← 爱比克泰德

谈话录

§4.8.15-4.8.29

拒斥哲学家的外在炫耀与注重内在实践

批判了仅凭外表便自封为哲学家的人,并借欧弗拉特斯和苏格拉底的例子,阐明摒弃外在炫耀、专注于内在实践与心灵安定之重要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8.15

ἀλλὰ καὶ αὐτοὶ οἱ καλούμενοι φιλόσοφοι ἀπὸ τῶν κοινῶν τὸ πρᾶγμα μετίασιν· εὐθὺς ἀναλαβόντες τρίβωνα καὶ πώγωνα καθέντες φασὶν ἐγὼ φιλόσοφός εἰμι.

然而,那些所谓的哲学家自己也是根据那些中性之事来着手这一行当的:他们一披上粗斗篷、蓄起胡须,便宣称: “我是哲学家。”

§4.8.16

οὐδεὶς δʼ ἐρεῖ ἐγὼ μουσικός εἰμι, ἂν πλῆκτρον καὶ κιθάραν ἀγοράσῃ, οὐδʼ ἐγὼ χαλκεύς εἰμι, ἂν πιλίον καὶ περίζωμα περιθῆται, ἀλλʼ ἁρμόζεται μὲν τὸ σχῆμα πρὸς τὴν τέχνην, ἀπὸ τῆς τέχνης δὲ τὸ ὄνομα, οὐκ ἀπὸ τοῦ σχήματος ἀναλαμβάνουσιν.

可是,没有任何人会在买了一柄拨片和一把琴后便说: “我是乐师”;也不会在戴上一顶毡帽、系上一条围裙后便说: “我是铁匠”。相反,装束是根据技艺来配搭的,人们是依技艺获得名称,而不是凭装束取得名称的。

§4.8.17

διὰ τοῦτο καλῶς Εὐφράτης ἔλεγεν ὅτι ἐπὶ πολὺ ἐπειρώμην λανθάνειν φιλοσοφῶν καὶ ἦν μοι, φησίν, τοῦτο ὠφέλιμον. πρῶτον μὲν γὰρ ᾔδειν, ὅσα καλῶς ἐποίουν, ὅτι οὐ διὰ τοὺς θεατὰς ἐποίουν, ἀλλὰ διʼ ἐμαυτόν· ἤσθιον ἐμαυτῷ καλῶς, κατεσταλμένον εἶχον τὸ βλέμμα, τὸν περίπατον· πάντα ἐμαυτῷ καὶ θεῷ.

正因如此,欧弗拉特斯说得很对: “很长一段时间里,我都努力在行哲学之事时避人耳目;而这,”他说, “对我大有裨益。因为首先我知道,凡是我做得好的事,都不是为了观众而做,而是为了我自己:我为了自己而好好进食,保持沉稳的眼神和步履;一切都是为了我自己和神。

§4.8.18

εἶτα ὥσπερ μόνος ἠγωνιζόμην, οὕτως μόνος καὶ ἐκινδύνευον· οὐδὲν ἐμοὶ δράσαντι τὸ αἰσχρὸν ἢ ἀπρεπὲς τὸ τῆς φιλοσοφίας ἐκινδυνεύετο,1 οὐδʼ ἔβλαπτον τοὺς πολλοὺς ὡς φιλόσοφος ἁμαρτάνων.

其次,正如我是独自操练一样,我也独自承担风险:即使我做出了任何可耻或不当之事,哲学的名声也丝毫不受危及,我也不会因为以哲学家的身份犯错而贻害大众。

§4.8.19

διὰ τοῦτο οἱ μὴ εἰδότες μου τὴν ἐπιβολὴν ἐθαύμαζον, πῶς πᾶσι φιλοσόφοις χρώμενος καὶ συζῶν αὐτὸς οὐκ ἐφιλοσόφουν.

正因如此,那些不知晓我意图的人都很纳闷,为什么我与所有的哲学家交往并共同生活,自己却不行哲学之事。

§4.8.20

καὶ τί κακόν, ἐν οἷς ἐποίουν ἐπιγιγνώσκεσθαι τὸν φιλόσοφον, ἐν δὲ τοῖς συμβόλοις μή; βλέπε, πῶς ἐσθίω, πῶς πίνω, πῶς καθεύδω, πῶς ἀνέχομαι, πῶς ἀπέχομαι, πῶς συνεργῶ, πῶς ὀρέξει χρῶμαι, πῶς ἐκκλίσει, πῶς τηρῶ τὰς σχέσεις τὰς φυσικὰς ἢ ἐπιθέτους ἀσυγχύτως καὶ ἀπαραποδίστως· ἐκεῖθέν με κρῖνε, εἰ δύνασαι.

