- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:12.1-12.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批驳了修辞技艺派对增幅法的定义,阐明了崇高(拔高)与增幅法(多量丰沛)的本质区别,并将如同雷霆的德摩斯梯尼与如同蔓延野火的西塞罗作对比,论述了二者各自适用的场合。
Ὁ μὲν οὖν τῶν τεχνογράφων ὅρος ἔμοιγ’ οὐκ ἀρεστός. αὔξησίς ἐστι, φασί, λόγος μέγεθος περιτιθεὶς τοῖς ὑποκειμένοις· δύναται γὰρ ἀμέλει καὶ ὕψους καὶ πάθους καὶ τρόπων εἶναι κοινὸς οὗτος ὁ ὅρος, ἐπειδὴ κἀκεῖνα τῷ λόγῳ περιτίθησι ποιόν τι μέγεθος. ἐμοὶ δὲ φαίνεται ταῦτα ἀλλήλων παραλλάττειν, ᾗ κεῖται τὸ μὲν ὕψος ἐν διάρματι, ἡ δ’ αὔξησις καὶ ἐν πλήθει· διὸ κεῖνο μὲν κἀν νοήματι ἑνὶ πολλάκις, ἡ δὲ πάντως μετὰ ποσότητος καὶ περιουσίας τινὸς ὑφίσταται.
然而,那些技术手册撰述者所下的定义,至少在我看来是不称意的。他们说,增幅法是“赋予论题以宏大性的言论”;因为这一定义无疑同样可以适用于崇高、激情以及修辞转义,毕竟这些也能赋予言论以某种宏大性。但在我看来,它们之间的差别在于:崇高在于拔高超升,而增幅法还在于数量众多;因此,崇高往往存在于单独一个意念之中,而增幅法则必然伴随着某种数量与充裕而成立。
καὶ ἔστιν ἡ αὔξησις, ὡς τύπῳ περιλαβεῖν, συμπλήρωσις ἀπὸ πάντων τῶν ἐμφερομένων τοῖς πράγμασι μορίων καὶ τόπων, ἰσχυροποιοῦσα τῇ ἐπιμονῇ τὸ κατεσκευασμένον, ταύτῃ τῆς πίστεως διεστῶσα, ὅτι ἡ μὲν τὸ ζητούμενον ἀποδεί πλουσιώτατα,1 καθάπερ τι πέλαγος, εἰς ἀναπεπταμένον κέχυται πολλαχῇ μέγεθος.
简括言之,增幅法乃是由包含于诸事实中的一切组成部分与论题所作的充实铺陈,借由反复驻留来强化已树立的论点;它在这一点上与论证相区别:论证旨在证明所探究的事项……[原文有脱文]……极其充沛地,犹如一片汪洋大海,四下泼洒开来,化为一望无际的宏大。
ὅθεν, οἶμαι, κατὰ λόγον ὁ μὲν ῥήτωρ ἅτε παθητικώτερος πολὺ τὸ διάπυρον ἔχει2 καὶ θυμικῶς ἐκφλεγόμενον, ὁ δὲ καθεστὼς ἐν ὄγκῳ καὶ μεγαλοπρεπεῖ σεμνότητι, οὐκ ἔψυκται μέν, ἀλλ’ οὐχ οὕτως ἐπέστραπται.
因此,我想理所当然的是,其中一位演说家由于更具激情,拥有强烈的火热与勃发的热烈;而另一位则稳立于崇厚与宏伟的庄重之中,虽不至于冰冷,却也没有如此高度紧绷。
οὐ κατ’ ἄλλα δέ τινα ἢ ταῦτα, ἐμοὶ δοκεῖ, φίλτατε Τερεντιανέ, (λέγω δέ, εἰ καὶ ἡμῖν ὡς Ἕλλησιν ἐφεῖταί τι γινώσκειν) καὶ ὁ Κικέρων τοῦ Δημοσθένους ἐν τοῖς μεγέθεσι παραλλάττει·3 ὁ μὲν γὰρ ἐν ὕψει τὸ πλέον ἀποτόμῳ, ὁ δὲ Κικέρων ἐν χύσει, καὶ ὁ μὲν ἡμέτερος διὰ τὸ μετὰ βίας ἕκαστα, ἔτι δὲ τάχους ῥώμης δεινότητος οἷον καίειν τε ἅμα καὶ διαρπάζειν, σκηπτῷ τινι παρεικάζοιτ’ ἂν ἢ κεραυνῷ, ὁ δὲ Κικέρων ὡς ἀμφιλαφής τις ἐμπρησμὸς οἶμαι πάντη νέμεται καὶ ἀνειλεῖται, πολὺ ἔχων καὶ ἐπίμονον ἀεὶ τὸ καῖον, καὶ διακληρονομούμενον ἄλλοτ’ ἀλλοίως ἐν αὐτῷ καὶ κατὰ διαδοχὰς ἀνατρεφόμενον.
