- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg002.humanitext-grc2:33.1-33.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在敦促确立应当持守的品格与规范之后,爱比克泰德就保持沉默、节制言谈、克制宴乐与肉体欲望、应对毁谤与权贵,以及维系庄重品行给出了具体的行为准则。
τάξον τινὰ ἤδη χαρακτῆρα σαυτῷ καὶ τύπον, ὃν φυλάξεις ἐπί τε σεαυτοῦ ὢν καὶ ἀνθρώποις ἐντυγχάνων.
你当立即为自己确立某种品格与规范,无论独处还是与人相遇时,都要恪守它。
καὶ σιωπὴ τὸ πολὺ ἔστω ἢ λαλείσθω τὰ ἀναγκαῖα καὶ διʼ ὀλίγων. σπανίως δέ ποτε καιροῦ παρακαλοῦντος ἐπὶ τὸ λέγειν λέξον μέν, ἀλλὰ περὶ οὐδενὸς τῶν τυχόντων· μὴ περὶ μονομαχιῶν, μὴ περὶ ἱπποδρομιῶν, μὴ περὶ ἀθλητῶν, μὴ περὶ βρωμάτων ἢ πομάτων, τῶν ἑκασταχοῦ, μάλιστα δὲ μὴ περὶ ἀνθρώπων ψέγων ἢ ἐπαινῶν ἢ συγκρίνων.
大体上当保持沉默,或者只言必要之事,且用词简短。在极少数情况下,当时机要求你说话时,你再说,但切莫谈论任何司空见惯的琐事:不要谈论角斗、赛马、竞技者、各处的饮食,尤其是不要谈论人,无论是谴责、赞扬还是比较。
ἂν μὲν οὖν οἷός τε ᾖς, μετάγαγε τοῖς σοῖς λόγοις καὶ τοὺς τῶν συνόντων ἐπὶ τὸ προσῆκον. εἰ δὲ ἐν ἀλλοφύλοις ἀποληφθεὶς τύχοις, σιώπα.
因此,若你力所能及,当用你自己的话语将同席者的话题引向恰当之途;但若你适巧身处异类之人当中,则当保持沉默。
γέλως μὴ πολὺς ἔστω μηδὲ ἐπὶ πολλοῖς μηδὲ ἀνειμένος.
笑不可过多,亦不可针对过多之事,更不可放纵无度。
ὅρκον παραίτησαι, εἰ μὲν οἷόν τε, εἰς ἅπαν, εἰ δὲ μή, ἐκ τῶν ἐνόντων.1 ἑστιάσεις τὰς ἔξω καὶ ἰδιωτικὰς διακρούου· ἐὰν δέ ποτε γίνηται καιρός, ἐντετάσθω σοι ἡ προσοχή, μήποτε ἄρα ὑπορρυῇς εἰς ἰδιωτισμόν. ἴσθι γάρ, ὅτι, ἐὰν ὁ ἑταῖρος ᾖ μεμολυσμένος, καὶ τὸν συνανατριβόμενον αὐτῷ συμμολύνεσθαι ἀνάγκη, κἂν αὐτὸς ὢν τύχῃ καθαρός.
对于誓言,若有可能,当彻底拒绝;若不可能,亦当尽力在可能范围内回避。当推辞外界的、世俗的宴会;但若何时有了此种机会,你的注意力当全然紧绷,以免悄然滑入庸俗之中。因为你当知晓,若同伴是污秽的,与他往来交际之人必然也会同受玷污,即便他自己碰巧是洁净的。
τὰ περὶ τὸ σῶμα μέχρι τῆς χρείας ψιλῆς παραλάμβανε, οἷον τροφάς, πόμα, ἀμπεχόνην, οἰκίαν, οἰκετίαν· τὸ δὲ πρὸς δόξαν ἢ τρυφὴν ἅπαν περίγραφε. περὶ ἀφροδίσια εἰς δύναμιν πρὸ γάμου καθαρευτέον· ἁπτομένῳ δὲ ὧν νόμιμόν ἐστι μεταληπτέον. μὴ μέντοι ἐπαχθὴς γίνου τοῖς χρωμένοις μηδὲ ἐλεγκτικός· μηδὲ πολλαχοῦ τὸ ὅτι αὐτὸς οὐ χρῇ, παράφερε.
