← 伪朗吉努斯

论崇高

§16.1-16.4

修辞格与德摩斯梯尼起誓例的分析

作者转入对修辞格的探讨,分析了德摩斯梯尼在《金冠辞》中指着阵亡先烈起誓的名例,并通过与欧波利斯剧作的对比以及对避讳胜利字眼的审慎措辞分析,阐明修辞格如何产生崇高与巨大的说服力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

Αὐτόθι μέντοι καὶ ὁ περὶ σχημάτων ἐφεξῆς τέτακται τόπος· καὶ γὰρ ταῦτ̓, ἂν ὃν δεῖ σκευάζηται τρόπον, ὡς ἔφην, οὐκ ἂν ἡ τυχοῦσα μεγέθους εἴη μερίς.1 οὐ μὴν ἀλλ̓ ἐπεὶ τὸ πάντα διακριβοῦν πολύεργον ἐν τῷ παρόντι, μᾶλλον δ’ ἀπεριόριστον, ὀλίγα τῶν ὅσα μεγαληγορίας ἀποτελεστικὰ τοῦ πιστώσασθαι τὸ προκείμενον ἕνεκα καὶ δὴ διέξιμεν.

正是在此处,关于修辞格的论题被依次置于其后;因为这些修辞格正如我所说,如果以应有的方式予以营构,对于崇高而言绝非寻常微薄的贡献。然而,由于眼下要将所有修辞格逐一详加考辨是一项繁复的工作,或者更确切地说是一项无休止的任务,因此,为了证实摆在我们面前的论题,我们将随即考察其中少数几种能够促成宏伟言辞的修辞格。

§16.2

ἀπόδειξιν ὁ Δημοσθένης ὑπὲρ τῶν πεπολιτευμένων εἰσφέρει· τίς δ’ ἦν ἡ κατὰ φύσιν χρῆσις αὐτῆς; "οὐχ ἡμάρτετε, ὦ τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα ἀράμενοι· ἔχετε δὲ οἰκεῖα τούτου παραδείγματα· οὐδὲ γὰρ οἱ ἐν Μαραθῶνι ἥμαρτον οὐδ’ οἱ ἐν Σαλαμῖνι οὐδ’ οἱ ἐν Πλαταιαῖς." ἀλλ’ ἐπειδὴ καθάπερ ἐμπνευσθεὶς ἐξαίφνης ὑπὸ θεοῦ καὶ οἱονεὶ φοιβόληπτος γενόμενος, τὸν τῶν ἀριστέων τῆς Ἑλλάδος ὅρκον ἐξεφώνησεν "οὐκ ἔστιν ὅπως ἡμάρτετε, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας," φαίνεται δι’ ἑνὸς τοῦ ὀμοτικοῦ σχήματος, ὅπερ ἐνθάδε ἀποστροφὴν ἐγὼ καλῶ, τοὺς μὲν προγόνους ἀποθεώσας,2 ὅτι δεῖ τοὺς οὕτως ἀποθανόντας ὡς θεοὺς ὀμνύναι παριστάνων, τοῖς δὲ κρίνουσι τὸ τῶν ἐκεῖ προκινδυνευσάντων ἐντιθεὶς φρόνημα, τὴν δὲ τῆς ἀποδείξεως φύσιν μεθεστακὼς εἰς ὑπερβάλλον ὕψος καὶ πάθος καὶ ξένων καὶ ὑπερφυῶν ὅρκων ἀξιοπιστίαν, καὶ ἅμα παιώνειόν τινα καὶ ἀλεξιφάρμακον εἰς τὰς ψυχὰς τῶν ἀκουόντων καθιεὶς λόγον, ὡς κουφιζομένους ὑπὸ τῶν ἐγκωμίων μηδὲν ἔλαττον τῇ μάχῃ τῇ πρὸς Φίλιππον ἢ ἐπὶ τοῖς κατὰ Μαραθῶνα καὶ Σαλαμῖνα νικητηρίοις παρίστασθαι φρονεῖν·3 οἷς πᾶσι τοὺς ἀκροατὰς διὰ τοῦ σχηματισμοῦ συναρπάσας ᾤχετο.4

