← 爱比克泰德

谈话录

§4.7.27-4.7.41

死亡的必然性与主导原则的维护

论述死亡的必然性以及自我作为主导原则而非肉体的本质,摒弃对权贵盲从的敬畏,主张在外物上尽可让步,但必须专心照管自身不可侵夺的信念与理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7.27

μὴ γένοιτο· ἀλλʼ ἅπαξ μαθών, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ, ἵνα ὁ κόσμος μὴ ἵστηται μηδʼ ἐμποδίζηται, οὐκέτι διαφέρομαι, πότερον πυρετὸς αὐτὸ ποιήσει ἢ κεραμὶς ἢ στρατιώτης, ἀλλʼ εἰ δεῖ συγκρῖναι, οἶδʼ ὅτι ἀπονώτερον αὐτὸ καὶ ταχύτερον ὁ στρατιώτης ποιήσει.

绝非如此!相反,既然我已知晓,受造之物必当消亡,好叫宇宙不致停滞或受阻,我便不再介意究竟是热病、瓦片还是士兵来实现这一点;但若有必要加以比较,我知道士兵会更无痛苦、更迅速地实现它。

§4.7.28

ὅταν οὖν μήτε φοβῶμαί τι ὧν διαθεῖναί με δύναται1 μήτʼ ἐπιθυμῶ τινος ὧν παρασχεῖν, τί ἔτι θαυμάζω αὐτόν, τί ἔτι τέθηπα; τί φοβοῦμαι τοὺς δορυφόρους; τί χαίρω, ἄν μοι φιλανθρώπως λαλήσῃ καὶ ἀποδέξηταί με, καὶ ἄλλοις διηγοῦμαι, πῶς μοι ἐλάλησεν;

因此,当他能施加于我的一切我都无所畏惧,他能提供的一切我都无所渴求时,我为何还要赞叹他,为何还要敬畏他呢?我为何要害怕近卫兵呢?如果他温和地同我说话并接纳我,我为何要高兴,并向别人转述他是如何对我说话的呢?

§4.7.29

μὴ γὰρ Σωκράτης ἐστίν, μὴ γὰρ Διογένης, ἵνʼ ὁ ἔπαινος αὐτοῦ ἀπόδειξις ᾖ περὶ ἐμοῦ;

难道他是苏格拉底,难道他是第欧根尼,以至于他的称赞能成为关于我的一项证明吗?

§4.7.30

μὴ γὰρ τὸ ἦθος ἐζήλωκα αὐτοῦ; ἀλλὰ τὴν παιδιὰν σῴζων ἔρχομαι πρὸς αὐτὸν καὶ ὑπηρετῶ, μέχρις ἂν ὅτου μηδὲν ἀβέλτερον κελεύῃ μηδʼ ἄρρυθμον. ἂν δέ μοι λέγῃ ἄπελθε ἐπὶ Λέοντα τὸν Σαλαμίνιον, λέγω αὐτῷ ζήτει ἄλλον· ἐγὼ γὰρ οὐκέτι παίζω.

难道我是羡慕他的德性吗?不,我只是维持着这场游戏去见他并为他效劳,只要他不发出任何愚蠢或不成体统的命令。但如果他对我说: “去把萨拉米斯的莱翁捉来,”我就对他说: “另请高明吧;因为我不再玩这场游戏了。”

§4.7.31

ἄπαγε αὐτόν. ἀκολουθῶ ἐν παιδιᾷ. ἀλλʼ ἀφαιρεῖταί σου ὁ τράχηλος. ἐκείνου δʼ αὐτοῦ ἀεὶ ἐπιμένει, ὑμῶν δὲ τῶν πειθομένων;2 ἀλλʼ ἄταφος ῥιφήσῃ. εἰ ἐγώ εἰμι ὁ νεκρός, ῥιφήσομαι· εἰ δʼ ἄλλος εἰμὶ τοῦ νεκροῦ, κομψότερον λέγε, ὡς ἔχει τὸ πρᾶγμα, καὶ μὴ ἐκφόβει με.

“把他押走。” “我继续在游戏中随行。” “但你的脖子要被砍断了。” “难道他自己的脖子就能永久留存吗,抑或是你们这些俯首听命之人的脖子能留存呢?” “但你将被弃尸荒野、不得埋葬。” “如果我就是那具尸首,我就会被抛弃;但如果我与那具尸首不同,请照实情把话说得更确切些,别想吓唬我。”

§4.7.32

τοῖς παιδίοις ταῦτα φοβερά ἐστι καὶ τοῖς ἀνοήτοις. εἰ δέ τις εἰς φιλοσόφου σχολὴν ἅπαξ εἰσελθὼν οὐκ οἶδεν, τί ἐστιν αὐτός, ἄξιός ἐστι φοβεῖσθαι καὶ κολακεύειν ὃ ὕστερον ἐκολάκευεν· εἰ μήπω μεμάθηκεν, ὅτι οὐκ ἔστι σὰρξ οὐδʼ ὀστᾶ οὐδὲ νεῦρα, ἀλλὰ τὸ τούτοις χρώμενον, τὸ καὶ διοικοῦν καὶ παρακολουθοῦν ταῖς φαντασίαις.

