ἑταῖρε, τὰ ἐπὶ μέρους, ὡς πέφυκας καὶ καθήκει, συνεπικρινεῖς ἀληθέστατα· εὖ γὰρ δὴ ὁ ἀποφηνάμενος τί θεοῖς ὅμοιον ἔχομεν, εὐεργεσίαν εἴπας καὶ ἀλήθειαν.
不过,对于这个人,或许与其因其遗漏而横加责难,倒不如因其初衷与热忱本身而值得赞扬。既然你促请我也务必为你写下一些关于崇高的札记,那么,就让我们来看看,我们是否可算观察到了某些对投身公共事务的人有所裨益的东西吧。朋友,你自己也将依照你的天性与本分,以最诚实的心态与我们共同裁断各个细部;因为那位在回答我们有何与诸神相似之处时说出“行善与真理”的人,确实说得极妙。
γράφων δὲ πρὸς σέ, φίλτατε, τὸν παιδείας ἐπιστήμονα, σχεδὸν ἀπήλλαγμαι καὶ τοῦ διὰ πλειόνων προϋποτίθεσθαι,3 ὡς ἀκρότης καὶ ἐξοχή τις λόγων ἐστὶ τὰ ὕψη, καὶ ποιητῶν τε οἱ μέγιστοι καὶ συγγραφέων οὐκ ἄλλοθεν ἢ ἐνθένδε ποθὲν ἐπρώτευσαν καὶ ταῖς ἑαυτῶν περιέβαλον εὐκλείαις τὸν αἰῶνα.
我最亲爱的朋友,在写给你这位通晓文教的人时,我几乎免于花费更长篇幅预先申明:崇高是言辞的某种极致与卓越之境,最伟大的诗人和散文家正是由此处而非别处赢得了首屈一指的地位,并以自己的美名笼罩了万古。
οὐ γὰρ εἰς πειθὼ τοὺς ἀκροωμένους ἀλλ’ εἰς ἔκστασιν ἄγει τὰ ὑπερφυᾶ· πάντη δέ γε σὺν ἐκπλήξει τοῦ πιθανοῦ καὶ τοῦ πρὸς χάριν ἀεὶ κρατεῖ τὸ θαυμάσιον,4 εἴγε τὸ μὲν πιθανὸν ὡς τὰ πολλὰ ἐφ’ ἡμῖν, ταῦτα δὲ δυναστείαν καὶ βίαν ἄμαχον προσφέροντα παντὸς ἐπάνω τοῦ ἀκροωμένου καθίσταται. καὶ τὴν μὲν ἐμπειρίαν τῆς εὑρέσεως καὶ τὴν τῶν πραγμάτων τάξιν καὶ οἰκονομίαν οὐκ ἐξ ἑνὸς οὐδ’ ἐκ δυεῖν, ἐκ δὲ τοῦ ὅλου τῶν λόγων ὕφους μόλις ἐκφαινομένην ὁρῶμεν, ὕψος δέ που καιρίως ἐξενεχθὲν τά τε πράγματα δίκην σκηπτοῦ πάντα διεφόρησεν καὶ τὴν τοῦ ῥήτορος εὐθὺς ἀθρόαν ἐνεδείξατο δύναμιν. ταῦτα γὰρ οἶμαι καὶ τὰ παραπλήσια, Τερεντιανὲ ἥδιστε, κἂν αὐτὸς ἐκ πείρας ὑφηγήσαιο.
因为非凡的文辞带给听众的不是说服,而是狂喜;而在任何地方,令人惊叹之物总以震撼力压那可信与悦人的事物,因为可信之物多半取决于我们自身,而前者则带来不可抗拒的支配力与威势,凌驾于一切听众之上。此外,我们看到,意念的巧思以及事实的布局与经营,并不是仅从一两处、而是从整个言辞的组织结构中才艰难显露出来的;然而崇高一旦适时迸发,便如霹雳般扫荡一切事实,瞬间完整彰显出雄辩家的力量。我想,这些以及诸如此类的事情,我最亲爱的特伦蒂阿努斯,你自己凭经验也能指明。
- 1.1εἴγ’ ἐπὶ πάσης τεχνολογίας δυεῖν ἀπαιτουμένων
在由 εἴγε 引导的从句内部,δυεῖν ἀπαιτουμένων 用作独立属格,并通过 προτέρου μὲν τοῦ δεῖξαι... 与 δευτέρου δὲ ... πῶς ἂν ... κτητὸν γένοιτο 的并列结构展开说明两项具体要求。随后由 ὅμως ὁ Κεκίλιος 引出主句,构成逻辑上的转折对比:尽管有两点要求,采基利乌斯却依然只论述了前者。
- 1.2οὐχ οὕτως αἰτιᾶσθαι τῶν ἐκλελειμμένων, ὡς αὐτῆς τῆς ἐπινοίας καὶ σπουδῆς ἄξιον ἐπαινεῖν
相关句式 οὐχ οὕτως ... ὡς ... 表对比:“与其……不如……”。谓语补足 ἄξιον (ἐστίν),同时支配不定式 αἰτιᾶσθαι 与 ἐπαινεῖν(与其因遗漏而当受责,不如因立意而当受赞)。属格 τῶν ἐκλελειμμένων 是由 αἰτιᾶσθαι 所支配的原因属格。
- 1.3ἀπήλλαγμαι καὶ τοῦ διὰ πλειόνων προϋποτίθεσθαι
完成态被动直陈式 ἀπήλλαγμαι(免除、脱离)支配冠词加不定式的分离属格 τοῦ προϋποτίθεσθαι。小辞 καί 具有强调或递进意味(“甚至”、“也”)。随后的 ὡς 引导的从句则说明 προϋποτίθεσθαι(预先设定)的具体内容。
- 1.4πάντη δέ γε σὺν ἐκπλήξει τοῦ πιθανοῦ καὶ τοῦ πρὸς χάριν ἀεὶ κρατεῖ τὸ θαυμάσιον
该句核心结构为主语 τὸ θαυμάσιον(令人惊叹之物)支配动词 κρατεῖ,后者带属格宾语 τοῦ πιθανοῦ καὶ τοῦ πρὸς χάριν(胜过可信之物与悦人之物)。介词短语 σὺν ἐκπλήξει 作状语修饰 κρατεῖ(“伴随着震惊”)。全句通过中性实体化的概念形成鲜明对比。
