- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.8.1-4.8.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论者主张绝不应凭外物或无分别之事来评判人,而必须洞察其背后的信条。正如其他技艺一样,评判哲学家也绝不能看外表,而应看其是否践行了关于理性的宣称与目标。
μηδέποτʼ ἀπὸ τῶν κοινῶν1 τινα μήτʼ ἐπαινέσητε μήτε ψέξητε μήτε τέχνην τινὰ ἢ ἀτεχνίαν προσμαρτυρήσητε· καὶ ἅμα μὲν προπετείας ἑαυτοὺς ἀπαλλάξετε, ἅμα δὲ κακοηθείας.
绝不要根据那些中性之事来称赞或谴责任何人,也不要由此认定其有无技艺;这样,你们就能同时摆脱轻率与恶意。
οὗτος ταχέως λούεται. κακῶς οὖν ποιεῖ; οὐ πάντως.
“这个人洗澡很快。” 那么他做得不好吗?绝非如此。
ἀλλὰ τί; ταχέως λούεται. — πάντα οὖν καλῶς γίνεται; — οὐδαμῶς· ἀλλὰ τὰ μὲν ἀπὸ δογμάτων ὀρθῶν καλῶς, τὰ δʼ ἀπὸ μοχθηρῶν μοχθηρῶς. σὺ δὲ μέχρις ἂν καταμάθῃς τὸ δόγμα, ἀφʼ οὗ τις ποιεῖ ἕκαστα, μήτʼ ἐπαίνει τὸ ἔργον μήτε ψέγε.
“那又怎样呢?”他洗澡很快。——“难道一切都做得很好吗?”——绝非如此;而是从正确的信条出发所做的事是好的,从败坏的信条出发所做的事是坏的。但在你彻底明察一个人做每件事所本的信条之前,既不要称赞其行为,也不要谴责其行为。
δόγμα δʼ ἐκ τῶν ἐκτὸς οὐ ῥᾳδίως κρίνεται. οὗτος τέκτων ἐστίν. διὰ τί; χρῆται σκεπάρνῳ. τί οὖν τοῦτο; οὗτος μουσικός· ᾁδει γάρ. καὶ τί τοῦτο; οὗτος φιλόσοφος. διὰ τί;
然而,信条并不容易根据外物来判定。 “这个人是个木匠。” 凭什么? “他用扁斧。” 那又说明什么呢? “这个人是个乐师,因为他在唱歌。” 这又说明什么呢? “这个人是个哲学家。” 凭什么?
τρίβωνα γὰρ ἔχει καὶ κόμην. οἱ δʼ ἀγύρται τί ἔχουσιν; διὰ τοῦτο, ἂν ἀσχημονοῦντά τις ἴδῃ τινὰ αὐτῶν, εὐθὺς λέγει ἰδοὺ ὁ φιλόσοφος τί ποιεῖ. ἔδει δʼ ἀφʼ ὧν ἠσχημόνει μᾶλλον λέγειν αὐτὸν μὴ εἶναι φιλόσοφον.2
“因为他披粗斗篷,留长发。” 而那些骗子又有什么呢?正因如此,如果有人看到他们当中有人举止不端,便立刻说道: “瞧这哲学家在干些什么!” 然而,根据其举止不端的事实,本应更当断言他并非哲学家。
εἰ μὲν γὰρ αὕτη ἐστὶν ἡ τοῦ φιλοσόφου πρόληψις καὶ ἐπαγγελία, ἔχειν τρίβωνα καὶ κόμην, καλῶς ἂν ἔλεγον· εἰ δʼ ἐκείνη μᾶλλον, ἀναμάρτητον εἶναι, διὰ τί οὐχὶ διὰ τὸ μὴ πληροῦν τὴν ἐπαγγελίαν ἀφαιροῦνται αὐτὸν τῆς προσηγορίας;3
因为,如果披粗斗篷、留长发就是哲学家的前观念与宣称,他们的话倒也中肯;但如果〔其前观念与宣称〕毋宁是不犯过错,为什么人们不因为他未能践行这一宣称而剥夺他的这一称号呢?