而且,在我的行为中认出哲学家,而不在外在标志中认出他,又有什么害处呢? 瞧瞧我是如何进食、如何饮水、如何睡眠、如何忍受、如何自制、如何协作、如何运用欲求、如何运用回避,以及如何毫无混乱、毫无阻碍地恪守天然的或后天的诸种关系吧;如果可以,请凭这些来评判我。

§4.8.21

εἰ δʼ οὕτως κωφὸς εἶ καὶ τυφλός, ἵνα μηδὲ τὸν Ἥφαιστον ὑπολαμβάνῃς2 καλὸν χαλκέα, ἂν μὴ τὸ πιλίον ἴδῃς περὶ τὴν κεφαλὴν περικείμενον, τί κακὸν ὑφʼ οὕτως ἠλιθίου κριτοῦ ἀγνοεῖσθαι;

但如果你竟聋盲到倘若不看到赫淮斯托斯头上戴着毡帽就认不出他是出色的铁匠,那么被如此愚蠢的评判者所忽视,又有什么害处呢?”

§4.8.22

οὕτως ἐλάνθανε παρὰ τοῖς πλείστοις Σωκράτης καὶ ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις συσταθῆναι.

苏格拉底便是这样在大多数人面前隐匿行迹的,以致人们来到他面前,请求被引荐给哲学家们。

§4.8.23

μή τι οὖν ἠγανάκτει ὡς ἡμεῖς καὶ ἔλεγεν ἐγὼ δέ σοι οὐ φαίνομαι φιλόσοφος;; ἀλλʼ ἀπῆγεν καὶ συνίστα ἑνὶ ἀρκούμενος τῷ εἶναι φιλόσοφος,3 χαίρων δὲ καί, ὅτι μὴ δοκῶν οὐκ ἐδάκνετο· ἐμέμνητο γὰρ τοῦ ἰδίου ἔργου.

难道他像我们一样愤愤不平地说道: “难道在你看来我不是哲学家吗?!” 绝非如此,而是领着他们去引荐,单单满足于自己是个哲学家,并且还欣然自得于没有因未被视为哲学家而感到刺痛;因为他谨记自己的本分。

§4.8.24

τί ἔργον καλοῦ καὶ ἀγαθοῦ; μαθητὰς πολλοὺς ἔχειν; οὐδαμῶς. ὄψονται οἱ περὶ τοῦτο ἐσπουδακότες. ἀλλὰ θεωρήματα δύσκολα ἀκριβοῦν; ὄψονται καὶ περὶ τούτων ἄλλοι.

一个优秀之人的本分是什么?拥有众多门徒吗?绝非如此;那些专心于此的人自会料理此事。还是精确把握深奥的定理?关于这些,其他人自会去料理。

§4.8.25

ποῦ οὖν αὐτὸς καὶ ἦν τις καὶ εἶναι ἤθελεν; ὅπου βλάβη καὶ ὠφέλεια. εἴ μέ τις, φησίν, βλάψαι δύναται, ἐγὼ οὐδὲν ποιῶ· εἰ ἄλλον περιμένω, ἵνα με ὠφελήσῃ, ἐγὼ οὐδέν εἰμι. θέλω τι καὶ οὐ γίνεται· ἐγὼ ἀτυχής εἰμι.

那么,他自己究竟在何处算得上一号人物,又渴望在何处算得上一号人物呢?就在害与益所在之处。 “如果有人能够伤害我,”他说,“我便一无所成;如果我等待他人来益我,我便算不得什么。我渴望某事而未得:我便是倒霉的。”

§4.8.26

εἰς τοσοῦτο σκάμμα προεκαλεῖτο πάντα ὁντιναοῦν καὶ οὐκ ἄν μοι δοκεῖ ἐκστῆναι οὐδενί4 — τί δοκεῖτε; καταγγέλλων καὶ λέγων ἐγὼ τοιοῦτός εἰμι; μὴ γένοιτο, ἀλλὰ ὢν τοιοῦτος.

