- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:13.1-13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者以柏拉图的文风为例,提出了通往崇高的另一条途径,即对往昔伟大作家和诗人的“摹仿与争胜追慕”,并借助德尔斐女祭司的隐喻阐述这种灵感的流溢传导。接着,他赞赏柏拉图通过与荷马的竞争,将哲学教说提升至诗意的高峰。
Ὅτι μέντοι ὁ Πλάτων (ἐπάνειμι γάρ) τοιούτῳ τινὶ χεύματι ἀψοφητὶ ῥέων οὐδὲν ἧττον μεγεθύνεται, ἀνεγνωκὼς τὰ ἐν τῇ Πολιτείᾳ τὸν τύπον οὐκ ἀγνοεῖς.1 "οἱ ἄρα φρονήσεως" φησὶ "καὶ ἀρετῆς ἄπειροι εὐωχίαις δὲ καὶ τοῖς τοιούτοις ἀεὶ συνόντες κάτω ὡς ἔοικε φέρονται καὶ ταύτῃ πλανῶνται διὰ βίου, πρὸς δὲ τὸ ἀληθὲς ἄνω οὔτ̓ ἀνέβλεψαν πώποτε οὔτ’ ἀνηνέχθησαν οὐδὲ βεβαίου τε καὶ καθαρᾶς ἡδονῆς ἐγεύσαντο, ἀλλὰ βοσκημάτων δίκην κάτω ἀεὶ βλέποντες καὶ κεκυφότες εἰς γῆν καὶ εἰς τραπέζας βόσκονται χορταζόμενοι καὶ ὀχεύοντες, καὶ ἕνεκα τῆς τούτων πλεονεξίας λακτίζοντες καὶ κυρίττοντες ἀλλήλους σιδηροῖς κέρασι καὶ ὁπλαῖς ἀποκτιννύουσι δι’ ἀπληστίαν."
然而,柏拉图(因为我还要回到他身上)以类似的水流无声地流淌着,其所达到的宏大却毫不逊色,读过《理想国》的你绝不会不明白这种风格范式。 他说:“因此,那些对智慧与美德毫无经验、却始终流连于宴饮及类似事物中的人,似乎总是向下沉沦,并在那之中漂泊终生;他们从未向着上方真实的存在仰望过,也从未被提升上去,更未尝过坚固而纯粹的快乐;而是如同畜牲一般,始终低着头、伏向大地与餐桌,贪吃肥己、肆行交媾;为了占有更多这等事物,他们用铁角铁蹄相互踢打抵撞,因贪得无厌而自相残杀。”
Ἐνδείκνυται δ’ ἡμῖν οὗτος ἁνήρ, εἰ βουλοίμεθα μὴ κατολιγωρεῖν, ὡς καὶ ἄλλη τις παρὰ τὰ εἰρημένα ὁδὸς ἐπὶ τὰ ὑψηλὰ τείνει. ποία δὲ καὶ τίς αὕτη; ἡ τῶν ἔμπροσθεν μεγάλων συγγραφέων καὶ ποιητῶν μίμησίς τε καὶ ζήλωσις. καί γε τούτου, φίλτατε, ἀπρὶξ ἐχώμεθα τοῦ σκοποῦ· πολλοὶ γὰρ ἀλλοτρίῳ θεοφοροῦνται πνεύματι τὸν αὐτὸν τρόπον, ὃν καὶ τὴν Πυθίαν λόγος ἔχει τρίποδι πλησιάζουσαν, ἔνθα ῥῆγμά ἐστι γῆς ἀναπνεῖν ὥς φασιν ἀτμὸν ἔνθεον,2 αὐτόθεν ἐγκύμονα τῆς δαιμονίου καθισταμένην δυνάμεως παραυτίκα χρησμῳδεῖν κατ’ ἐπίπνοιαν. οὕτως ἀπὸ τῆς τῶν ἀρχαίων μεγαλοφυΐας εἰς τὰς τῶν ζηλούντων ἐκείνους ψυχὰς ὡς ἀπὸ ἱερῶν στομίων ἀπόρροιαί τινες φέρονται, ὑφ’ ὧν ἐπιπνεόμενοι καὶ οἱ μὴ λίαν φοιβαστικοὶ τῷ ἑτέρων συνενθουσιῶσι μεγέθει.
这位先贤向我们表明,倘若我们不愿疏忽懈怠,那么在已经述及的路径之外,还有另一条通往崇高的途径。这是怎样一条、又是何种途径呢?那就是对往昔伟大散文作家与诗人的摹仿与争胜追慕。我亲爱的朋友,我们应当紧紧抓住这一目标。因为许多人正是被一种外来的神灵之气所鼓舞,正如同传说中皮提亚女祭司走近三脚祭坛的情形一样——据说那里有一处地缝,呼吐出神圣的灵气,她当场便孕育了神异的力量,随即受神明感召而宣吐神谕。同样地,从古代名家的宏伟天资中,也有一股股流溢之气如同从神圣喷气孔中注入那些争胜追慕他们的人的心灵,受其鼓舞,即便那些并不格外具有预言才能的人,也会因他人的宏大伟力而一同进入神圣狂喜。
μόνος Ἡρόδοτος Ὁμηρικώτατος ἐγένετο; Στησίχορος ἔτι πρότερον ὅ τε Ἀρχίλοχος, πάντων δὲ τούτων μάλιστα ὁ Πλάτων ἀπὸ τοῦ Ὁμηρικοῦ κείνου νάματος εἰς αὑτὸν μυρίας ὅσας παρατροπὰς ἀποχετευσάμενος. καὶ ἴσως ἡμῖν ἀποδείξεων ἔδει, εἰ μὴ τὰ ἐπ’ εἴδους καὶ οἱ περὶ Ἀμμώνιον ἐκλέξαντες ἀνέγραψαν.