οὕτως γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. ὅταν ἴδῃ τις κακῶς πελεκῶντα, οὐ λέγει τί ὄφελος τεκτονικῆς; ἰδοὺ οἱ τέκτονες οἷα ποιοῦσι κακά, ἀλλὰ πᾶν τοὐναντίον λέγει οὗτος οὐκ ἔστι τέκτων, πελεκᾷ γὰρ κακῶς.
因为在其他技艺上也是如此。当有人看到一个人拙劣地伐木刨削时,他不会说: “木工技艺有何益处?瞧这些木匠做出了何等坏事!” 反而完全相反地说道: “这个人不是木匠,因为他刨削得很糟。”
ὁμοίως κἂν ᾁδοντός τινος ἀκούσῃ κακῶς, οὐ λέγει ἰδοὺ πῶς ᾁδουσιν οἱ μουσικοί, ἀλλὰ μᾶλλον οὗτος οὐκ ἔστι μουσικός.
同样,哪怕听到有人歌唱得很糟,他也不会说: “瞧这些乐师是怎么唱歌的!” 而毋宁是说: “这个人不是乐师。”
ἐπὶ φιλοσοφίας δὲ μόνης τοῦτο πάσχουσιν· ὅταν τινὰ ἴδωσι παρὰ τὸ ἐπάγγελμα τὸ τοῦ φιλοσόφου ποιοῦντα, οὐχὶ τῆς προσηγορίας ἀφαιροῦνται αὐτόν, ἀλλὰ θέντες εἶναι φιλόσοφον, εἶτʼ ἀπʼ αὐτοῦ τοῦ γινομένου λαβόντες, ὅτι ἀσχημονεῖ, ἐπάγουσι μηδὲν ὄφελος εἶναι τοῦ φιλοσοφεῖν. τί οὖν τὸ αἴτιον;
唯独在哲学之事上,人们才会陷入这种偏颇:当他们看到有人做出违背哲学家宣称之事时,并不剥夺他的称号,而是先假定他是哲学家,继而从发生的事实本身认定其举止不端,并由此推论出哲学毫无用处。那么原因何在呢?
ὅτι τὴν μὲν τοῦ τέκτονος πρόληψιν πρεσβεύομεν καὶ τὴν τοῦ μουσικοῦ καὶ ὡσαύτως τῶν ἄλλων τεχνιτῶν, τὴν τοῦ φιλοσόφου δʼ οὔ, ἀλλʼ ἅτε συγκεχυμένην καὶ ἀδιάρθρωτον ἀπὸ τῶν ἐκτὸς μόνον κρίνομεν.
在于我们尊重木匠的前观念、乐师的前观念,以及同样尊重其他手艺人的前观念,却不尊重哲学家的前观念;反而因其模糊不清、缺乏辨析,仅仅根据外物来加以判定。
καὶ ποία ἄλλη τέχνη ἀπὸ σχήματος ἀναλαμβάνεται καὶ κόμης, οὐχὶ δὲ καὶ θεωρήματα ἔχει καὶ ὕλην καὶ τέλος;
又有哪一种别的技艺是凭外观和头发便可承担,而不同时拥有定理、质料和目标的呢?
τίς οὖν ὕλη τοῦ φιλοσόφου; μὴ τρίβων; οὔ, ἀλλὰ ὁ λόγος. τί τέλος; μή τι φορεῖν τρίβωνα; οὔ, ἀλλὰ τὸ ὀρθὸν ἔχειν τὸν λόγον. ποῖα θεωρήματα; μή τι τὰ περὶ τοῦ πῶς πώγων μέγας γίνεται ἢ κόμη βαθεῖα; ἀλλὰ μᾶλλον ἃ Ζήνων λέγει, γνῶναι τὰ τοῦ λόγου στοιχεῖα, ποῖόν τι ἕκαστον αὐτῶν ἐστι καὶ πῶς ἁρμόττεται πρὸς ἄλληλα καὶ ὅσα τούτοις ἀκόλουθά ἐστιν.
