- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:15.6-15.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了诗歌与演说中意象的差异,指出诗歌意象允许神话式的惊异并超越信实,而修辞意象则必须根植于真实与事实论证。随后引用德摩斯梯尼与许珀里得斯的实例,阐明意象与事实论证相结合时征服听众的强大力量,并对源于思想的崇高论题作了总结。
καὶ παρὰ μὲν Αἰσχύλῳ παραδόξως τὰ τοῦ Λυκούργου βασίλεια κατὰ τὴν ἐπιφάνειαν τοῦ Διονύσου θεοφορεῖται, "ἐνθουσιᾷ δὴ δῶμα, βακχεύει στέγη·" ὁ δ’ Εὐριπίδης τὸ αὐτὸ τοῦθ’ ἑτέρως ἐφηδύνας ἐξεφώνησε, "πᾶν δὲ συνεβάκχευ’ ὄρος."
在埃斯库罗斯笔下,当狄奥尼索斯显圣时,吕枯耳戈斯的王宫奇特地受到神力所凭附: “殿堂着了狂热,屋顶化作狂醉;”而欧里庇得斯则换了一种更优雅柔和的方式将同一情状宣诸于口: “整座大山都一同加入了狂欢。”
ἄκρως δὲ καὶ ὁ Σοφοκλῆς ἐπὶ τοῦ θνῄσκοντος Οἰδίπου καὶ ἑαυτὸν μετὰ διοσημείας τινὸς θάπτοντος πεφάντασται, καὶ κατὰ τὸν ἀπόπλουν τῶν Ἑλλήνων ἐπὶ τἀχιλλέως προφαινομένου τοῖς ἀναγομένοις ὑπὲρ τοῦ τάφου, ἣν οὐκ οἶδ’ εἴ τις ὄψιν ἐναργέστερον εἰδωλοποίησε Σιμωνίδου·1 πάντα δ’ ἀμήχανον παρατίθεσθαι.
索福克勒斯在描绘俄狄浦斯临终伴随着神异天象而自我埋葬时,以及在希腊联军启航、阿喀琉斯在墓穴上方朝出航者显现的情形中,亦展现了极高的构想之妙——关于后一景象,我不知是否有人能比西摩尼得斯描摹得更加生动明晰;然而,要罗列所有的例子是不可能的。
οὐ μὴν ἀλλὰ τὰ μὲν παρὰ τοῖς ποιηταῖς μυθικωτέραν ἔχει τὴν ὑπερέκπτωσιν, ὡς ἔφην, καὶ πάντη τὸ πιστὸν ὑπεραίρουσαν, τῆς δὲ ῥητορικῆς φαντασίας κάλλιστον ἀεὶ τὸ ἔμπρακτον καὶ ἐνάληθες. δειναὶ δὲ καὶ ἔκφυλοι αἱ παραβάσεις, ἡνίκ̓ ἂν ᾖ ποιητικὸν τοῦ λόγου καὶ μυθῶδες τὸ πλάσμα καὶ εἰς πᾶν προσεκπῖπτον τὸ ἀδύνατον, ὡς ἤδη νὴ Δία καὶ οἱ καθ’ ἡμᾶς δεινοὶ ῥήτορες, καθάπερ οἱ τραγῳδοί, βλέπουσιν Ἐρινύας, καὶ οὐδὲ ἐκεῖνο μαθεῖν οἱ γενναῖοι δύνανται, ὅτι ὁ λέγων Ὀρέστης "μέθες, μί᾽ οὖσα τῶν ἐμῶν Ἐρινύων μέσον μ’ ὀχμάζεις, ὡς βάλῃς ἐς τάρταρον," φαντάζεται ταῦθ’ ὅτι μαίνεται.2
不过,诗人们笔下的意象如我所言,带有更多神话色彩的逾常之举,全然超越了可信的限度;而修辞意象最可取之处,则始终在于其切合实际与合乎真实。一旦演说的构思流于诗意和荒诞,并不顾一切地滑向种种不可能的情境,那种偏差就会变得怪诞而堕落;正如当今那些高明的演说家们,指宙斯发誓,他们竟也像悲剧演员一样看见了复仇女神,而这些可敬之辈甚至未能明白,那位说着: “放手!你作为我的复仇女神之一, 抱住我的腰腹,要把我抛入冥渊,”的奥瑞斯特斯,之所以会产生这般意象,完全是因为他疯了。
τί οὖν ἡ ῥητορικὴ φαντασία δύναται; πολλὰ μὲν ἴσως καὶ ἄλλα τοῖς λόγοις ἐναγώνια καὶ ἐμπαθῆ προσεισφέρειν, κατακιρναμένη μέντοι ταῖς πραγματικαῖς ἐπιχειρήσεσιν οὐ πείθει τὸν ἀκροατὴν μόνον, ἀλλὰ καὶ δουλοῦται. "καὶ μὴν εἴ τις," φησὶν "αὐτίκα δὴ μάλα κραυγῆς ἀκούσειε πρὸ τῶν δικαστηρίων, εἶτ’ εἴποι τις, ὡς ἀνέῳκται τὸ δεσμωτήριον, οἱ δὲ δεσμῶται φεύγουσιν, οὐθεὶς οὕτως οὔτε γέρων οὔτε νέος ὀλίγωρός ἐστιν, ὃς οὐχὶ βοηθήσει, καθ’ ὅσον δύναται· εἰ δὲ δή τις εἴποι παρελθών, ὡς ὁ τούτους ἀφεὶς οὗτός ἐστιν, οὐδὲ λόγου τυχὼν παραυτίκ’ ἂν ἀπόλοιτο."
