- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:11.1-11.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者提出了与上一章紧密凝缩并列的“增幅法”,指出缺乏崇高的增幅将流于空洞,并预告将简明界定两者的区别。
Σύνεδρός ἐστι ταῖς προεκκειμέναις ἀρετὴ καὶ ἣν καλοῦσιν αὔξησιν,1 ὅταν δεχομένων τῶν πραγμάτων καὶ ἀγώνων κατὰ περιόδους ἀρχάς τε πολλὰς καὶ ἀναπαύλας2 ἕτερα ἑτέροις ἐπεισκυκλούμενα μεγέθη συνεχῶς ἐπεισάγηται κατ’ ἐπίβασιν.
与前文所陈述的诸般卓越品质相伴随的,还有人们称之为“增幅法”的卓越手段。那是当事态与争辩按阶段接纳许多开端与顿歇之时,层出不穷的宏大表述如登阶梯般连续不断地被引介进来的情形。
τοῦτο δὲ εἴτε διὰ τοπηγορίαν, εἴτε δείνωσιν, ἢ πραγμάτων ἢ κατασκευῶν ἐπίρρωσιν, εἴτ᾽ ἐποικονομίαν ἔργων ἢ παθῶν (μυρίαι γὰρ ἰδέαι τῶν αὐξήσεων) γίνοιτο, χρὴ γινώσκειν ὅμως τὸν ῥήτορα, ὡς οὐδὲν ἂν τούτων καθ’ αὑτὸ συσταίη χωρὶς ὕψους τέλειον, πλὴν εἰ μὴ ἐν οἴκτοις ἄρα, νὴ Δία, ἢ ἐν εὐτελισμοῖς, τῶν δ’ ἄλλων αὐξητικῶν ὅτου περ ἂν τὸ ὑψηλὸν ἀφέλῃς, ὡς ψυχὴν ἐξαιρήσεις σώματος·3 εὐθὺς γὰρ ἀτονεῖ καὶ κενοῦται τὸ ἔμπρακτον αὐτῶν μὴ τοῖς ὕψεσι συνεπιρρωννύμενον.4
而这无论是通过论题的敷演,还是通过激愤夸饰,或是借由事实或论据的强化,抑或是凭借行为或激情的层进铺排而产生(因为增幅法的形式不可胜数),演说者终究必须明白:若是缺少了崇高,其中任何一种都绝无法单独完满自立——除非,指着宙斯起誓,是在引人怜悯或贬低贬抑之时;但若从其余的增幅手段中剥夺掉崇高,便如从躯体中抽离了灵魂一般。因为若是没有崇高的力量协同支撑,其实际效用便会立刻懈怠,化为空洞。
ᾗ μέντοι διαφέρει τοῦ ἀρτίως εἰρημένου τὰ νῦν παραγγελλόμενα (περιγραφὴ γάρ τις ἦν ἐκεῖνο τῶν ἄκρων λημμάτων καὶ εἰς ἑνότητα σύνταξις), καὶ τίνι καθόλου τῶν αὐξήσεων παραλλάττει τὰ ὕψη, τῆς σαφηνείας αὐτῆς ἕνεκα συντόμως διοριστέον.
然而,当前所阐明的法则究竟与方才所论及者(那一法则在于对极致要素的勾勒并将其统合成一个整体)有何不同,以及崇高在总体上与增幅法有何差异,为了求得彻底的明晰,必须予以简要界定。
- 11.1Σύνεδρός ἐστι ταῖς προεκκειμέναις ἀρετὴ καὶ ἣν καλοῦσιν αὔξησιν
句首作表语的形容词 σύνεδρος 居前受到强调,语法主语为 ἀρετή。随后的 καὶ ἣν καλοῦσιν αὔξησιν 为内含指示词先行词的关系从句(καὶ [ἐκείνη] ἣν...),与 ἀρετή 构成同位关系,整句意为“与前文所陈诸美德相伴的,亦有人们称之为增幅法的那一美德”。
- 11.1δεχομένων τῶν πραγμάτων καὶ ἀγώνων κατὰ περιόδους ἀρχάς τε πολλὰς καὶ ἀναπαύλας
嵌于 ὅταν 引导的从句中的属格绝对构式。τῶν πραγμάτων καὶ ἀγώνων 为逻辑主语,δεχομένων 为分词,ἀρχάς τε πολλὰς καὶ ἀναπαύλας 为其宾语,表示背景性/时间性条件:“当事态与争辩按阶段接纳许多开端与顿歇之时”。
- 11.2τῶν δ’ ἄλλων αὐξητικῶν ὅτου περ ἂν τὸ ὑψηλὸν ἀφέλῃς, ὡς ψυχὴν ἐξαιρήσεις σώματος
前置的 τῶν δ’ ἄλλων αὐξητικῶν 为部分属格,修饰关系代词 ὅτου。从句 ὅτου περ ἂν ... ἀφέλῃς 由虚拟式加 ἄν 构成普遍条件句(“无论从其他哪一种增幅手段中剥除崇高”),引出主句的直陈式将来时 ὡς ψυχὴν ἐξαιρήσεις σώματος(“就如同从肉体中抽除灵魂一般”)。
- 11.2μὴ τοῖς ὕψεσι συνεπιρρωννύμενον
带有否定词 μή 的分词短语,表条件假定(“若不被……共同巩固强化”)。被修饰的分词主语是前文的中性实体化词组 τὸ ἔμπρακτον αὐτῶν(“它们实际的效能/效力”)。
