- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.9.1-4.9.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出,因追逐官职、财富和情欲而丧失羞耻心与品格才是真正的损失,并敦促人们在认清过错后,应如体育教师教导摔跤手那样立刻站起来归正自身。
ὅταν ἄλλον ἴδῃς ἄρχοντα, ἀντίθες, ὅτι σὺ ἔχεις τὸ μὴ δεῖσθαι ἀρχῆς· ὅταν ἄλλον πλουτοῦντα, ἰδοῦ, τί ἀντὶ τούτου ἔχεις.
当你看见别人作官掌权时,你要拿自己具有不需要官职这一点与之对照;当你看见别人富有,你要看自己拥有什么来代替它。
εἰ μὲν γὰρ μηδὲν ἔχεις ἀντʼ αὐτοῦ, ἄθλιος εἶ· εἰ δʼ ἔχεις τὸ μὴ χρείαν ἔχειν πλούτου, γίγνωσκε, ὅτι πλεῖον ἔχεις καὶ πολλῷ πλείονος ἄξιον.
因为若是你没有任何东西来代替它,你就是可怜的;但若是你拥有不需要财富这一点,你要知道,你所拥有的更多,并且价值远在其上。
ἄλλος γυναῖκα εὔμορφον, σὺ τὸ μὴ ἐπιθυμεῖν εὐμόρφου γυναικός.1 μικρά σοι δοκεῖ ταῦτα; καὶ πόσου ἂν τιμήσαιντο οὗτοι αὐτοὶ οἱ πλουτοῦντες καὶ ἄρχοντες καὶ μετʼ εὐμόρφων διαιτώμενοι δύνασθαι πλούτου καταφρονεῖν2 καὶ ἀρχῶν καὶ αὐτῶν τούτων τῶν γυναικῶν, ὧν ἐρῶσιν καὶ ὧν τυγχάνουσιν;
别人拥有美丽的妻子,你则拥有不渴望美丽的妻子。在你看来这些是微不足道的事吗?而这些富有者、掌权者以及与美貌女子同居者本人,若能轻视财富、官职以及他们所爱恋并占有的这些女子本身,他们会把这种能力估价为多少呢?
ἀγνοεῖς οἷόν τί ἐστι δίψος πυρέσσοντος; οὐδὲν ὅμοιον ἔχει τῷ τοῦ ὑγιαίνοντος. ἐκεῖνος πιὼν ἀποπέπαυται· ὁ δὲ πρὸς ὀλίγον ἡσθεὶς ναυτιᾷ, χολὴν αὐτὸ ποιεῖ ἀντὶ ὕδατος, ἐμεῖ, στροφοῦται, διψῇ σφοδρότερον.
你难道不知道发高烧之人的渴是什么样的吗?它与健康之人的渴毫无共同之处。后者喝了水就止渴了;而前者稍得片刻快意便觉恶心,反将水化为胆汁,呕吐,腹绞痛,且口渴得更厉害。
τοιοῦτόν ἐστι μετʼ ἐπιθυμίας πλουτεῖν, μετʼ ἐπιθυμίας ἄρχειν, μετʼ ἐπιθυμίας καλῇ συγκαθεύδειν· ζηλοτυπία πρόσεστιν, φόβος τοῦ στερηθῆναι, αἰσχροὶ λόγοι, αἰσχρὰ ἐνθυμήματα, ἔργα ἀσχήμονα.
带着欲望而富有,带着欲望而掌权,带着欲望而与美妇共眠,正是如此:伴随而来的是嫉妒、被剥夺的恐惧、卑鄙的言语、卑鄙的念头、不体面的行径。
καὶ τί, φησίν, ἀπολλύω;— ἄνθρωπε, ὑπῆρχες αἰδήμων καὶ νῦν οὐκέτι εἶ· οὐδὲν ἀπολώλεκας; ἀντὶ Χρυσίππου καὶ Ζήνωνος Ἀριστείδην ἀναγιγνώσκεις καὶ Εὐηνόν· οὐδὲν ἀπολώλεκας; ἀντὶ Σωκράτους καὶ Διογένους τεθαύμακας τὸν πλείστας διαφθεῖραι καὶ ἀναπεῖσαι δυνάμενον.
