← 爱比克泰德

谈话录

§4.10.1-4.10.19

对外在结果的忧虑与意志的善用

爱比克泰德批判了人们对外在结局忧心忡忡的愚蠢,指出应当只关注自由意志所辖之事。他描绘了哲学家的理想风貌:顺应自然善用一切发生的境遇,并在临终时满怀对神明眷顾的感恩欣然离世。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.10.1

ἀπορία πᾶσι τοῖς ἀνθρώποις περὶ τὰ ἐκτὸς γίνεται, ἀμηχανία περὶ τὰ ἐκτός. τί ποιήσω; πῶς γένηται; πῶς ἀποβῇ; μὴ τόδε1 ἀπαντήσῃ, μὴ τόδε.

一切人所生的困惑都在于外在之物,束手无策也在于外在之物。 “我该怎么办?”“事情会变成怎样?”“结局会如何?”“但愿不要遇上这个,但愿不要遇上那个!”

§4.10.2

πᾶσαι αὗται αἱ φωναὶ περὶ τὰ ἀπροαίρετα στρεφομένων εἰσίν· τίς γὰρ λέγει πῶς μὴ συγκατατιθῶμαι τῷ ψεύδει; πῶς μὴ ἀπονεύσω ἀπὸ τοῦ ἀληθοῦς;

所有这些声音,都属于那些把心思缠绕在非自由意志所辖之物上的人;因为有谁会说: “我如何才能不对虚假表示赞同?我如何才能不偏离真理?”

§4.10.3

ἐὰν οὕτως ᾖ εὐφυής, ὥστε περὶ τούτων ἀγωνιᾶν, ὑπομνήσω αὐτὸν ὅτι τί ἀγωνιᾷς; ἐπὶ σοί ἐστιν· ἀσφαλὴς ἴσθι· μὴ πρὸ τοῦ ἐπάγειν τὸν φυσικὸν κανόνα προπήδα ἐν τῷ συγκατατίθεσθαι.

若是有人资质极佳,以致为这些事情焦虑,我就会提醒他说: “你焦虑什么呢?这取决于你自己。你要谨慎;在运用自然的准绳之前,不要急于表示赞同。”

§4.10.4

πάλιν ἂν περὶ ὀρέξεως ἀγωνιᾷ, μὴ ἀτελὴς γένηται καὶ ἀποτευκτική, περὶ ἐκκλίσεως, μὴ περιπτωτική, πρῶτον μὲν αὐτὸν καταφιλήσω, ὅτι ἀφεὶς περὶ ἃ οἱ ἄλλοι ἐπτόηνται καὶ τοὺς ἐκείνων φόβους περὶ τῶν ἰδίων ἔργων πεφρόντικεν, ὅπου αὐτός ἐστιν·2 εἶτα ἐρῶ αὐτῷ εἰ μὴ θέλῃς ὀρέγεσθαι ἀποτευκτικῶς μηδʼ ἐκκλίνειν περιπτωτικῶς, μηδενὸς ὀρέγου τῶν ἀλλοτρίων, μηδὲν ἔκκλινε τῶν μὴ ἐπὶ σοί. εἰ δὲ μή, καὶ ἀποτυχεῖν καὶ περιπεσεῖν ἀνάγκη.

又若是他为欲望而焦虑,唯恐欲望落空而遭受挫败,或者为回避而焦虑,唯恐陷入所避之物,那么我首先要拥抱亲吻他,因为他放下了其他人为之狂热的事情以及他们的恐惧,在自身真正所处的领域中,关注起自己本分内的事业;然后我要对他说: “如果你不想欲望落空,也不想回避却陷入灾祸,那就不要欲望任何属于他人的东西,不要回避任何不取决于你自身的东西。否则,遭受挫败与陷入灾祸就是必然的。”

§4.10.7

ποία ἐνθάδʼ ἀπορία; ποῦ τόπον ἔχει πῶς γένηται; καὶ πῶς ἀποβῇ; καὶ μὴ ἀπαντήσῃ τόδε ἢ τόδε;

在这里有什么困惑呢?哪里还有容纳下面这些话的余地: “事情会变成怎样?” 以及 “结局会如何?” 以及 “但愿不要遇上这事或那事!”?

§4.10.8

νῦν οὐχὶ τὸ ἐκβησόμενον ἀπροαίρετον;— ναί. — ἡ δʼ οὐσία τοῦ ἀγαθοῦ καὶ κακοῦ ἐστιν ἐν τοῖς προαιρετικοῖς; — ναί. — ἔξεστιν οὖν σοι παντὶ τῷ ἀποβάντι χρῆσθαι κατὰ φύσιν; μή τις σε κωλῦσαι δύναται;

难道结局不是非自由意志所辖之物吗?——是的。——而善与恶的本质难道不是在于自由意志所辖之物中吗?——是的。——那么,难道你不能按照自然来运用所发生的一切结局吗?有人能阻止你吗?