关于身体之事,仅可获取以满足纯粹所需为限的东西,例如食物、饮料、衣着、房舍、仆人;凡关乎虚名或奢华之物,则当全数舍弃。关于情欲之事,婚前当尽可能保持纯洁;若要涉足,亦当只分沾合乎法度之事。然而,切不可对沉溺其中之人显得面目可憎或横加指责;亦不可到处宣扬你自己并不涉足其中。
ἐὰν τίς σοι ἀπαγγείλῃ ὅτι ὁ δεῖνά σε κακῶς λέγει, μὴ ἀπολογοῦ πρὸς τὰ λεχθέντα, ἀλλʼ ἀποκρίνου διότι ἠγνόει γὰρ τὰ ἄλλα τὰ προσόντα μοι κακά, ἐπεὶ οὐκ ἂν ταῦτα μόνα ἔλεγεν.2
若有人向你禀告说某某人在说你坏话,不要针对所说的话为自己辩解,而要回答说:“他定是不知道附于我身上的其余恶行,否则他就不会只说这些了。”
εἰς τὰ θέατρα τὸ πολὺ παριέναι οὐκ ἀναγκαῖον. εἰ δέ ποτε καιρὸς εἴη, μηδενὶ σπουδάζων φαίνου ἢ σεαυτῷ, τοῦτʼ ἔστι. θέλε γίνεσθαι μόνα τὰ γινόμενα καὶ νικᾶν μόνον τὸν νικῶντα· οὕτω γὰρ οὐκ ἐμποδισθήσῃ. βοῆς δὲ καὶ τοῦ ἐπιγελᾶν τινι ἢ ἐπὶ πολὺ συγκινεῖσθαι παντελῶς ἀπέχου. καὶ μετὰ τὸ ἀπαλλαγῆναι μὴ πολλὰ περὶ τῶν γεγενημένων διαλέγου, ὅσα μὴ φέρει πρὸς τὴν σὴν ἐπανόρθωσιν· ἐμφαίνεται γὰρ ἐκ τοῦ τοιούτου, ὅτι ἐθαύμασας τὴν θέαν.
频繁前往剧场并非必要。但若有时有了此种机会,切莫显露出你热衷于除你自己之外的任何人,这就是说:只愿所发生之事发生,只愿得胜者得胜;因为这样你便不会受阻。大喊大叫、讥笑某人或深受触动,应当全然杜绝。离场之后,切莫多谈所发生之事,除非是有益于你自我修正的事;因为从这番高谈阔论中便可看出,你对这番景象惊叹不已。
εἰς ἀκροάσεις τινῶν μὴ εἰκῇ μηδὲ ῥᾳδίως πάριθι· παριὼν δὲ τὸ σεμνὸν καὶ τὸ εὐσταθὲς καὶ ἅμα ἀνεπαχθὲς φύλασσε.
切莫轻率或随便前去听某些人的朗诵;但前往之时,当保持庄重、沉稳,同时又不可令人厌烦。
ὅταν τινὶ μέλλῃς συμβαλεῖν, μάλιστα τῶν ἐν ὑπεροχῇ δοκούντων, πρόβαλε σαυτῷ, τί ἂν ἐποίησεν ἐν τούτῳ Σωκράτης ἢ Ζήνων, καὶ οὐκ ἀπορήσεις τοῦ χρήσασθαι προσηκόντως τῷ ἐμπεσόντι.
