- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.8.30-4.8.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德将神所差遣的真正犬儒哲人与仅模仿外表、急求虚名之徒作对比,并以植物生长为喻,阐明人必须经过内在的严训与顺应自然的成熟过程,切忌操之过急。
τοιοῦτος γάρ τίς ἐστιν ὁ Κυνικὸς τοῦ σκήπτρου καὶ διαδήματος ἠξιωμένος παρὰ τοῦ Διὸς καὶ λέγων ἵνʼ ἴδητε, ὦ ἄνθρωποι, ὅτι τὴν εὐδαιμονίαν καὶ ἀταραξίαν οὐχ ὅπου ἐστὶ ζητεῖτε, ἀλλʼ ὅπου μή ἐστιν, ἰδοὺ ἐγὼ ὑμῖν παράδειγμα ὑπὸ τοῦ θεοῦ ἀπέσταλμαι μήτε κτῆσιν ἔχων μήτε οἶκον μήτε γυναῖκα μήτε τέκνα, ἀλλὰ μηδʼ ὑπόστρωμα μηδὲ χιτῶνα μηδὲ σκεῦος· καὶ ἴδετε, πῶς ὑγιαίνω· πειράθητέ μου κἂν ἴδητε ἀτάραχον, ἀκούσατε τὰ φάρμακα καὶ ὑφʼ ὧν ἐθεραπεύθην.
因为真正的犬儒派正是这样的人,蒙宙斯赏识而得享权杖与冠冕,并说道: “世人啊,为了让你们看清,你们并非在幸福与宁静所在之处寻找它们,而是在它们不在之处寻找,看哪,我作为榜样被神派到你们这里,既无财产,也无房屋、妻子和儿女,甚至没有床褥、内袍和器皿;你们瞧瞧我是多么健康。试探我吧,若是看到我心神安宁,便来倾听那些药方以及我是借何物得以痊愈的。”
τοῦτο γὰρ ἤδη καὶ φιλάνθρωπον καὶ γενναῖον. ἀλλʼ ὁρᾶτε, τίνος ἔργον ἐστίν· τοῦ Διὸς ἢ ὃν ἂν ἐκεῖνος ἄξιον κρίνῃ1 ταύτης τῆς ὑπηρεσίας, ἵνα μηδαμοῦ μηδὲν παραγυμνώσῃ πρὸς τοὺς πολλούς, διʼ οὗ τὴν μαρτυρίαν τὴν αὑτοῦ, ἣν τῇ ἀρετῇ μαρτυρεῖ καὶ τῶν ἐκτὸς καταμαρτυρεῖ, αὐτὸς ἄκυρον ποιήσῃ· "οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον2 οὔτε παρειῶν δάκρυʼ ὀμορξάμενον." καὶ οὐ μόνον ταῦτα, ἀλλʼ οὐδὲ ποθοῦντά τι ἢ ἐπιζητοῦντα, ἄνθρωπον ἢ τόπον ἢ διαγωγήν, ὡς τὰ παιδία τὸν τρυγητὸν ἢ τὰς ἀργίας, αἰδοῖ πανταχοῦ κεκοσμημένον, ὡς οἱ ἄλλοι τοίχοις καὶ θύραις καὶ θυρωροῖς.
因为这才是真正仁爱且高贵的。但你们要看清楚这是谁的本分:是宙斯的,或是蒙他判定堪当此项职务之人的,以使他绝不在大众面前暴露任何会让自己亲自使自身的见证——那为德性作证并反驳外在之物的见证——归于无效之事;“既未使秀美的肤色变白,亦未擦拭面颊上的泪水,”不仅如此,而且既不渴望也不苦求任何事物,无论是人、地点还是生活方式,如同孩童盼望采摘葡萄或休假一般;他处处以羞耻心为装饰,宛如他人以墙壁、门户和门房为装饰。
νῦν δʼ αὐτὸ μόνον κινηθέντες πρὸς φιλοσοφίαν, ὡς οἱ κακοστόμαχοι πρός τι βρωμάτιον, ὃ μετὰ μικρὸν σικχαίνειν μέλλουσιν, εὐθὺς ἐπὶ τὸ σκῆπτρον, ἐπὶ τὴν βασιλείαν. καθεῖκε τὴν κόμην, ἀνείληφε τρίβωνα, γυμνὸν δεικνύει τὸν ὦμον, μάχεται τοῖς ἀπαντῶσιν κἂν ἐν φαινόλῃ τινὰ ἴδῃ, μάχεται αὐτῷ.
