- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:15.1-15.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了意象(形象思维)在营造崇高感与感染力方面的功用,对比了其在诗歌与修辞中的不同取向,并援引欧里庇得斯与埃斯库罗斯的生动描写加以阐释。
Ὄγκου καὶ μεγαληγορίας καὶ ἀγῶνος ἐπὶ τούτοις,1 ὦ νεανία, καὶ αἱ φαντασίαι παρασκευαστικώταται· οὕτω γοῦν εἰδωλοποιΐας αὐτὰς ἔνιοι λέγουσι· καλεῖται μὲν γὰρ κοινῶς φαντασία πᾶν τὸ ὁπωσοῦν ἐννόημα γεννητικὸν λόγου παριστάμενον· ἤδη δ’ ἐπὶ τούτων κεκράτηκε τοὔνομα, ὅταν ἃ λέγεις ὑπ’ ἐνθουσιασμοῦ καὶ πάθους βλέπειν δοκῇς καὶ ὑπ’ ὄψιν τιθῇς τοῖς ἀκούουσιν.
年轻的朋友,要产生宏伟、雄辩以及此外那种激荡的竞技气势,意象(形象思维)也是极具功效的;至少有人就因此将它们称为“造像”。广义而言,凡是呈现于心灵之中、能够催生言语的任何观念都被称为意象;但在当下,这个名称主要适用于这样一种情形:即当你在灵感与激情的驱使下,仿佛亲眼见到了你所言及的事物,并将其呈现在听众眼前之时。
ὡς δ᾽ ἕτερόν τι ἡ ῥητορικὴ φαντασία βούλεται καὶ ἕτερον ἡ παρὰ ποιηταῖς, οὐκ ἂν λάθοι σε, οὐδ’ ὅτι τῆς μὲν ἐν ποιήσει τέλος ἐστὶν ἔκπληξις, τῆς δ’ ἐν λόγοις ἐνάργεια. ἀμφότεραι δ’ ὅμως τό τε παθητικὸν ἐπιζητοῦσι καὶ τὸ συγκεκινημένον. "ὦ μῆτερ ἱκετεύω σε, μὴ ʼπίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας· αὗται γάρ, αὗται πλησίον θρώσκουσί μου." καὶ "οἴμοι, κτανεῖ με· ποῖ φύγω;" ἐνταῦθ’ ὁ ποιητὴς αὐτὸς εἶδεν Ἐρινύας· ὃ δὲ ἐφαντάσθη, μικροῦ δεῖν θεάσασθαι καὶ τοὺς ἀκούοντας ἠνάγκασεν.
修辞中的意象与诗人们笔下的意象旨趣各异,而诗歌中意象的旨归在于震撼与惊怖,在散文言辞中则在于生动明晰,这一切想必不会逃过你的注意。然而二者都在同样追求动情之物与令人心旌摇曳之物。 “啊,母亲,我祈求你,不要把那些满面血污、 长着蛇发的少女朝我挥动; 因为她们,正是她们,正向我身边扑跳过来!” 又有: “哎呀,她要杀我!我该逃往何处?” 在此处,诗人自己亲眼看见了复仇女神;而他所构想出的意象,几乎逼得听众也一同亲睹其容。
ἔστι μὲν οὖν φιλοπονώτατος ὁ Εὐριπίδης δύο ταυτὶ πάθη, μανίας τε καὶ ἔρωτας, ἐκτραγῳδῆσαι, κἀν τούτοις ὡς οὐκ οἶδ’ εἴ τισιν ἑτέροις ἐπιτυχέστατος,2 οὐ μὴν ἀλλὰ καὶ ταῖς ἄλλαις ἐπιτίθεσθαι φαντασίαις οὐκ ἄτολμος. ἥκιστά γέ τοι μεγαλοφυὴς ὢν ὅμως τὴν αὐτὸς αὑτοῦ φύσιν ἐν πολλοῖς γενέσθαι τραγικὴν προσηνάγκασεν, καὶ παρ’ ἕκαστα ἐπὶ τῶν μεγεθῶν, ὡς ὁ ποιητής, "οὐρῇ δὲ πλευράς τε καὶ ἰσχίον ἀμφοτέρωθεν μαστίεται, ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι."
