← 爱比克泰德

手册

§32.1-32.3

求问占卜的端正态度与道德义务的优先

本节阐述了求问占卜时应有的态度:未来之事本身是无差别的,应将诸神视作顾问;而在理性和道义已明确要求与朋友或祖国共担危难之事上,绝不可求诸占卜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

ὅταν μαντικῇ προσίῃς, μέμνησο, ὅτι, τί μὲν ἀποβήσεται, οὐκ οἶδας, ἀλλὰ ἥκεις ὡς παρὰ τοῦ μάντεως αὐτὸ πευσόμενος, ὁποῖον δέ τι ἐστίν, ἐλήλυθας εἰδώς, εἴπερ εἶ φιλόσοφος. εἰ γάρ ἐστί τι τῶν οὐκ ἐφʼ ἡμῖν, πᾶσα ἀνάγκη μήτε ἀγαθὸν αὐτὸ εἶναι μήτε κακόν.

当你前往求问占卜时,当记住:将会发生何事,你是不知道的,而是为了从占卜者那里探听此事而来;但那是一件何等性质的事物,你来时却已知晓,如果你确实是个哲学家的话。因为若它是属于不由我们决定的事物,那么它既非善亦非恶便是全然必然的。

§32.2

μὴ φέρε οὖν πρὸς τὸν μάντιν ὄρεξιν ἢ ἔκκλισιν μηδὲ τρέμων αὐτῷ πρόσει, ἀλλὰ διεγνωκώς, ὅτι πᾶν τὸ ἀποβησόμενον ἀδιάφορον καὶ οὐδὲν πρὸς σέ, ὁποῖον δʼ ἂν ᾖ, ἔσται αὐτῷ χρήσασθαι καλῶς1 καὶ τοῦτο οὐθεὶς κωλύσει. θαῤῥῶν οὖν ὡς ἐπὶ συμβούλους ἔρχου τοὺς θεούς· καὶ λοιπόν, ὅταν τί σοι συμβουλευθῇ, μέμνησο τίνας συμβούλους παρέλαβες καὶ τίνων παρακούσεις ἀπειθήσας.

因此,切勿将欲求或回避带到占卜者面前,亦不要战战兢兢地走向他,而应当坚定地认识到:一切将要发生的事皆是无差别的,与你无干;并且无论它是怎样的,人都能够很好地运用它,这一点无人能够阻碍。所以,当满怀信心地走向诸神,犹如走向顾问;此外,每当有什么建议向你提出时,当记住你延请了何等顾问,若不服从,你所漠视的又是何等人物。

§32.3

ἔρχου δὲ ἐπὶ τὸ μαντεύεσθαι, καθάπερ ἠξίου Σωκράτης, ἐφʼ ὧν ἡ πᾶσα σκέψις τὴν ἀναφορὰν εἰς τὴν ἔκβασιν ἔχει καὶ οὔτε ἐκ λόγου οὔτε ἐκ τέχνης τινὸς ἄλλης ἀφορμαὶ δίδονται πρὸς τὸ συνιδεῖν τὸ προκείμενον· ὥστε, ὅταν δεήσῃ συγκινδυνεῦσαι φίλῳ ἢ πατρίδι, μὴ μαντεύεσθαι,2 εἰ συγκινδυνευτέον. καὶ γὰρ ἂν προείπῃ σοι ὁ μάντις φαῦλα γεγονέναι τὰ ἱερά, δῆλον ὅτι θάνατος σημαίνεται ἢ πήρωσις μέρους τινὸς τοῦ σώματος ἢ φυγή· ἀλλʼ αἱρεῖ ὁ λόγος3 καὶ σὺν τούτοις παρίστασθαι τῷ φίλῳ καὶ τῇ πατρίδι συγκινδυνεύειν. τοιγαροῦν τῷ μείζονι μάντει πρόσεχε, τῷ Πυθίῳ, ὃς ἐξέβαλε τοῦ ναοῦ τὸν οὐ βοηθήσαντα ἀναιρουμένῳ τῷ φίλῳ.

但是,正如苏格拉底所认定的那样,只有在一切考量都仅关乎结果、且无论是出自理性还是出自任何其他技艺都无法提供洞察摆在面前之事的凭借的那些事上,才当前往求问占卜。因此,当需要与朋友或祖国共赴患难时,切不可占卜是否当共赴患难。因为即便占卜者预先告诉你祭牲的征兆不祥,显然预示着死亡、身体某部分的残疾或流放;但理性主张,纵使伴随着这些,亦当挺身支持朋友并与祖国共赴患难。所以,应当听从那位更伟大的占卜者,即皮托的神,他曾将未向正遭杀害的朋友施以援手的人逐出了神庙。

语法注3 条
  1. 32.2ἔσται αὐτῷ χρήσασθαι καλῶς

    ἔσται 在此处作非人称用法,相当于 ἔξεστι(可能、被允许)的将来时,并以不定式短语 αὐτῷ χρήσασθαι 充当主语,意为“能够很好地运用它”。

  2. 32.3ὥστε, ὅταν δεήσῃ συγκινδυνεῦσαι φίλῳ ἢ πατρίδι, μὴ μαντεύεσθαι

    连词 ὥστε 引出带有否定词 μή 的不定式 μαντεύεσθαι,用以表述由前述原则推导出的必然行为规范或命令性结果(“因此……不可求问占卜”)。

  3. 32.3ἀλλʼ αἱρεῖ ὁ λόγος

    αἱρεῖ ὁ λόγος 是常见的惯用表达,意为“理性/论据要求(或确立)……”,支配后接的不定式 παρίστασθαι 和 συγκινδυνεύειν,表示由理性论证所得出的不可动摇的结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg002.humanitext-grc2:32.1-32.3