每当你将要与某人会面,尤其是那些被视为地位显赫之人,当向自己提出:在此情境下苏格拉底或芝诺会怎么做,这样你便不会不知该如何恰当地应对眼前之事。
ὅταν φοιτᾷς πρός τινα τῶν μέγα δυναμένων, πρόβαλε, ὅτι οὐχ εὑρήσεις αὐτὸν ἔνδον, ὅτι ἀποκλεισθήσῃ, ὅτι ἐντιναχθήσονταί σοι αἱ θύραι, ὅτι οὐ φροντιεῖ σου. κἂν σὺν τούτοις ἐλθεῖν καθήκῃ, ἐλθὼν φέρε τὰ γινόμενα καὶ μηδέποτε εἴπῃς αὐτὸς πρὸς ἑαυτὸν ὅτι οὐκ ἦν τοσούτου·3 ἰδιωτικὸν γὰρ καὶ διαβεβλημένον πρὸς τὰ ἐκτός.
每当你拜访极有权势之人,当向自己预先设定:你将找不到他在家,你将被拒之门外,门将在你面前猛然关上,他根本不会理睬你。即使伴随着这些情况,去也是你的本分,那么去了之后就当承受所发生之事,切莫私下对自己说:“这根本不值这么多”;因为这是庸俗之举,且是对外在事物抱有怨尤者的特征。
ἐν ταῖς ὁμιλίαις ἀπέστω τὸ ἑαυτοῦ τινων ἔργων ἢ κινδύνων ἐπὶ πολὺ καὶ ἀμέτρως μεμνῆσθαι. οὐ γάρ, ὡς σοὶ ἡδύ ἐστι τὸ τῶν σῶν κινδύνων μεμνῆσθαι, οὕτω καὶ τοῖς ἄλλοις ἡδύ ἐστι τὸ τῶν σοὶ συμβεβηκότων ἀκούειν.
在交谈中,当避免长篇大论、毫无节制地提及自己的某些作为或危险;因为并非像回忆自己的危险对你是惬意的那样,听到发生在你身上的事对他人也同样惬意。
ἀπέστω δὲ καὶ τὸ γέλωτα κινεῖν· ὀλισθηρὸς γὰρ ὁ τρόπος εἰς ἰδιωτισμὸν καὶ ἅμα ἱκανὸς τὴν αἰδῶ τὴν πρὸς σὲ τῶν πλησίον ἀνιέναι.
亦当避免引人发笑;因为这种作风极易滑入庸俗,同时足以松弛邻人对你的敬重。
ἐπισφαλὲς δὲ καὶ τὸ εἰς αἰσχρολογίαν προελθεῖν. ὅταν οὖν τι συμβῇ τοιοῦτον, ἂν μὲν εὔκαιρον ᾖ, καὶ ἐπίπληξον τῷ προελθόντι· εἰ δὲ μή, τῷ γε ἀποσιωπῆσαι καὶ ἐρυθριᾶσαι καὶ σκυθρωπάσαι δῆλος γίνου δυσχεραίνων τῷ λόγῳ.
涉入污言秽语亦是危险的。因此,每当发生此类事情时,若时机恰当,甚至可以斥责那口出恶言之人;若不合适,至少亦当以沉默、脸红和沉下脸来,表明你对这番话深感不悦。
- 33.5ἐκ τῶν ἐνόντων
由 τὰ ἐνόντα(现有的条件、手段)构成的习语,意为“在可能范围内”或“就现有条件而言”,作状语修饰祈使动词 παραίτησαι(拒绝)。它与前文的 εἰς ἅπαν(完全地)相对照。
- 33.9ἐπεὶ οὐκ ἂν ταῦτα μόνα ἔλεγεν
连词 ἐπεί 在此表示“否则”(因为若非如此),引出带有 ἄν + 未完成过去直陈式(ἔλεγεν)的反事实条件句归结从句,意为“否则他就不会只说这些了”。
- 33.13οὐκ ἦν τοσούτου
τοσούτου 为表示价值或价格的属格(genitive of value),未完成式 ἦν 表示事后的判断:“这根本不值这么多”。指人在遭受闭门羹或冷遇后抱怨去见那人根本不值得付出如此代价的抱怨态度。
