← 爱比克泰德

手册

§31.1-31.5

对诸神的真正敬虔与祭祀的适度准则

论述对诸神真正的敬虔在于持守关于其统辖的正确见解并甘愿顺从发生的一切,这要求唯将善恶置于自主之事中,并指出遵循祖训举行祭祀的适度准则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

τῆς περὶ τοὺς θεοὺς εὐσεβείας1 ἴσθι ὅτι τὸ κυριώτατον ἐκεῖνό ἐστιν, ὀρθὰς ὑπολήψεις περὶ αὐτῶν ἔχειν ὡς ὄντων καὶ διοικούντων τὰ ὅλα καλῶς καὶ δικαίως καὶ σαυτὸν εἰς τοῦτο κατατεταχέναι, τὸ πείθεσθαι αὐτοῖς καὶ εἴκειν πᾶσι τοῖς γινομένοις καὶ ἀκολουθεῖν ἑκόντα ὡς ὑπὸ τῆς ἀρίστης γνώμης ἐπιτελουμένοις. οὕτω γὰρ οὐ μέμψῃ ποτὲ τοὺς θεοὺς οὔτε ἐγκαλέσεις ὡς ἀμελούμενος.

关于对诸神的敬虔,你须知最主要的一点在于:对他们持有正确的看法,认定他们存在并且善且公正地统辖万物,并使你自己立定于此——顺从他们,顺服于发生的一切,并甘愿跟随,视一切皆由至善的心意所成全。因为这样你就绝不会责怪诸神,也不会以自己被忽视而指责〔他们〕。

§31.2

ἄλλως δὲ οὐχ οἷόν τε τοῦτο γίνεσθαι, ἐὰν μὴ ἄρῃς ἀπὸ τῶν οὐκ ἐφʼ ἡμῖν καὶ ἐν τοῖς ἐφʼ ἡμῖν μόνοις θῇς τὸ ἀγαθὸν καὶ τὸ κακόν. ὡς, ἄν γέ τι ἐκείνων ὑπολάβῃς ἀγαθὸν ἢ κακόν, πᾶσα ἀνάγκη, ὅταν ἀποτυγχάνῃς ὧν θέλεις καὶ περιπίπτῃς οἷς μὴ θέλεις, μέμψασθαί σε καὶ μισεῖν τοὺς αἰτίους.

但若非你将善恶从不由我们决定的事物中除去,而唯独将它们置于由我们决定的事物之中,这一点是绝不可能实现的。因为,如果你将那些事物中的任何一件断定为善或恶,那么每当你未获所愿并陷入所不愿时,去责怪并憎恨那些罪魁祸首便是全然必然的。

§31.3

πέφυκε γὰρ πρὸς τοῦτο πᾶν ζῷον τὰ μὲν βλαβερὰ φαινόμενα καὶ τὰ αἴτια αὐτῶν φεύγειν καὶ ἐκτρέπεσθαι, τὰ δὲ ὠφέλιμα καὶ τὰ αἴτια αὐτῶν μετιέναι τε καὶ τεθηπέναι. ἀμήχανον οὖν βλάπτεσθαί τινα οἰόμενον χαίρειν τῷ δοκοῦντι βλάπτειν, ὥσπερ καὶ τὸ αὐτῇ τῇ βλάβῃ χαίρειν ἀδύνατον.

因为一切有生命之物生来皆如此:避开并逃离看似有害之物及其起因,追寻并惊叹有益之物及其起因。因此,自以为受害的人绝不可能对看似施害之物感到欣喜,正如对伤害本身感到欣喜是不可能的一样。

§31.4

ἔνθεν καὶ πατὴρ ὑπὸ υἱοῦ λοιδορεῖται, ὅταν τῶν δοκούντων ἀγαθῶν εἶναι τῷ παιδὶ μὴ μεταδιδῷ· καὶ Πολυνείκην καὶ Ἐτεοκλέα τοῦτʼ ἐποίησε πολεμίους ἀλλήλοις τὸ ἀγαθὸν οἴεσθαι τὴν τυραννίδα.2 διὰ τοῦτο καὶ ὁ γεωργὸς λοιδορεῖ τοὺς θεούς, διὰ τοῦτο ὁ ναύτης, διὰ τοῦτο ὁ ἔμπορος, διὰ τοῦτο οἱ τὰς γυναῖκας καὶ τὰ τέκνα ἀπολλύντες. ὅπου γὰρ τὸ συμφέρον, ἐκεῖ καὶ τὸ εὐσεβές. ὥστε, ὅστις ἐπιμελεῖται τοῦ ὀρέγεσθαι ὡς δεῖ καὶ ἐκκλίνειν, ἐν τῷ αὐτῷ καὶ εὐσεβείας ἐπιμελεῖται.

由此,当父亲不将看似善的事物分给孩子时,父亲也会遭到儿子的辱骂;使波吕涅刻斯与厄忒俄克勒斯反目成仇的,正是将僭主权位视作善事。为此农夫辱骂诸神,为此水手、为此商人、为此丧失妻儿者皆辱骂诸神。因为利益所在之处,敬虔亦在彼处。因此,凡关切照应有的方式欲求与回避的人,同时亦在关切敬虔。

§31.5

σπένδειν δὲ καὶ θύειν καὶ ἀπάρχεσθαι κατὰ τὰ πάτρια ἑκάστοτε προσήκει καθαρῶς καὶ μὴ ἐπισεσυρμένως μηδὲ ἀμελῶς μηδέ γε γλίσχρως μηδὲ ὑπὲρ δύναμιν.

此外,依循祖宗习俗奉奠、献祭与奉献初熟之物,在各个场合皆是适宜的,当行得洁净,不可草率,不可疏怠,亦不可吝啬,且不可超出自身的能力。

语法注2 条
  1. 31.1τῆς περὶ τοὺς θεοὺς εὐσεβείας

    句首的属格短语作后文最高级中性名词短语 τὸ κυριώτατον(最主要之事)的部分属格(partitive genitive),同时在句首起到提示全句主题(topicalization)的作用。

  2. 31.4τοῦτʼ ἐποίησε πολεμίους ἀλλήλοις τὸ ἀγαθὸν οἴεσθαι τὴν τυραννίδα

    指示代词 τοῦτο 前瞻性地(cataphora)指引后文的冠词不定式短语 τὸ ἀγαθὸν οἴεσθαι τὴν τυραννίδα(“把僭主统治视作善”),该不定式短语是本句的真正主语。动词 ἐποίησε 构成双宾格式(二重对格),Πολυνείκην καὶ Ἐτεοκλέα 为直接宾语,πολεμίους 为宾语补足语(ἀλλήλοις 为与其搭配的与格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg002.humanitext-grc2:31.1-31.5