德摩斯梯尼就自己的施政举措提出了论证;那么,这一论证的自然用法是怎样的呢? “你们没有犯错,你们这些为希腊人的自由而承担起斗争的人啊;你们对此拥有切近的范例;因为在马拉松作战的人没有犯错,在萨拉米斯作战的人没有犯错,在普拉提亚作战的人也没有犯错。” 然而,当他仿佛突然受到神灵的感召,宛如被阿波罗神所附体一般,高声发出指着希腊英烈起誓的誓言: “你们绝没有犯错,我指着在马拉松身先士卒冒死犯难的先烈起誓!” 看来,他仅仅凭借这一起誓的修辞格——在这里我称之为呼告格——一方面将先辈奉若神明,表明人们应当指着如此殉国之人如同指着神明一样起誓;另一方面又把当年在彼处冒死犯难之人的自豪感注入审判者心中,并将论证的性质转变为无与伦比的崇高与激情,以及非同寻常且超乎自然的誓言的可信度;同时,他还将一种犹如灵丹妙药和解毒剂的言辞灌注到听众的心灵之中,使他们在赞颂的慰藉下变得释怀,对对抗腓力的战斗所抱有的骄傲心态,绝不亚于对马拉松和萨拉米斯胜利战果的骄傲心态。凭借这所有的一切,他借助这一修辞建构彻底俘获了听众。

§16.3

καίτοι παρὰ τῷ Εὐπόλιδι τοῦ ὅρκου τὸ σπέρμα φασὶν εὑρῆσθαι· "οὐ γὰρ μὰ τὴν Μαραθῶνι τὴν ἐμὴν μάχην, χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ." ἔστι δ’ οὐ τὸ ὁπωσοῦν τινὰ ὀμόσαι μέγα, τὸ δὲ ποῦ καὶ πῶς καὶ ἐφ’ ὧν καιρῶν καὶ τίνος ἕνεκα. ἀλλ’ ἐκεῖ μὲν οὐδέν ἐστ’ εἰ μὴ ὅρκος, καὶ πρὸς εὐτυχοῦντας ἔτι καὶ οὐ δεομένους παρηγορίας τοὺς Ἀθηναίους, ἔτι δ’ οὐχὶ τοὺς ἄνδρας ἀπαθανατίσας ὁ ποιητὴς ὤμοσεν, ἵνα τῆς ἐκείνων ἀρετῆς τοῖς ἀκούουσιν ἐντέκῃ λόγον ἄξιον, ἀλλ’ ἀπὸ τῶν προκινδυνευσάντων ἐπὶ τὸ ἄψυχον ἀπεπλανήθη, τὴν μάχην. παρὰ δὲ τῷ Δημοσθένει πεπραγμάτευται πρὸς ἡττημένους ὁ ὅρκος, ὡς μὴ Χαιρώνειαν ἔτ’ Ἀθηναίοις ἀτύχημα φαίνεσθαι, καὶ ταὐτόν, ὡς ἔφην, ἅμα ἀπόδειξίς ἐστι τοῦ μηδὲν ἡμαρτηκέναι παράδειγμα ὅρκων πίστις ἐγκώμιον προτροπή.

然而,据说这一誓言的萌芽见于欧波利斯的诗作: “绝不,指着我在马拉松的那场战斗起誓, 他们谁也别想令我心痛而安然逃脱惩罚。” 但是,无论以何种方式起誓本身并不是什么了不起的大事,关键在于在何处、如何、在何种时机、出于何种目的起誓。而在欧波利斯那里,除了誓言之外别无他物,且那是面对依然处于顺境之中、不需要抚慰的雅典人而发;再者,诗人起誓并未使那些勇士名垂不朽,从而在听众心中产生与其卓越品格相称的观念,反倒由冒死犯难的勇士们偏离到了毫无生气的无生命之物——战斗本身。反之,在德摩斯梯尼笔下,这一誓言是为失败者量身定制的,旨在使喀罗尼亚一役在雅典人眼中不再显现为一场厄运;正如我所言,它同时构成了未犯任何过错的论证、范例、誓言的凭证、赞颂以及规劝激励。