§4.10.9

— οὐδείς. — μηκέτι οὖν μοι λέγε πῶς γένηται; ὅπως γὰρ ἂν γένηται, σὺ αὐτὸ θήσεις καλῶς καὶ ἔσται σοι τὸ ἀποβὰν εὐτύχημα.

——“没有人。”——那么,就不要再对我说了: “事情会变成怎样?” 因为无论事情怎样发生,你都会妥善地安排它,而结局对你而言将是一桩幸事。

§4.10.10

ἢ τίς ἂν ἦν ὁ Ἡρακλῆς λέγων πῶς μοι μὴ μέγας λέων ἐπιφανῇ μηδὲ μέγας σῦς μηδὲ θηριώδεις ἄνθρωποι; καὶ τί σοι μέλει; ἂν μέγας σῦς ἐπιφανῇ, μεῖζον ἆθλον ἀθλήσεις· ἂν κακοὶ ἄνθρωποι, κακῶν ἀπαλλάξεις τὴν οἰκουμένην.

否则,要是赫拉克勒斯也说这样的话,他又算是什么人物呢: “怎样才能让巨狮不出现在我面前,巨猪不出现,野兽般的人也不出现呢?” 这与你何干呢?要是巨猪出现了,你将经历一场更伟大的较量;要是恶人出现了,你将使这有人居住的世间摆脱恶人。

§4.10.11

— ἂν οὖν οὕτως ἀποθάνω; — ἀγαθὸς ὢν ἀποθανῇ, γενναίαν πρᾶξιν ἐπιτελῶν ἐπεὶ γὰρ δεῖ πάντως ἀποθανεῖν, ἀνάγκη τί ποτε ποιοῦντα εὑρεθῆναι, ἢ γεωργοῦντα ἢ σκάπτοντα ἢ ἐμπορευόμενον ἢ ὑπατεύοντα ἢ ἀπεπτοῦντα ἢ διαρροιζόμενον.

——“那么,要是我这样死去了呢?”——你将作为一个善人、在成就高尚的事业中死去。因为既然无论如何都必定要死,那么在被死亡找上时,人就必然正在做着某件事——要么在务农,要么在挖掘,要么在经商,要么在担任执政官,要么在忍受消化不良或腹泻。

§4.10.12

τί οὖν θέλεις ποιῶν εὑρεθῆναι ὑπὸ τοῦ θανάτου; ἐγὼ μὲν τὸ ἐμὸν μέρος ἔργον τί ποτε ἀνθρωπικόν, εὐεργετικόν, κοινωφελές, γενναῖον.3

那么,你希望被死亡找上时正在做什么呢?就我而言,我希望是某种符合人道、利人、有益于大众、高尚的事业。

§4.10.13

εἰ δὲ μὴ δύναμαι τὰ τηλικαῦτα ποιῶν εὑρεθῆναι, ἐκεῖνό γε τὸ ἀκώλυτον, τὸ διδόμενον, ἐμαυτὸν ἐπανορθῶν, ἐξεργαζόμενος τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντασιῶν, ἀπάθειαν ἐκπονῶν, ταῖς σχέσεσι τὰ οἰκεῖα ἀποδιδούς· εἰ οὕτως εὐτυχής εἰμι, καὶ τοῦ τρίτου τόπου παραπτόμενος, τοῦ περὶ τὴν τῶν κριμάτων ἀσφάλειαν.

但要是我无法在做着这等伟业时被找上,至少也要做那不受阻碍的、属于我分内之事:端正我自己,操练运用表象的能力,修养不动心,向各种社会关系履行应尽的义务;若是我是如此幸运,还要涉及第三个领域,即关于判断确凿性的领域。

§4.10.14

ἂν μετὰ τούτων με ὁ θάνατος καταλάβῃ, ἀρκεῖ μοι ἂν δύνωμαι πρὸς τὸν θεὸν ἀνατεῖναι τὰς χεῖρας, εἰπεῖν ὅτι ἃς ἔλαβον ἀφορμὰς παρὰ σοῦ πρὸς τὸ αἰσθέσθαι σου τῆς διοικήσεως καὶ ἀκολουθῆσαι αὐτῇ, τούτων οὐκ ἠμέλησα· οὐ κατῄσχυνά σε τὸ ἐμὸν μέρος.

如果死亡在我从事这些事情时临到我,只要我能向神伸出双手并这样说,便于愿已足了: “为了感知您的治理并顺从它,我从您那里所获得的凭借,我并未玩忽;就我本分而言,我未曾使您蒙羞。

§4.10.15

ἰδοῦ, πῶς κέχρημαι ταῖς αἰσθήσεσιν, ἰδοῦ, πῶς ταῖς προλήψεσιν. μή ποτέ σε ἐμεμψάμην, μή τι τῶν γινομένων τινὶ δυσηρέστησα ἢ ἄλλως γενέσθαι ἠθέλησα, μή τι τὰς σχέσεις παρέβην;

请看,我是如何运用感官的,请看,我是如何运用天赋观念的。我何曾抱怨过您,何曾对发生的任何事情表示不满或希望其以别样方式发生,何曾违背过社会关系上的义务?