那么,修辞意象究竟能发挥何等威力?它固然或许能为言辞注入其他许多激昂的论辩气势与充沛的激情,然而一旦与切实的论据相融合,它就不只是说服听众,而是将其彻底征服俘虏。 “试想,如果有人,”他说道,“就在眼下这一刻,在法庭门前听见呼喊声,随后有人称牢狱已被打开、囚犯们正四散逃跑,那么无论老幼,绝不会有人疏慢到不尽其所能前去施援;但假若有人走上前来指认,说放走囚犯的正是此人,那么此人甚至连开口申辩的机会都不会得到,当场就会被处决。”
ὡς νὴ Δία καὶ ὁ Ὑπερίδης κατηγορούμενος, ἐπειδὴ τοὺς δούλους μετὰ τὴν ἧτταν ἐλευθέρους ἐψηφίσατο, τοῦτο τὸ ψήφισμα, εἶπεν, οὐχ ὁ ῥήτωρ ἔγραψεν ἀλλ’ ἡ ἐν Χαιρωνείᾳ μάχη. ἅμα γὰρ τῷ πραγματικῷ ἐπιχειρεῖν ὁ ῥήτωρ πεφάντασται,3 διὸ καὶ τὸν τοῦ πείθειν ὅρον ὑπερβέβηκε τῷ λήμματι.
指宙斯发誓,许珀里得斯在战败后因提议赋予奴隶自由而遭指控时亦是如此,他说道:“起草这份法令的并非演说家,而是喀罗尼亚战役。”因为演说家在进行切实论辩的同时唤起了意象,因而凭借这一立意超越了单纯说服的界限。
φύσει δέ πως ἐν τοῖς τοιούτοις ἅπασιν ἀεὶ τοῦ κρείττονος ἀκούομεν, ὅθεν ἀπὸ τοῦ ἀποδεικτικοῦ περιελκόμεθα εἰς τὸ κατὰ φαντασίαν ἐκπληκτικόν, ᾧ τὸ πραγματικὸν ἐγκρύπτεται περιλαμπόμενον.4 καὶ τοῦτ̓ οὐκ ἀπεικότως πάσχομεν· δυεῖν γὰρ συνταττομένων ὑφ̓ ἓν ἀεὶ τὸ κρεῖττον εἰς ἑαυτὸ τὴν θατέρου δύναμιν περισπᾷ.
在所有诸如此类的情形中,依照天性,我们似乎总会倾听更为强力的一方,因此我们从论证性的逻辑被吸引向意象所带来的震撼之中,而事实性的内容在环绕的光芒照耀下反被隐蔽其中。我们产生这种体会绝非反常:因为当两件事物融为一体时,较强的一方总会将另一方的力量吸引至自身。
Τοσαῦτα περὶ τῶν κατὰ τὰς νοήσεις ὑψηλῶν καὶ ὑπὸ μεγαλοφροσύνης μιμήσεως ἢ φαντασίας ἀπογεννωμένων ἀρκέσει.
关于思想层面上的崇高,以及由博大胸襟、摹仿或意象所产生的崇高,至此便已阐述充分了。
- 15.7ἣν οὐκ οἶδ’ εἴ τις ὄψιν ἐναργέστερον εἰδωλοποίησε Σιμωνίδου
关系代词 ἣν 以前置词短语 ἐπὶ τἀχιλλέως προφαινομένου... ὑπὲρ τοῦ τάφου 所描述的“场景”为先行词,并将名词 ὄψιν 吸收进关系从句中。表达 οὐκ οἶδ' εἴ τις(“我不知是否有人……”=“恐怕没有人比……”)是修辞性的委婉肯定,属格 Σιμωνίδου 则作比较级的宾格副词 ἐναργέστερον 的比较属格。
- 15.8φαντάζεται ταῦθ’ ὅτι μαίνεται
连词 ὅτι 在此引导原因从句,意为“因为”。动词 φαντάζεται 的直接宾语是指示代名词 ταῦτα(指代上文引用的复仇女神之幻象)。此处应当解为“正因为他疯了,他才想象出这些景象”,而不是解为“他想象自己疯了”,因为作者正是在批评当世演说家未曾看清这一幻象乃是由狂乱的情境所致而盲目模仿。
- 15.10ἅμα γὰρ τῷ πραγματικῷ ἐπιχειρεῖν ὁ ῥήτωρ πεφάντασται
ἅμα τῷ 搭配不定词 ἐπιχειρεῖν 构成表示同时性的固定句式(“在……的同时”)。中性冠词 τῷ 将不定词名物化。主要动词 πεφάντασται 为完成时中动态,具有主动含义(“构想了意象”),表明演说家在进行事实论述的同时构想出了生动的意象。
- 15.11ᾧ τὸ πραγματικὸν ἐγκρύπτεται περιλαμπόμενον
与格关系代词 ᾧ 的先行词是前文的 τὸ κατὰ φαντασίαν ἐκπληκτικόν(“意象带来的震撼”),充当工具或原因与格。被动分词 περιλαμπόμενον 与主语 τὸ πραγματικόν(“事实性论据”)保持性数格一致。该分词与被动动词 ἐγκρύπτεται 相结合,生动阐明了事实论据在形象的耀眼光芒辉映之下被隐匿和遮蔽的修辞效应。