正是在这样的角斗场中,他向任何一个人发起挑战,而在我看来他绝不会向任何人退让。——你们以为如何?难道他四处宣扬并说道: “我就是这样的人”吗? 绝非如此,而是实实在在地做这样的人。

§4.8.27

πάλιν γὰρ τοῦτο μωροῦ καὶ ἀλαζόνος ἐγὼ ἀπαθής εἰμι καὶ ἀτάραχος· μὴ ἀγνοεῖτε, ὦ ἄνθρωποι, ὅτι ὑμῶν κυκωμένων καὶ θορυβουμένων περὶ τὰ μηδενὸς ἄξια μόνος ἐγὼ ἀπήλλαγμαι πάσης ταραχῆς.

因为说出这种话,又是愚人和夸夸其谈之徒的做法: “我是无情欲且心神安宁的;世人啊,莫要不知晓,当你们为无甚价值之事心烦意乱、喧扰不休时,唯独我摆脱了一切纷扰。”

§4.8.28

οὕτως οὐκ ἀρκεῖ σοι τὸ μηδὲν ἀλγεῖν, ἂν μὴ κηρύσσῃς συνέλθετε πάντες οἱ ποδαγρῶντες, οἱ κεφαλαλγοῦντες, οἱ πυρέσσοντες, οἱ χωλοί, οἱ τυφλοί, καὶ ἴδετέ με ἀπὸ παντὸς πάθους ὑγιᾶ;

难道你仅仅不受痛苦折磨还不够,非得如此宣扬不可吗: “所有患痛风者、头痛者、发烧者、跛足者、盲人,都聚集过来吧,瞧瞧我免于一切病痛、身心健全”?

§4.8.29

τοῦτο κενὸν καὶ φορτικόν, εἰ μή τι ὡς ὁ Ἀσκληπιὸς εὐθὺς ὑποδεῖξαι δύνασαι, πῶς θεραπεύοντες εὐθὺς ἔσονται ἄνοσοι κἀκεῖνοι, καὶ εἰς τοῦτο φέρεις παράδειγμα τὴν ὑγίειαν τὴν σεαυτοῦ.

除非你能像阿斯克勒庇俄斯那样立刻指明他们如何求治也能立刻祛除病痛,并为此将自身的健康作为榜样呈现出来,否则这种行径便是空洞而令人厌恶的。

语法注4 条
  1. 4.8.18οὐδὲν ἐμοὶ δράσαντι τὸ αἰσχρὸν ἢ ἀπρεπὲς τὸ τῆς φιλοσοφίας ἐκινδυνεύετο

    οὐδὲν 为副词性宾格,意为“丝毫不”。ἐμοὶ δράσαντι 为与格,修饰动词 ἐκινδυνεύετο,在句义上充当条件分词(“即使我做出了……”)。主语为带有中性定冠词的属格短语 τὸ τῆς φιλοσοφίας(“哲学的事业/名声”)。

  2. 4.8.21οὕτως κωφὸς εἶ καὶ τυφλός, ἵνα μηδὲ τὸν Ἥφαιστον ὑπολαμβάνῃς

    在 οὕτως 之后引出的 ἵνα 从句并非古典希腊语的目的用法,而是晚期希腊语(通用希腊语)中常见的结果从句用法(代替 ὥστε,“以至于……”)。

  3. 4.8.23ἑνὶ ἀρκούμενος τῷ εἶναι φιλόσοφος

    τῷ εἶναι 为冠词性不定式,与与格 ἑνὶ 同格。不定式 εἶναι 的表语补足语 φιλόσοφος 没有使用宾格,而是使用了主格,这是因为其逻辑主语与主句主语(苏格拉底)一致而发生的格的吸引(主格补足语)。

  4. 4.8.26οὐκ ἄν μοι δοκεῖ ἐκστῆναι οὐδενί

    助词 ἄν 修饰不定式 ἐκστῆναι,表示过去的潜能或非真实条件(“他绝不会退让”)。主要动词 δοκεῖ(现在时)表达说话者爱比克泰德当下的判断,否定词 οὐ 否定的是带有 ἄν 的不定式短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.8.15-4.8.29