§4.10.16

ὅ με σὺ ἐγέννησας, χάριν ἔχω, ὧν ἔδωκας·4 ἐφʼ ὅσον ἐχρησάμην τοῖς σοῖς, ἀρκεῖ μοι. πάλιν αὐτὰ ἀπόλαβε καὶ κατάταξον εἰς ἣν θέλεις χώραν. σὰ γὰρ ἦν πάντα, σύ μοι αὐτὰ δέδωκας.

因您生养了我,我向您致谢;因您所赐予的一切,我向您致谢。我使用属于您的东西的时间,于我就足够了。请收回它们,并将它们安排在您意愿的任何位置;因为一切本都属于您,是您将它们赐给了我。”

§4.10.17

οὐκ ἀρκεῖ οὕτως ἔχοντα ἐξελθεῖν; καὶ τίς βίων κρείττων ἢ εὐσχημονέστερος τοῦ οὕτως ἔχοντος, ποία δὲ καταστροφὴ εὐδαιμονεστέρα;

以这样的状态离世,难道还不够吗?有什么生活比处于这种状态之人的生活更好、更体面,又有什么样的归宿更加幸福呢?

§4.10.18

ἵνα δὲ ταῦτα γένηται, οὐ μικρὰ δέξασθαι οὐδὲ μικρῶν ἀποτυχεῖν.5 οὐ δύνασαι καὶ ὑπατεῦσαι θέλειν καὶ ταῦτα καὶ ἀγροὺς ἔχειν ἐσπουδακέναι καὶ ταῦτα καὶ τῶν δουλαρίων φροντίζειν καὶ σεαυτοῦ.

然而为了让这些成为现实,所要承受的绝非小事,所要错失的也绝非小事。你不可能既想担任执政官又想拥有这些,既热衷于占有田产又想拥有这些,既操心奴仆又操心你自己。

§4.10.19

ἀλλʼ ἄν τι τῶν ἀλλοτρίων θέλῃς, τὰ σὰ ἀπώλετο. αὕτη τοῦ πράγματος ἡ φύσις· προῖκα οὐδὲν γίνεται.

相反,只要你想要任何属于他人的东西,你自身的东西就丧失了。事物的本性就是如此:没有什么是白白得到的。

语法注5 条
  1. 4.10.1τί ποιήσω; πῶς γένηται; πῶς ἀποβῇ; μὴ τόδε ἀπαντήσῃ, μὴ τόδε.

    这些都是表示犹豫自问或忧虑的独立虚拟式:τί ποιήσω 是审议虚拟式(或将来直陈式);πῶς γένηται 与 πῶς ἀποβῇ 是带有疑问副词的审议/预期虚拟式;μὴ ... ἀπαντήσῃ 则是表示恐惧或否定义愿的虚拟式(“但愿不要发生……”)。

  2. 4.10.5ὅπου αὐτός ἐστιν

    由关系副词 ὅπου(“在……之处”)引导的比喻性处所从句。它指的不是物理地点,而是与他人的外在事物相对立的、人真正自主存在的内在领域,即自由意志与灵魂的处所。

  3. 4.10.12ἐγὼ μὲν τὸ ἐμὸν μέρος ἔργον τί ποτε ἀνθρωπικόν, εὐεργετικόν, κοινωφελές, γενναῖον.

    承接前文 τί οὖν θέλεις ποιῶν εὑρεθῆναι ὑπὸ τοῦ θανάτου;(“你希望被死亡找上时正在做什么呢?”)的省略句,省略了主要动词与分词(如 θέλοιμι ἂν εὑρεθῆναι ποιῶν)。宾格短语 ἔργον ... γενναῖον 作隐含分词 ποιῶν 的宾语。τὸ ἐμὸν μέρος 为副词性宾格(“就我而言”)。

  4. 4.10.16ὅ με σὺ ἐγέννησας, χάριν ἔχω, ὧν ἔδωκας

    ὅ 用作副词性或连词性用法(“关于您生养了我这一事实……”),引出表示原因或方面的从句。ὧν 是关系代名词 ἅ 受省略的先行词 τούτων 的属格牵引而成的形式(相当于 χάριν ἔχω τούτων ἃ ἔδωκας,“我为所赐予之物向您致谢”)。

  5. 4.10.18ἵνα δὲ ταῦτα γένηται, οὐ μικρὰ δέξασθαι οὐδὲ μικρῶν ἀποτυχεῖν.

    不定式 δέξασθαι 与 ἀποτυχεῖν 的省略句结构,隐含了无人称动词 δεῖ(“必须/必然”)等。全句意在阐明:要达成这些理想,必须承担的代价绝非轻微,所必须舍弃与错失的外在事物也绝非小事。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.10.1-4.10.19