而如今,人们仅仅对哲学有所触动,就像胃弱者面对稍后便会作呕的些许零食一样,立刻便奔着权杖、奔着王权而去。他留起长发,披上粗斗篷,露出肩膀,与迎面而来的人争斗,若是看见有人穿厚斗篷,便与他争斗。
ἄνθρωπε, χειμάσκησον πρῶτον· ἰδοῦ σου τὴν ὁρμήν, μὴ κακοστομάχου ἢ κισσώσης γυναικός ἐστιν. ἀγνοεῖσθαι μελέτησον πρῶτον, τίς εἶ· σαυτῷ φιλοσόφησον ὀλίγον χρόνον.
人啊,先度过冬日的严训吧;审视你的冲动,免得它是胃弱者或怀胎害喜的女人的冲动。先操练隐匿自己究竟是谁;为自己行一段时间的哲学吧。
οὕτως καρπὸς γίνεται· κατορυγῆναι δεῖ εἰς χρόνον τὸ σπέρμα, κρυφθῆναι, κατὰ μικρὸν αὐξηθῆναι, ἵνα τελεσφορήσῃ. ἂν δὲ πρὸ τοῦ γόνυ φῦσαι τὸν στάχυν ἐξενέγκῃ,3 ἀτελές ἐστιν, ἐκ κήπου Ἀδωνιακοῦ.
果实是这样生成的:种子必须在地下埋藏一段时间,隐藏起来,渐渐生长,以便结出成果。但如果在长出茎节之前便吐出麦穗,那便是不成熟的,是出自阿多尼斯之园的产物。
τοιοῦτον εἶ καὶ σὺ φυτάριον· θᾶττον τοῦ δέοντος ἤνθηκας, ἀποκαύσει σε ὁ χειμών.
你也是这样一株小植物:你开花早于应有的时节,寒冬会把你冻枯。
ἰδοῦ, τί λέγουσιν οἱ γεωργοὶ περὶ τῶν σπερμάτων, ὅταν πρὸ ὥρας θερμασίαι γένωνται. ἀγωνιῶσιν, μὴ ἐξυβρίσῃ τὰ σπέρματα, εἶτα αὐτὰ πάγος εἷς λαβὼν ἐξελέγξῃ.
瞧瞧农夫在过早出现暖意时对种子是怎么说的吧:他们忧心忡忡,唯恐种子过早徒长,随后一场严霜便将其捕获并显其无用。
ὅρα καὶ σύ, ἄνθρωπε· ἐξύβρικας,4 ἐπιπεπήδηκας δοξαρίῳ πρὸ ὥρας· δοκεῖς τις εἶναι, μωρὸς παρὰ μωροῖς· ἀποπαγήσῃ, μᾶλλον δʼ ἀποπέπηγας ἤδη ἐν τῇ ῥίζῃ κάτω, τὰ δʼ ἄνω σου μικρὸν ἔτι ἀνθεῖ καὶ διὰ τοῦτο δοκεῖς ἔτι ζῆν καὶ θάλλειν.
人啊,你也审视一下自己吧:你已经徒长了,你在适当时机之前便跳向了微薄的名声;你自以为成了人物,其实不过是愚人中的愚人罢了;你将被冻死,或者说你的根部早已在下方冻死,上部只是还在微微开花,正因如此你才看起来仍活着并繁茂着。
ἄφες ἡμᾶς γε κατὰ φύσιν πεπανθῆναι. τί ἡμᾶς ἀποδύεις, τί βιάζῃ; οὔπω δυνάμεθα ἐνεγκεῖν τὸν ἀέρα. ἔασον τὴν ῥίζαν αὐξηθῆναι, εἶτα γόνυ λαβεῖν τὸ πρῶτον, εἶτα τὸ δεύτερον, εἶτα τὸ τρίτον· εἶθʼ οὕτως ὁ καρπὸς ἐκβιάσεται τὴν φύσιν, κἂν ἐγὼ μὴ θέλω.