他说:“那我究竟损失了什么呢?”——人啊,你过去本是有羞耻心的,如今却不再是了;难道你什么都没有损失吗?你读阿里斯泰得斯和欧埃诺斯,来代替克律西波斯和芝诺;难道你什么都没有损失吗?你赞赏那能败坏并诱惑最多女子的人,来代替苏格拉底和第欧根尼。
καλὸς εἶναι θέλεις καὶ πλάσσεις σεαυτὸν μὴ ὢν καὶ ἐσθῆτα ἐπιδεικνύειν θέλεις στιλπνήν, ἵνα τὰς γυναῖκας ἐπιστρέφῃς, κἄν που μυραφίου ἐπιτύχῃς, μακάριος εἶναι δοκεῖς.
你想变得漂亮,在并不漂亮时装模作样,你想炫耀光鲜的衣服以吸引女人回头,若是在哪儿弄到一点香油,便自以为福乐无比。
πρότερον δʼ οὐδὲ ἐνεθυμοῦ τι τούτων, ἀλλὰ ποῦ εὐσχήμων λόγος, ἀνὴρ ἀξιόλογος, ἐνθύμημα γενναῖον. τοιγαροῦν ἐκάθευδες ὡς ἀνήρ, προῄεις ὡς ἀνήρ, ἐσθῆτα ἐφόρεις ἀνδρικήν, λόγους ἐλάλεις πρέποντας ἀνδρὶ ἀγαθῷ· εἶτά μοι λέγεις οὐδὲν ἀπώλεσα;
而从前你对这些事连想都不想,只关心哪里有体面的言论、值得尊敬的人、高尚的念头。因此你像个堂堂男子那样入睡,像个堂堂男子那样出门,穿着男子的服装,说着适合善士的言论;然后你竟对我说: “我什么也没损失”?
οὕτως οὐδὲν ἄλλο ἢ κέρμα ἀπολλύουσιν ἄνθρωποι; αἰδὼς οὐκ ἀπόλλυται, εὐσχημοσύνη οὐκ ἀπόλλυται; ἢ οὐκ ἔστι ζημιωθῆναι ταῦτα ἀπολέσαντα;
难道世人损失的除了铜板就再无别物了吗?羞耻心不会损失吗?端正庄重不会损失吗?难道失掉这些并不算受了亏损吗?
σοὶ μὲν οὖν δοκεῖ τάχα τούτων οὐδὲν οὐκέτι εἶναι ζημία· ἦν δέ ποτε χρόνος, ὅτε μόνην αὐτὴν ὑπελογίζου καὶ ζημίαν καὶ βλάβην, ὅτε ἠγωνίας, μή τις ἐκσείσῃ σε τούτων τῶν λόγων καὶ ἔργων.
在你看来,或许这些如今全都不再算作亏损了;但曾经有过一个时期,你唯独把这看作亏损与损害,那时你忧心忡忡,唯恐有人将你从这些言行中震落出去。
ἰδού, ἐκσέσεισαι ὑπʼ ἄλλου μὲν οὐδενός, ὑπὸ σαυτοῦ δέ. μαχέσθητι σαυτῷ, ἀφελοῦ σαυτὸν εἰς εὐσχημοσύνην, εἰς αἰδῶ, εἰς ἐλευθερίαν.
瞧,你并未被任何别的人震落,而是被你自己震落了。与你自己争战吧,把你自己夺回到体面中去,夺回到羞耻心与自由中去。
εἴ σοί τίς που ἔλεγεν περὶ ἐμοῦ ταῦτα, ὅτι μέ τις μοιχεύειν ἀναγκάζει, ὅτι ἐσθῆτα φορεῖν τοιαύτην, ὅτι μυρίζεσθαι, οὐκ ἂν ἀπελθὼν αὐτόχειρ ἐγένου τούτου τοῦ ἀνθρώπου τοῦ οὕτως μοι παραχρωμένου;3
若是有人在哪里对你说了关于我的这些话——说有人强迫我行奸淫,强迫我穿那样的衣服,强迫我涂抹香膏——难道你不会前去亲手杀了这个如此凌辱我的人吗?
νῦν οὖν οὐ θέλεις σαυτῷ βοηθῆσαι; καὶ πόσῳ ῥᾴων αὕτη ἡ βοήθεια; οὐκ ἀποκτεῖναί τινα δεῖ, οὐ δῆσαι, οὐχ ὑβρίσαι, οὐκ εἰς ἀγορὰν προελθεῖν, ἀλλʼ αὐτὸν αὑτῷ λαλῆσαι, τῷ μάλιστα πεισθησομένῳ, πρὸς ὃν οὐδείς ἐστί σου πιθανώτερος.