固然,欧里庇得斯最为惨淡经营于将狂乱与情爱这两种激情搬上悲剧舞台,且在这些方面取得了恐非其他任何方面可比的卓越成功;不仅如此,他对于勇于尝试其他各种意象也毫不胆怯。虽然他绝非天生具有崇高资质,却依然在许多地方勉力使自己的天资变得具有悲剧色彩,并且每遇崇高宏伟之处,正如荷马所云: “他以尾巴抽打两边的肋部与腰腹, 驱赶自己投入战斗。”
τῷ γοῦν Φαέθοντι παραδιδοὺς τὰς ἡνίας ὁ Ἥλιος, "ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρ’ εἰσβαλών· κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων, ἁψῖδα σὴν κάτω διήσει," φησίν, εἶθ’ ἑξῆς, "ἵει δ’ ἐφ’ ἑπτὰ Πλειάδων ἔχων δρόμον. τοσαῦτ’ ἀκούσας εἶτ’ ἔμαρψεν ἡνίας· κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων μεθῆκεν, αἱ δ’ ἔπταντ’ ἐπ’ αἰθέρος πτύχας. πατὴρ δ’ ὄπισθε νῶτα Σειρίου βεβὼς ἵππευε παῖδα νουθετῶν· ἐκεῖσ̓ ἔλα, τῇδε στρέφ’ ἅρμα, τῇδε." ἆρ’ οὐκ ἂν εἴποις, ὅτι ἡ ψυχὴ τοῦ γράφοντος συνεπιβαίνει τοῦ ἅρματος, καὶ συγκινδυνεύουσα τοῖς ἵπποις συνεπτέρωται; οὐ γὰρ ἄν, εἰ μὴ τοῖς οὐρανίοις ἐκείνοις ἔργοις ἰσοδρομοῦσα ἐφέρετο, τοιαῦτ’ ἄν ποτε ἐφαντάσθη. ὅμοια καὶ τὰ ἐπὶ τῆς Κασσάνδρας αὐτῷ, "ἀλλ᾽, ὦ φίλιπποι Τρῶες." τοῦ δ’ Αἰσχύλου φαντασίαις ἐπιτολμῶντος ἡρωϊκωτάταις, ὥσπερ καὶ οἱ Ἑπτὰ ἐπὶ Θήβας παρ’ αὐτῷ, "ἄνδρες (φησὶν) ἑπτὰ θούριοι λοχαγέται, ταυροσφαγοῦντες εἰς μελάνδετον σάκος, καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τ’ Ἐνυὼ καὶ φιλαίματον Φόβον ὁρκωμότησαν," τὸν ἴδιον αὑτῶν πρὸς ἀλλήλους δίχα οἴκτου συνομνύμενοι θάνατον, ἐνίοτε μέντοι ἀκατεργάστους καὶ οἱονεὶ ποκοειδεῖς τὰς ἐννοίας καὶ ἀμαλάκτους φέροντος,3 ὅμως ἑαυτὸν ὁ Εὐριπίδης κἀκείνοις ὑπὸ φιλοτιμίας τοῖς κινδύνοις προσβιβάζει.
例如,赫利俄斯在将缰绳交予法厄同时说道: “切勿驱车冲入利比亚的天空; 因那处没有润泽的调和,会使你的车轮 向下坠落,”随后又道: “朝着七姊妹昴星的方向驱驰而去。 听罢这番话,〔少年〕便一把抓紧缰绳; 抽打着那带翼车乘的两胁, 将其放开,马群遂展翼飞向九霄折叠的穹苍。 父亲则跨骑在天狼星的背上紧随其后, 策马前行并告诫其子:‘往那边驾驭! 朝这边转动战车,朝这边!’” 难道你不会说,作者的心灵也一同登上了战车,与骏马同历艰险、并辔生翼吗?因为,若非〔其心灵〕与那些天界的壮举齐头并进地驰骋,他绝不可能勾勒出如此景象。他关于卡珊德拉的那些诗行亦复如是: “然而,爱好骏马的特洛伊人啊……” 另一方面,埃斯库罗斯敢于涉足极为英武雄壮的意象——正如其《七雄攻忒拜》中写道: “七位勇猛的军旅首领,(他说) 在一面镶黑边的盾牌上宰割公牛, 以双手沾抚牛血, 指着阿瑞斯、厄倪俄与嗜血的恐惧之神 立下誓言,”毫不留情地在彼此面前立下以死相拼的盟誓——尽管他有时展现出的思想未加雕琢,宛如未经梳理的粗羊毛一般生硬粗糙,欧里庇得斯却因争强好胜之心,依然驱使自己逼近那些同样的险境。
- 15.1Ὄγκου καὶ μεγαληγορίας καὶ ἀγῶνος ἐπὶ τούτοις
句首并列的属格名词作为宾格性属格,从属于后文的最高级形容词 παρασκευαστικώταται(最能促成/产出……)。通过倒装手法(hyperbaton),全句的核心议题被置于最前以示强调。
- 15.3κἀν τούτοις ὡς οὐκ οἶδ’ εἴ τισιν ἑτέροις ἐπιτυχέστατος
短语 ὡς οὐκ οἶδ' εἴ ...(正如我不知是否在……一般)是一种习语性的插入表达,用以加强最高级;τισιν ἑτέροις 前承上文 κἀν τούτοις(= καὶ ἐν τούτοις)省去了介词 ἐν,意为“在这些方面最为成功,恐非其他任何方面可比”。
- 15.5τοῦ δ’ Αἰσχύλου φαντασίαις ἐπιτολμῶντος ... φέροντος
这是一个兼具让步与对比意味的长篇独立属格结构。分词 ἐπιτολμῶντος 与 φέροντος 皆修饰 τοῦ δ’ Αἰσχύλου,中间插入了对《七雄攻忒拜》的长段引文。主句则由后文的 ὅμως ἑαυτὸν ὁ Εὐριπίδης ... προσβιβάζει 引出,将欧里庇得斯的好胜心与埃斯库罗斯粗犷雄浑的气魄构成鲜明对比。