我亲爱的泰伦提安努斯,依我之见,西塞罗与德摩斯梯尼在宏大风格上的差异,也完全不出于这些方面(倘若我们作为希腊人也尚被准许懂得一点此类事情的话)。因为前者主要在于峻拔的崇高,而西塞罗则在于如流倾注;我们的演说家由于凭借猛力,更兼迅捷、力量与逼人之势,仿佛将一切一面焚烧一面席卷,或许可比作某种闪电或霹雳;而西塞罗,我想,则宛如漫衍蔓延的烈火,在各处吞噬席卷,保有广阔而持久不熄的燃烧之火,在他身上时而这般、时而那般地分配蔓延,并因连续接替而不断获得滋养。
ἀλλὰ ταῦτα μὲν ὑμεῖς ἂν ἄμεινον ἐπικρίνοιτε, καιρὸς δὲ τοῦ Δημοσθενικοῦ μὲν ὕψους καὶ ὑπερτεταμένου ἔν τε ταῖς δεινώσεσι καὶ τοῖς σφοδροῖς πάθεσι, καὶ ἔνθα δεῖ τὸν ἀκροατὴν τὸ σύνολον ἐκπλῆξαι, τῆς δὲ χύσεως, ὅπου χρὴ καταντλῆσαι· τοπηγορίαις τε γὰρ καὶ ἐπιλόγοις κατὰ τὸ πλέον καὶ παραβάσεσι καὶ τοῖς φραστικοῖς ἅπασι καὶ ἐπιδεικτικοῖς, ἱστορίαις τε καὶ φυσιολογίαις, καὶ οὐκ ὀλίγοις ἄλλοις μέρεσιν ἁρμόδιος.
不过关于这些,你们当能作出更好的评判。德摩斯梯尼式的崇高与紧绷张力的适用时机,是在激愤抨击与剧烈激情之中,以及在必须彻底震慑听众的场合;而倾流漫衍的适用时机,则是在需要向听众倾注灌输之处。它主要适用于论题敷演、结语、题外插入语,以及一切描写性与夸示性演说,还有历史叙述、自然哲学考察以及不少其他领域。
- 12.2ὅτι ἡ μὲν τὸ ζητούμενον ἀποδεί πλουσιώτατα
抄本P在 ἀποδεί 处残缺,存在文本脱文(lacuna)。通常认为此处应补足动词 ἀποδείκνυσιν(或 ἀποδεικνύει),且其后脱落了关于增幅法或柏拉图文体的讨论。由于与 ἡ μέν(论证)相对应的项(如 ἡ δέ 增幅法)遗失,后文“如汪洋大海般倾注”的主语在句法上出现了断层,翻译时须体现此处的缺漏。
- 12.3ὁ μὲν ῥήτωρ ἅτε παθητικώτερος πολὺ τὸ διάπυρον ἔχει
连词 ἅτε 与比较级形容词 παθητικώτερος(与主语 ὁ μὲν ῥήτωρ 一致)连用,起到类似表示客观原因的分词短语作用(“由于更为富有激情”)。根据上下文,ὁ μὲν ῥήτωρ 指德摩斯梯尼,与指代柏拉图(或西塞罗)的 ὁ δέ 形成对比。πολὺ τὸ διάπυρον 为中性形容词名词化,用作动词 ἔχει 的直接宾语(“拥有剧烈的火热”)。
- 12.4καὶ ὁ Κικέρων τοῦ Δημοσθένους ἐν τοῖς μεγέθεσι παραλλάττει
动词 παραλλάττει(“不同、有差异”)带比较属格 τοῦ Δημοσθένους,并通过介词短语 ἐν τοῖς μεγέθεσι(中性复数,“在宏大风格方面”)标明产生差异的领域。句首的 οὐ κατ’ ἄλλα δέ τινα ἢ ταῦτα(“完全不出于这些方面之外的其他原因”)统摄修饰这整个主句。