那么现在,你难道不想拯救你自己吗?而且这种拯救是何等容易!不需要杀死任何人,不需要捆绑任何人,不需要侮辱任何人,不需要走到广场上去,只需要你自己对自己说话——对那最容易被说服的人、对他而言无人比你更有说服力的人说话。
καὶ πρῶτον μὲν κατάγνωθι τῶν γιγνομένων, εἶτα καταγνοὺς μὴ ἀπογνῷς σεαυτοῦ μηδὲ πάθῃς τὸ τῶν ἀγεννῶν ἀνθρώπων, οἳ ἅπαξ ἐνδόντες εἰσάπαν ἐπέδωκαν ἑαυτοὺς καὶ ὡς ὑπὸ ῥεύματος παρεσύρησαν, ἀλλὰ μάθε τὸ τῶν παιδοτριβῶν.
首先要定罪于现存的事态;随后在定罪之后不要对自己绝望,也不要落入那些卑鄙之人的境地,他们一旦屈服便彻底自暴自弃,宛如被激流卷走一般;相反,要向体育教练们学习。
πέπτωκε τὸ παιδίον· ἀναστάς, φησίν, πάλιν πάλαιε, μέχρις ἂν ἰσχυροποιηθῇς.
小男孩跌倒了。 教练说: “站起来,再次摔跤,直到你变得强壮。”
τοιοῦτόν τι καὶ σὺ πάθε· ἴσθι γάρ, ὅτι οὐδέν ἐστιν εὐαγωγότερον ἀνθρωπίνης ψυχῆς. θελῆσαι δεῖ καὶ γέγονεν, διώρθωται· ὡς πάλιν ἀπονυστάσαι καὶ ἀπόλωλεν.4 ἔσωθεν γάρ ἐστι καὶ ἀπώλεια καὶ βοήθεια.
你也当有同样的经历;因为要知道,没有什么比人的灵魂更容易引导了。只要愿意,事情就成了,就纠正过来了;反之,稍一打盹,便已丧失了。因为毁灭与拯救皆出自内心。
— εἶτα τί μοι ἀγαθόν; — καὶ τί ζητεῖς τούτου μεῖζον; ἐξ ἀναισχύντου αἰδήμων ἔσῃ, ἐξ ἀκόσμου κόσμιος, ἐξ ἀπίστου πιστός, ἐξ ἀκολάστου σώφρων.
——“那我能得到什么好处呢?”——难道你还在寻找比这更大的好处吗?你将由不知羞耻变成知耻,由放肆无礼变成端庄得体,由背信弃义变成信实可靠,由放荡无度变成节制克己。
εἴ τινα ἄλλα τούτων μείζονα ζητεῖς, ποίει ἃ ποιεῖς· οὐδὲ θεῶν σέ τις ἔτι σῶσαι δύναται.
如果你还在寻找比这些更大的别的东西,那就去做你正在做的事吧;连诸神之中也没有谁能再拯救你了。
- 4.9.3ἄλλος γυναῖκα εὔμορφον, σὺ τὸ μὴ ἐπιθυμεῖν εὐμόρφου γυναικός.
承接前句省略了动词 ἔχει / ἔχεις。冠词加不定词短语 τὸ μὴ ἐπιθυμεῖν 作为省略动词 ἔχεις 的宾语,与另一方所拥有的宾格名词 γυναῖκα εὔμορφον 形成鲜明对照。
- 4.9.3καὶ πόσου ἂν τιμήσαιντο ... δύνασθαι πλούτου καταφρονεῖν
πόσου 是表示价值/价格的属格。ἄν 搭配希求式 τιμήσαιντο 表达潜势。不定词 δύνασθαι 作 τιμήσαιντο 的宾语,意为“他们会将能够蔑视……估价为多少呢”。
- 4.9.12οὐκ ἂν ἀπελθὼν αὐτόχειρ ἐγένου τούτου τοῦ ἀνθρώπου τοῦ οὕτως μοι παραχρωμένου;
这是由前面的条件从句 εἴ σοί τίς που ἔλεγεν... 引出的非真实条件句的归结节,由 ἄν 加上不定过去时直陈式 ἐγένου 构成。分词 ἀπελθών 作伴随状况或时间状语,表示“你难道不会前去亲手处置……吗”。
- 4.9.16θελῆσαι δεῖ καὶ γέγονεν, διώρθωται· ὡς πάλιν ἀπονυστάσαι καὶ ἀπόλωλεν.
这是一种将不定词(θελῆσαι, ἀπονυστάσαι)与完成时直陈式(γέγονεν, διώρθωται, ἀπόλωλεν)直接对照的习语结构。用完成时态生动地表达出行动发生的立竿见影:只要下定决心,事情便已完成纠正;一旦打瞌睡,事情便已失丧。