§16.4

κἀπειδήπερ ὑπήντα τῷ ῥήτορι· λέγεις ἧτταν πολιτευσάμενος, εἶτα νίκας ὀμνύεις, διὰ ταῦθ’ ἑξῆς κανονίζει καὶ δι’ ἀσφαλείας ἄγει καὶ ὀνόματα, διδάσκων ὅτι κἀν βακχεύμασι νήφειν ἀναγκαῖον· "τοὺς προκινδυνεύσαντας" φησὶ "Μαραθῶνι καὶ τοὺς Σαλαμῖνι καὶ ἐπ’ Ἀρτεμισίῳ ναυμαχήσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους." οὐδαμοῦ νικήσαντας εἶπεν, ἀλλὰ πάντη τὸ τοῦ τέλους διακέκλοφεν ὄνομα, ἐπειδήπερ ἦν εὐτυχὲς καὶ τοῖς κατὰ Χαιρώνειαν ὑπεναντίον. διόπερ καὶ τὸν ἀκροατὴν φθάνων εὐθὺς ὑποφέρει· "οὓς ἅπαντας ἔθαψε δημοσίᾳ" φησὶν "ἡ πόλις, Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας μόνους."

而且,既然演说家面临着这样的反驳: “你在推行了导致败局的政策后发言,随后却指着胜利起誓?” 为此,他随后连词句也加以规制并安妥地引导,以此昭示人们:即使在酒神式的狂醉中也必须保持清醒。 “那些在马拉松身先士卒冒死犯难的人,”他说道,“以及那些在萨拉米斯和阿耳忒弥西昂进行海战的人,还有那些在普拉提亚列阵迎敌的人。” 他绝不在任何一处说“战胜的人”,而是彻底隐匿了指涉结局的字眼,因为该词指代顺遂的结局,且与喀罗尼亚的惨剧截然相反。正是由于这个缘故,他抢在听众前面立即补充道: “埃斯基涅斯啊,城邦为所有这些人举行了国葬,而不仅仅是为那些取得成功的人。”

语法注4 条
  1. 16.1οὐκ ἂν ἡ τυχοῦσα μεγέθους εἴη μερίς

    带有定冠词的分词短语 ἡ τυχοῦσα 习惯上指“寻常的、微不足道的(部分)”。结合否定词 οὐκ 以及表潜在可能的 ἄν+希求法 εἴη,构成了曲意法(litotes),意为“绝非寻常微薄的贡献”,强烈肯定了修辞格对崇高的重要作用。

  2. 16.2φαίνεται δι’ ἑνὸς τοῦ ὀμοτικοῦ σχήματος, ματος, ὅπερ ἐνθάδε ἀποστροφὴν ἐγὼ καλῶ, τοὺς μὲν προγόνους ἀποθεώσας

    主要动词 φαίνεται 统辖一连串补充性分词(ἀποθεώσας、παριστάνων、ἐντιθείς、μεθεστακώς、καθιείς)。句法骨干为 δι’ ἑνὸς τοῦ ὀμοτικοῦ σχήματος(“凭借这单独一个起誓修辞格”),其后由关系从句 ὅπερ... καλῶ 加以阐释。

  3. 16.2ὡς κουφιζομένους ὑπὸ τῶν ἐγκωμίων μηδὲν ἔλαττον τῇ μάχῃ τῇ πρὸς Φίλιππον ἢ ἐπὶ τοῖς κατὰ Μαραθῶνα καὶ Σαλαμῖνα νικητηρίοις παρίστασθαι φρονεῖν

    连词 ὡς 引导目的或结果从句,宾格分词 κουφιζομένους 指代逻辑主语(听众)。不定词 παρίστασθαι 具有“(某种心绪)涌上心头、使之产生”之意,统辖不定词 φρονεῖν(“怀抱……自豪感”);并通过 μηδὲν ἔλαττον... ἤ 将 τῇ μάχῃ 与 ἐπὶ τοῖς... νικητηρίοις 两组与格结构进行对比。

  4. 16.2οἷς πᾶσι τοὺς ἀκροατὰς διὰ τοῦ σχηματισμοῦ συναρπάσας ᾤχετο

    动词 οἴχομαι 连用不定过去时分词(此处为 συναρπάσας)是希腊语的熟语表达,用以强调动作的彻底、迅疾或完全达成,意为“彻底虏获了、席卷而去”。οἷς πᾶσι 为手段与格,指代前文所列举的所有手段与修辞安排。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:16.1-16.4