那么,哲学家的质料是什么?难道是粗斗篷吗?不是,而是理性。目标是什么?难道是穿粗斗篷吗?不是,而是拥有正确的理性。有何种定理?难道是关于胡须如何长得浓密、头发如何长得厚密的定理吗?而毋宁是如芝诺所言,认识理性的构成要素,它们各自是何种性质、彼此如何谐调,以及所有顺理成章的推论。
οὐ θέλεις οὖν ἰδεῖν πρῶτον, εἰ πληροῖ τὴν ἐπαγγελίαν ἀσχημονῶν, καὶ οὕτως τῷ ἐπιτηδεύματι ἐγκαλεῖν; νῦν δʼ, αὐτὸς ὅταν σωφρονῇς, ἐξ ὧν ποιεῖν σοι δοκεῖ κακῶς, λέγεις ὅρα τὸν φιλόσοφον (ὡς οὐ πρέποντος λέγειν τὸν ταῦτα ποιοῦντα φιλόσοφον)4 καὶ πάλιν τοῦτο φιλόσοφός ἐστιν. ὅρα δὲ τὸν τέκτονα οὐ λέγεις, ὅταν μοιχεύοντά τινα γνῷς ἢ λιχνεύοντα ἴδῃς, οὐδὲ ὅρα τὸν μουσικόν.
那么,你难道不愿先看看举止不端之人是否践行了宣称,然后再去归咎于这门学问吗?可如今,当你头脑清醒时,仅凭你认为他做得很糟的事,你便会说: “瞧瞧这位哲学家!” (仿佛不该称做出此类事的人为哲学家似的),并且又说: “这就是哲学家啊!” 然而,当你得知有人通奸或见到有人贪婪饕餮时,你绝不会说: “瞧瞧这位木匠!” 也不会说: “瞧瞧这位乐师!”
οὕτως ἐπὶ ποσὸν αἰσθάνῃ καὶ αὐτὸς τῆς ἐπαγγελίας τοῦ φιλοσόφου, ἀπολισθάνεις δὲ καὶ συγχέῃ ὑπὸ ἀμελετησίας.
可见,在某种程度上你自己也能体会到哲学家的宣称,只是由于缺乏修练,你才会失足并陷入混乱。
- 4.8.1ἀπὸ τῶν κοινῶν
介词 ἀπό 表示判断的依据或基准。此处 τὰ κοινά 指道德上中性、日常或外在的事物(如洗澡迅速、手持工具、外表装束等)。
- 4.8.5ἔδει δʼ ἀφʼ ὧν ἠσχημόνει μᾶλλον λέγειν αὐτὸν μὴ εἶναι φιλόσοφον
无人称动词过去时 ἔδει 接不定词 λέγειν,表达过去应为而未为的义务(“本应当说……”)。ἀφʼ ὧν 为 ἀπὸ τούτων ἅ 的关系代词吸引,作为判断依据修饰 λέγειν。
- 4.8.6ἀφαιροῦνται αὐτὸν τῆς προσηγορίας
动词 ἀφαιρέω 带人的宾格(αὐτόν)和表示剥夺/分离的属格(τῆς προσηγορίας),意为“剥夺某人的某种称号”。
- 4.8.13ὡς οὐ πρέποντος λέγειν τὸν ταῦτα ποιοῦντα φιλόσοφον
ὡς 连同无人称分词中性单数属格 πρέποντος 构成独立属格结构,表达说话者的主观态度(“仿佛不应称……”)。不定词 λέγειν 带直接宾格 τὸν ταῦτα ποιοῦντα 和补足宾格 φιλόσοφον(双重宾格)。