难道唯独希罗多德是最得荷马神韵的吗?更早以前的斯忒西霍罗斯与阿基罗科斯亦然,而在所有人当中尤以柏拉图为甚,他从那荷马清泉中为自己引出了不可胜数的支流。倘若阿摩尼乌斯等人没有将这些具体例证挑选辑录下来,我们或许还需要在此提供证明。
ἔστι δ’ οὐ κλοπὴ τὸ πρᾶγμα, ἀλλ’ ὡς ἀπὸ καλῶν εἰδῶν ἢ πλασμάτων ἢ δημιουργημάτων ἀποτύπωσις. καὶ οὐδ’ ἂν ἐπακμάσαι μοι δοκεῖ τηλικαῦτά τινα τοῖς τῆς φιλοσοφίας δόγμασι, καὶ εἰς ποιητικὰς ὕλας πολλαχοῦ συνεμβῆναι καὶ φράσεις εἰ μὴ περὶ πρωτείων νὴ Δία παντὶ θυμῷ πρὸς Ὅμηρον, ὡς ἀνταγωνιστὴς νέος πρὸς ἤδη τεθαυμασμένον, ἴσως μὲν φιλονεικότερον καὶ οἱονεὶ διαδορατιζόμενος, οὐκ ἀνωφελῶς δ’ ὅμως διηριστεύετο·3 "ἀγαθὴ" γὰρ κατὰ τὸν Ἡσίοδον "ἔρις ἥδε βροτοῖσι." καὶ τῷ ὄντι καλὸς οὗτος καὶ ἀξιονικότατος εὐκλείας ἀγών τε καὶ στέφανος, ἐν ᾧ καὶ τὸ ἡττᾶσθαι τῶν προγενεστέρων οὐκ ἄδοξον.
然而,此事绝非剽窃,而是如同从优美的形象、雕像或手工艺杰作上所作的拓印摹造。依我之见,若非柏拉图凭宙斯起誓以全副热忱与荷马争夺首位——宛如一个初出茅庐的挑战者面对一位早已令人赞叹的名宿,虽或略带好胜之意、犹如短兵相接,却绝非徒劳地角逐争先——他便绝不可能在哲学学说中使这些造诣如此繁荣盛开,并在许多地方一同踏入诗性的素材与措辞之中;因为正如赫西俄德所言:“此种竞争对凡人有益。” 而且确实,这一争胜与冠冕既崇高又极配赢得显赫声名,在此赛事中,哪怕败于先贤之手,亦非不光彩之事。
- 13.1Ὅτι μέντοι ὁ Πλάτων (ἐπάνειμι γάρ) τοιούτῳ τινὶ χεύματι ἀψοφητὶ ῥέων οὐδὲν ἧττον μεγεθύνεται, ἀνεγνωκὼς τὰ ἐν τῇ Πολιτείᾳ τὸν τύπον οὐκ ἀγνοεῖς.
针对主句动词 οὐκ ἀγνοεῖς,直接宾语为 τὸν τύπον,而位于句首的 ὅτι 引导的从句(“柏拉图……亦毫不逊色地达到宏大”)起到了前置解释、具体说明 τὸν τύπον 内容的同位语或说明性从句作用。这种先列出论断要旨再落到认识动词宾语上的语序增强了论述的张力。
- 13.2ἔνθα ῥῆγμά ἐστι γῆς ἀναπνεῖν ὥς φασιν ἀτμὸν ἔνθεον
不定式 ἀναπνεῖν 紧随名词短语 ῥῆγμά ἐστι γῆς 之后,作说明性或结果性不定式,修饰该地缝具有“喷吐出神圣灵气”的属性或功用。插入语 ὥς φασιν(“正如人们所言”)仅作传闻性的副词性修饰,并不改变 ἀναπνεῖν 与前项名词短语的句法联系。
- 13.4καὶ οὐδ’ ἂν ἐπακμάσαι μοι δοκεῖ τηλικαῦτά τινα τοῖς τῆς φιλοσοφίας δόγμασι, καὶ εἰς ποιητικὰς ὕλας πολλαχοῦ συνεμβῆναι καὶ φράσεις εἰ μὴ ... διηριστεύετο
主句动词 δοκεῖ 统辖带有 ἄν 的不定式 ἐπακμάσαι 以及并列的 συνεμβῆναι,是在间接引语中表达过去与事实相反的虚拟判断(直陈式直接语中相当于 οὐκ ἂν ἐπήκμασε / συνενέβη)。从句(εἰ μὴ ... διηριστεύετο)使用未完成过去时直陈式,表示过去持续进行或反复展开的争胜状态。
