← 伪朗吉努斯

论崇高

§17.1-17.3

修辞格与崇高的结盟及绘画的比喻

作者阐述了修辞格与崇高之间相辅相成的同盟关系,并以绘画中的明暗作比,说明崇高所散发的璀璨光芒如何遮蔽了修辞技艺的雕琢痕迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

Οὐκ ἄξιον ἐπὶ τούτου τοῦ τόπου παραλιπεῖν ἕν τι τῶν ἡμῖν τεθεωρημένων, φίλτατε, ἔσται δὲ πάνυ σύντομον, ὅτι φύσει πως συμμαχεῖ τε τῷ ὕψει τὰ σχήματα καὶ πάλιν ἀντισυμμαχεῖται θαυμαστῶς ὑπ’ αὐτοῦ. πῇ δὲ καὶ πῶς, ἐγὼ φράσω. ὕποπτόν ἐστιν ἰδίως τὸ διὰ σχημάτων πανουργεῖν καὶ προσβάλλον ὑπόνοιαν ἐνέδρας ἐπιβουλῆς παραλογισμοῦ. καὶ ταῦθ’ ὅταν ᾖ1 πρὸς κριτὴν κύριον ὁ λόγος, μάλιστα δὲ πρὸς τυράννους βασιλέας ἡγεμόνας ἐν ὑπεροχαῖς· ἀγανακτεῖ γὰρ εὐθύς, εἰ ὡς παῖς ἄφρων ὑπὸ τεχνίτου ῥήτορος σχηματίοις κατασοφίζεται, καὶ εἰς καταφρόνησιν ἑαυτοῦ λαμβάνων τὸν παραλογισμὸν ἐνίοτε μὲν ἀποθηριοῦται τὸ σύνολον, κἂν ἐπικρατήσῃ δὲ τοῦ θυμοῦ, πρὸς τὴν πειθὼ τῶν λόγων πάντως ἀντιδιατίθεται. διόπερ καὶ τότε ἄριστον δοκεῖ τὸ σχῆμα, ὅταν αὐτὸ τοῦτο διαλανθάνῃ ὅτι σχῆμά ἐστιν.2

最亲爱的朋友啊,在此处我们不应遗漏我们所观察到的心得之一——这也将是非常简练的——即修辞格在天性上不知怎的便成了崇高的同盟,而反过来又奇妙地受到崇高的相互支援。至于在何处以及如何如此,我且道来。借助修辞格营构狡黠之术尤其容易招致怀疑,并引起圈套、阴谋和诡辩的嫌疑。当这番言辞是对握有生杀大权的审判者而言时尤其如此,特别是面对僭主、君王以及身处显赫之位的统治者;因为如果他被一位娴熟的演说家像对待无知稚童一般以微末的修辞把戏予以玩弄,他便会立刻愤慨不已,并将这番诡辩视为对自己的蔑视,有时甚至会变得彻头彻尾暴虐凶残;即便他克制住怒火,也必定会对言辞的劝服力产生彻底的抵触。因此,修辞格正是在其自身作为修辞格这一事实不为人所觉察之时,才被认为是最绝妙的。

§17.2

τὸ τοίνυν ὕψος καὶ πάθος τῆς ἐπὶ τῷ σχηματίζειν ὑπονοίας ἀλέξημα καὶ θαυμαστή τις ἐπικουρία καθίσταται, καί πως παραληφθεῖσα ἡ τοῦ πανουργεῖν τέχνη τοῖς κάλλεσι καὶ μεγέθεσι τὸ λοιπὸν δέδυκε καὶ πᾶσαν ὑποψίαν ἐκπέφευγεν. ἱκανὸν δὲ τεκμήριον τὸ προειρημένον "μὰ τοὺς ἐν Μαραθῶνι." τίνι γὰρ ἐνταῦθ’ ὁ ῥήτωρ ἀπέκρυψε τὸ σχῆμα; δῆλον ὅτι τῷ φωτὶ αὐτῷ. σχεδὸν γὰρ ὥσπερ καὶ τἀμυδρὰ φέγγη ἐναφανίζεται τῷ ἡλίῳ περιαυγούμενα, οὕτω τὰ τῆς ῥητορικῆς σοφίσματα ἐξαμαυροῖ περιχυθὲν πάντοθεν τὸ μέγεθος.

由此可见,崇高与激情成为了针对运用修辞格所招致的怀疑的护盾与绝妙的救助;弄险的技艺一旦被优美与壮大所包揽,此后便隐匿其下,逃脱了一切猜嫌。此前引述的语句便是一个充分的明证: “指着在马拉松的人们起誓。” 因为演说家在此处究竟是用什么遮蔽了修辞格?显然是用光芒本身。因为几乎正如微弱的光亮被太阳的光辉笼罩时便消匿不见,从四面八方倾泻而来的宏伟壮大同样使修辞的诡计黯然失色。

§17.3

οὐ πόρρω δ’ ἴσως τούτου καὶ ἐπὶ τῆς ζωγραφίας τι συμβαίνει· ἐπὶ γὰρ τοῦ αὐτοῦ κειμένων ἐπιπέδου παραλλήλων ἐν χρώμασι τῆς σκιᾶς τε καὶ τοῦ φωτός, ὅμως προϋπαντᾷ τε τὸ φῶς ταῖς ὄψεσι καὶ οὐ μόνον ἔξοχον ἀλλὰ καὶ ἐγγυτέρω παρὰ πολὺ φαίνεται. οὐκοῦν καὶ τῶν λόγων τὰ πάθη καὶ τὰ ὕψη ταῖς ψυχαῖς ἡμῶν ἐγγυτέρω κείμενα διά τε φυσικήν τινα συγγένειαν καὶ διὰ λαμπρότητα, ἀεὶ τῶν σχημάτων προεμφανίζεται3 καὶ τὴν τέχνην αὐτῶν ἀποσκιάζει καὶ οἷον ἐν κατακαλύψει τηρεῖ.

在绘画艺术中或许也发生着与此相差不远的情形:因为尽管在同一个平面上色彩中的阴影与明光并列而置,然而明光总会先一步迎入眼帘,不仅显得突出,而且看起来要近得多。因此,在言论之中,激情与崇高由于某种天然的亲缘性以及自身的璀璨光彩,距离我们的心灵更为切近,因而总是先于修辞格展现出来,遮蔽了它们的技巧,并将其宛如置于遮蔽物下予以护持。

语法注3 条
  1. 17.1καὶ ταῦθ’ ὅταν ᾖ

    派生自惯用宾格结构 καὶ ταῦτα(“尤其是”、“特别是”)的省略句式。此处承接上文关于修辞矫饰招致嫌疑的陈述,限定并强化了该情形发生的语境。

  2. 17.1ὅταν αὐτὸ τοῦτο διαλανθάνῃ ὅτι σχῆμά ἐστιν

    先取句式(prolepsis)。置于主语位置的 αὐτὸ τοῦτο 先行指代后面的 ὅτι 从句(“它是修辞格”),意为“当正是其作为修辞格这一事实未被觉察之时”。

  3. 17.3τῶν σχημάτων προεμφανίζεται

    动词 προεμφανίζεται(“先行显现”)中的前缀 προ- 带有比较或空间在先的意味,支配属格 τῶν σχημάτων,表示“先于修辞格显现 / 显现在修辞格的前方”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:17.1-17.3