← 伪朗吉努斯

论崇高

§18.1-18.2

质问与自问自答的修辞效果与迫真性

作者探讨了质问与自问自答等修辞格,以德摩斯梯尼的演说为例,论述了它们如何赋予言论即时性与生动张力,并使深思熟虑的论述呈现为激情的自发流露。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

Τί δ’ ἐκεῖνα φῶμεν, τὰς πεύσεις τε καὶ ἐρωτήσεις; ἆρα οὐκ αὐταῖς ταῖς τῶν σχημάτων εἰδοποιΐαις παρὰ πολὺ ἐμπρακτότερα καὶ σοβαρώτερα συντείνει τὰ λεγόμενα;1 "ἢ βούλεσθε εἰπέ μοι περιϊόντες ἀλλήλων πυνθάνεσθαι· λέγεταί τι καινόν; τί γὰρ ἂν γένοιτο τούτου καινότερον ἢ Μακεδὼν ἀνὴρ καταπολεμῶν τὴν Ἑλλάδα; τέθνηκε Φίλιππος; οὐ μὰ Δἴ ἀλλ’ ἀσθενεῖ. τί δ’ ὑμῖν διαφέρει; καὶ γὰρ ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε." καὶ πάλιν "πλέωμεν ἐπὶ Μακεδονίαν" φησί. "ποῖ δὴ προσορμιούμεθα, ἤρετό τις. εὑρήσει τὰ σαθρὰ τῶν Φιλίππου πραγμάτων αὐτὸς ὁ πόλεμος." ἦν δὲ ἁπλῶς ῥηθὲν τὸ πρᾶγμα τῷ παντὶ καταδεέστερον,2 νυνὶ δὲ τὸ ἔνθουν καὶ ὀξύρροπον τῆς πεύσεως καὶ ἀποκρίσεως καὶ τὸ πρὸς ἑαυτὸν ὡς πρὸς ἕτερον ἀνθυπαντᾶν οὐ μόνον ὑψηλότερον ἐποίησε τῷ σχηματισμῷ τὸ ῥηθὲν ἀλλὰ καὶ πιστότερον.

那么,我们对那些反诘与设问又该怎么说呢?难道言辞不正是在这些修辞格特有的形态塑造之下,变得远为生动而有力吗? “或者告诉我,你们当真愿意四处游荡,彼此探问:‘有什么新鲜事吗?’因为除了一个马其顿人正在征服希腊之外,还能有什么比这更新鲜的事?‘腓力死了吗?’‘指着宙斯起誓,不,他只是病了。’这对你们又有什么相干?因为就算他遭遇不测,你们也很快就会制造出另一个腓力。” 他又说: “让我们向马其顿扬帆进发。” “‘那我们在哪里靠岸定锚呢?’有人发问。‘战争本身会发现腓力局势中的软肋。’” 然而,这件事情如果被平铺直叙地说出,效果本会彻底逊色得多;但如今,设问与回答的那种洋溢激情与急促节奏,以及如同应对他人一般向自己发起反驳的做法,不仅通过这种修辞构型使所言之事更为崇高,而且更加令人信服。

§18.2

ἄγει γὰρ τὰ παθητικὰ τότε μᾶλλον, ὅταν αὐτὰ φαίνηται μὴ ἐπιτηδεύειν αὐτὸς ὁ λέγων ἀλλὰ γεννᾶν ὁ καιρός, ἡ δ’ ἐρώτησις ἡ εἰς ἑαυτὸν καὶ ἀπόκρισις μιμεῖται τοῦ πάθους τὸ ἐπίκαιρον. σχεδὸν γὰρ ὡς οἱ ὑφ̓ ἑτέρων ἐρωτώμενοι παροξυνθέντες ἐκ τοῦ παραχρῆμα πρὸς τὸ λεχθὲν ἐναγωνίως καὶ ἀπ’ αὐτῆς τῆς ἀληθείας ἀνθυπαντῶσιν, οὕτως τὸ σχῆμα τῆς πεύσεως καὶ ἀποκρίσεως εἰς τὸ δοκεῖν ἕκαστον τῶν ἐσκεμμένων ἐξ ὑπογύου κεκινῆσθαί τε καὶ λέγεσθαι τὸν ἀκροατὴν ἀπάγον καὶ παραλογίζεται.3 ἔτι τοίνυν (ἓν γάρ τι τῶν ὑψηλοτάτων τὸ Ἡροδότειον πεπίστευται) εἰ οὕτως ἔ

因为富有激情的言论,唯有在显得并非演说者本人刻意经营、而是由当时的时机所催生时,才更加打动人心;而这种自问自答正模仿了激情的即时性。因为几乎正如那些受到他人质问的人,在激愤之下即刻对应所言之事,充满张力且发自纯粹真实地予以回应那样,设问与回答的修辞格将听众引向认为每一处深思熟虑的内容都是即席兴起并道出的幻觉之中,从而蒙蔽了他们。此外(因为希罗多德的那段文字一直被公认为至高崇高的范例之一),如果这样……

语法注3 条
  1. 18.1ἆρα οὐκ αὐταῖς ταῖς τῶν σχημάτων εἰδοποιΐαις παρὰ πολὺ ἐμπρακτότερα καὶ σοβαρώτερα συντείνει τὰ λεγόμενα;

    动词 συντείνει 在此处既可作为不及物动词并以 τὰ λεγόμενα 为主语(“被言说之事收紧/增强为……”),亦可作为及物动词并由修辞手法作隐含主语、以 τὰ λεγόμενα 为宾语(“使所言之事变得更加生动有力”)。无论何者,εἰδοποιΐαις 均为手段/方式与格,表明正是修辞格特有的构型强化了言论的张力与力量。

  2. 18.1ἦν δὲ ἁπλῶς ῥηθὲν τὸ πρᾶγμα τῷ παντὶ καταδεέστερον

    此处未带 ἄν 的未完成过去时 ἦν 表达与过去事实相反的虚拟(“本会是”),分词 ἁπλῶς ῥηθέν 相当于条件从句(“若被平铺直叙地说出”)。这与接下来的 νυνὶ δέ(“但如今/但事实上”)形成鲜明对照,反衬出未经修辞构型的平白言辞之匮乏与实际表现的绝妙。

  3. 18.2τὸ σχῆμα τῆς πεύσεως καὶ ἀποκρίσεως εἰς τὸ δοκεῖν ἕκαστον τῶν ἐσκεμμένων ἐξ ὑπογύου κεκινῆσθαί τε καὶ λέγεσθαι τὸν ἀκροατὴν ἀπάγον καὶ παραλογίζεται

    以 τὸ σχῆμα 为主语,此处分词 ἀπάγον 与限定动词 καὶ παραλογίζεται 并列,呈现出轻微的句法断裂(破格现象/anakolouthon)。在语意上等同于 ἀπάγει καὶ παραλογίζεται(“引诱并蒙蔽听众”),介词短语 εἰς τὸ δοκεῖν 表明引诱所指向的结果或目的,而 τὸν ἀκροατήν 则是两者共用的受词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:18.1-18.2