← 伪朗吉努斯

论崇高

§14.1-14.3

悬想古代名家与面对后世的写作构思法

作者提出了追求崇高风格的具体练习法:在心中悬想古代大师会如何表达或评判自己的作品,并进一步以面对后世历代读者的眼光来要求自己,避免因胆怯而写出短命之作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

Οὐκοῦν καὶ ἡμᾶς, ἡνίκ’ ἂν διαπονῶμεν ὑψηγορίας τι καὶ μεγαλοφροσύνης δεόμενον, καλὸν ἀναπλάττεσθαι ταῖς ψυχαῖς, πῶς ἂν εἰ τύχοι ταὐτὸ τοῦθ’ Ὅμηρος εἶπεν, πῶς δ᾽ ἂν Πλάτων ἢ Δημοσθένης ὕψωσαν ἢ ἐν ἱστορίᾳ Θουκυδίδης. προσπίπτοντα γὰρ ἡμῖν κατὰ ζῆλον ἐκεῖνα τὰ πρόσωπα καὶ οἷον διαπρέποντα, τὰς ψυχὰς ἀνοίσει1 πως πρὸς τὰ ἀνειδωλοποιούμενα μέτρα·

因此,当我们自己苦心经营某些需要崇高言辞与宏阔气象的内容时,在心灵中悬想一番也是大有裨益的:若是碰巧由荷马来说,他会如何表达这同一件事;若是柏拉图或狄摩西尼,抑或历史中的修昔底德,又会如何使之升华拔高。因为那些伟大的人物因我们效法追慕而浮现在我们眼前,宛如熠熠生辉,必将不知不觉地把我们的心灵提升到那悬想出来的崇高尺度。

§14.2

ἔτι δὲ μᾶλλον, εἰ κἀκεῖνο τῇ διανοίᾳ προσυπογράφοιμεν, πῶς ἂν τόδε τι ὑπ̓ ἐμοῦ λεγόμενον παρὼν Ὅμηρος ἤκουσεν ἢ Δημοσθένης, ἢ πῶς ἂν ἐπὶ τούτῳ διετέθησαν· τῷ γὰρ ὄντι μέγα τὸ ἀγώνισμα, τοιοῦτον ὑποτίθεσθαι τῶν ἰδίων λόγων δικαστήριον καὶ θέατρον, καὶ ἐν τηλικούτοις ἥρωσι κριταῖς τε καὶ μάρτυσιν ὑπέχειν τῶν γραφομένων εὐθύνας πεπαῖχθαι.2

倘若我们还在心思中进一步勾勒出那一层想象,效果便尤为显著:我所说的这些言辞,荷马或狄摩西尼若是在场会如何倾听,或者他们对此会有何种感触;因为自设这样一个审判庭与剧场来对待自己的言论,并在如此伟岸的英雄人物作为裁判者和见证人面前,假拟接受对自己所写之作的严苛审核,这委实是一场宏大的竞技较量。

§14.3

πλέον δὲ τούτων παρορμητικόν, εἰ προστιθείης, πῶς ἂν ἐμοῦ ταῦτα γράψαντος ὁ μετ’ ἐμὲ πᾶς ἀκούσειεν αἰών; εἰ δέ τις αὐτόθεν φοβοῖτο, μὴ τοῦ ἰδίου βίου καὶ χρόνου φθέγξαιτό τι ὑπερήμερον,3 ἀνάγκη καὶ τὰ συλλαμβανόμενα ὑπὸ τῆς τούτου ψυχῆς ἀτελῆ καὶ τυφλὰ ὥσπερ ἀμβλοῦσθαι, πρὸς τὸν τῆς ὑστεροφημίας ὅλως μὴ τελεσφορούμενα χρόνον.

而比这些更能激发鼓舞之情的,则是你若加上这一问:“如果我写下这些,我之后的所有时代将会如何倾听?”但如果有人从一开始就胆怯退缩,害怕自己吐露出的言辞超越了他自身的生命与时代,那么此人灵魂所孕育的产物也必然残缺盲目,犹如流产一般,绝不可能足月成熟以迎向流芳百世的永恒岁月。

语法注3 条
  1. 14.1προσπίπτοντα γὰρ ἡμῖν κατὰ ζῆλον ἐκεῖνα τὰ πρόσωπα καὶ οἷον διαπρέποντα, τὰς ψυχὰς ἀνοίσει

    中性复数主语短语 ἐκεῖνα τὰ πρόσωπα(及其修饰分词 προσπίπτοντα 与 διαπρέποντα)支配第三人称单数主谓动词 ἀνοίσει,符合中性复数主语接单数动词的标准规则。分词 προσπίπτοντα 在此为引申义,指先贤的形象通过热切效法(κατὰ ζῆλον)“跃入眼帘”或浮现于心灵之中。

  2. 14.2ὑπέχειν τῶν γραφομένων εὐθύνας πεπαῖχθαι

    此处借用了雅典公职人员卸任时须接受严格审查的法律成语 εὐθύνας ὑπέχειν(接受账目核查/问责),用作文艺创作的隐喻。πεπαῖχθαι 是动词 παίζω(游戏、假拟)的完成时不定式,在此指作者在脑海中以“严肃的游戏方式”或“假拟扮演”来承受古代英雄人物对自身作品的严苛考核。

  3. 14.3μὴ τοῦ ἰδίου βίου καὶ χρόνου φθέγξαιτό τι ὑπερήμερον

    由表示畏惧的动词 φοβοῖτο 引导的恐惧从句,结构为 μή 搭配希求式 φθέγξαιτο。形容词 ὑπερήμερον 原系法律术语,指债务或期限“逾期”,在此引申为“超越自身寿命与时代限定的期限,留存至未来”。此句旨在警诫作者切勿因怯懦而不敢尝试吐露足以超越当代、流传后世的宏伟言辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:14.1-14.3