至少让我们顺应自然而成熟吧。你为何剥掉我们的遮蔽,为何强加逼迫?我们还无法承受风霜空气。让根生长吧,然后长出第一个节,接着长出第二个节,再长出第三个节;随后果实便会冲破自然而喷薄而出,哪怕我不情愿也是如此。
τίς γὰρ ἐγκύμων γενόμενος καὶ πλήρης τηλικούτων δογμάτων οὐχὶ αἰσθάνεταί τε τῆς αὑτοῦ παρασκευῆς καὶ ἐπὶ τὰ κατάλληλα ἔργα ὁρμᾷ;
因为,有谁受孕并充满如此伟大的学说,却不自知自身的准备、不奔向相宜的事业呢?
ἀλλὰ ταῦρος μὲν οὐκ ἀγνοεῖ τὴν αὑτοῦ φύσιν καὶ παρασκευήν, ὅταν ἐπιφανῇ τι θηρίον, οὐδʼ ἀναμένει τὸν προτρεψόμενον, οὐδὲ κύων, ὅταν ἴδῃ τι τῶν ἀγρίων ζῴων·
公牛在猛兽出现时,绝不会不知晓自身的本性和准备,也不会等待他人来催促;猎犬在见到野兽时也是如此。
ἐγὼ δʼ ἂν ἴσχω τὴν ἀνδρὸς ἀγαθοῦ παρασκευήν, ἐκδέξομαι, ἵνα με σὺ παρασκευάσῃς ἐπὶ τὰ οἰκεῖα ἔργα; νῦν δʼ οὔπω ἔχω, πίστευσόν μοι. τί οὖν με πρὸ ὥρας ἀποξηρᾶναι θέλεις, ὡς αὐτὸς ἐξηράνθης;
而我若是具备了优秀之人的准备,难道还要等待你来使我为自身适宜的事业做好准备吗?但如今我尚未具备,请相信我。那么,你为何要像你自己枯竭了一样,让我在适当时机之前就枯竭呢?
- 4.8.32τοῦ Διὸς ἢ ὃν ἂν ἐκεῖνος ἄξιον κρίνῃ
在表所属的表语属格 τοῦ Διὸς [ἔργον ἐστίν] 之后接连词 ἢ,先行词 τούτου(属格)被省略,而关系代词 ὃν 则作从属句内动词短语 ἄξιον κρίνῃ 的直接宾语(宾格)。这是一个不对称的并列结构,意为“是宙斯的本分,或是蒙他判定堪当此任之人的本分”。
- 4.8.32οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον
引自荷马《奥德赛》11.529。这里的宾格分词 ὠχρήσαντα 与 ὀμορξάμενον,连同后文散文部分的 ποθοῦντα 和 κεκοσμημένον,在句法上均与前文的关系代词 ὃν(蒙宙斯拣选之人)保持一致,作为补充描绘的宾格修饰语。
- 4.8.36πρὸ τοῦ γόνυ φῦσαι τὸν στάχυν ἐξενέγκῃ
介词短语 πρὸ τοῦ + 不定式(φῦσαι)表达“在长出茎节之前”的时间关系,γόνυ 是其宾语。条件从句 ἂν ... ἐξενέγκῃ 的主语(植物/种子)与不定式的逻辑主语一致,τὸν στάχυν(麦穗)则充当谓语动词的宾语。
- 4.8.39ἐξύβρικας
动词 ἐξυβρίζω 的完成时形式。在伦理层面上意为“肆意妄为、傲慢膨胀”,但在农业语境中(正如前文 ἐξυβρίσῃ τὰ σπέρματα 所示)特指作物“过早徒长、窜长”。此处兼具植物过早疯长与人内心盲目自满的双重含义。