这些事对孩童和无知之人是可怕的。但如果一个人一旦进了哲学家的学堂,却还不知道自己究竟是什么,他就理当恐惧,理当去奉承他后来所奉承的东西;如果他尚未学会自己并不是肉,不是骨,也不是筋腱,而是使用这些东西的官能,是统管并明察表象的官能。

§4.7.33

ναί· ἀλλʼ οἱ λόγοι οὗτοι καταφρονητὰς ποιοῦσι τῶν νόμων. — καὶ ποῖοι μᾶλλον λόγοι πειθομένους παρέχουσι τοῖς νόμοις τοὺς χρωμένους; νόμος δʼ οὐκ ἔστι τὰ ἐπὶ μωρῷ.3

“是的;但这些言论使人蔑视法律。”——那么究竟何种言论能使其践行者更加顺从法律呢?然而受制于愚人之念的并不是法律。

§4.7.34

καὶ ὅμως ὅρα, πῶς καὶ πρὸς τούτους ὡς δεῖ ἔχοντας παρασκευάζουσιν, οἵ γε διδάσκουσιν μηδενὸς ἀντιποιεῖσθαι πρὸς αὐτούς, ἐν οἷς ἂν ἡμᾶς νικῆσαι δύνωνται.

尽管如此,且看〔这些言论〕如何让人甚至对这些〔愚人〕也抱有应有的态度,它们教导人们在他们能胜过我们的一切事上,绝不与他们相争。

§4.7.35

περὶ τὸ σωμάτιον διδάσκουσιν ἐξίστασθαι, περὶ τὴν κτῆσιν ἐξίστασθαι, περὶ τὰ τέκνα, γονεῖς, ἀδελφούς, πάντων παραχωρεῖν, πάντα ἀφιέναι· μόνα τὰ δόγματα ὑπεξαιροῦνται, ἃ καὶ ὁ Ζεὺς ἐξαίρετα ἑκάστου εἶναι ἠθέλησεν.

它们教导人们在微不足道的肉体上让步,在财产上让步,在儿女、父母、兄弟上让步,让出一切,舍弃一切;它们唯独把信念排除在外,而这些信念宙斯原本就意愿成为每个人不可侵夺之物。

§4.7.36

ποία ἐνθάδε παρανομία, ποία ἀβελτερία; ὅπου κρείττων εἶ καὶ ἰσχυρότερος, ἐκεῖ σοι ἐξίσταμαι· ὅπου πάλιν ἐγὼ κρείττων, σὺ παραχώρει μοι. ἐμοὶ γὰρ μεμέληκεν, σοὶ δʼ οὔ.

这其中有何违法之处,有何愚蠢可言呢?在何处你更优越、更强大,我就在何处退让给你;相反,在何处我更优越,你就退让给我。因为这是我所关心的,却不是你所关心的。

§4.7.37

σοὶ μέλει, πῶς ἐν ὀρθοστρώτοις οἰκῇς, ἔτι πῶς παῖδές σοι καὶ πιλλᾶτοι διακονῶσιν, πῶς ἐσθῆτα περίβλεπτον φορῇς, πῶς κυνηγοὺς πολλοὺς ἔχῃς, πῶς κιθαρῳδούς, τραγῳδούς.

你所关心的是如何住在嵌石地面的豪宅中,奴仆和戴自由帽的被释奴如何侍奉你,如何穿引人瞩目的华服,如何拥有众多的猎人、琴师和悲剧演员。

§4.7.38

μή τι ἀντιποιοῦμαι; μή τι οὖν δογμάτων σοι μεμέληκε; μή τι τοῦ λόγου τοῦ σεαυτοῦ; μή τι οἶδας, ἐκ τίνων μορίων συνέστηκεν, πῶς συνάγεται, τίς ἡ διάρθρωσις αὐτοῦ, τίνας ἔχει δυνάμεις καὶ ποίας τινάς;

我难道在争夺这些吗?难道你曾有一点关心过信念吗?关心过你自己的理性吗?你是否知晓它由哪些部分构成,如何联结,它的结构是怎样的,它拥有何种能力以及是何等的能力?

§4.7.39

τί οὖν ἀγανακτεῖς, εἰ ἄλλος ἐν τούτοις σου πλέον ἔχει ὁ μεμελετηκώς; — ἀλλὰ ταῦτʼ ἔστι τὰ μέγιστα. — καὶ τίς σε κωλύει περὶ ταῦτʼ ἀναστρέφεσθαι καὶ τούτων ἐπιμελεῖσθαι; τίς δὲ μείζονα ἔχει παρασκευὴν βιβλίων, εὐσχολίας, τῶν ὠφελησόντων;

那么,若有另一个下过功夫的人在这些事上胜过你,你又为何愤慨呢?——“但这些才是最重大的事。”——又有谁阻止你去投身于这些、照管这些呢?又有谁比你拥有更丰厚的藏书、闲暇以及能予帮助之人呢?

§4.7.40

μόνον ἀπόνευσόν ποτε ἐπὶ ταῦτα, ἀπόνειμον κἂν ὀλίγον χρόνον τῷ σαυτοῦ ἡγεμονικῷ· σκέψαι τί ποτʼ ἔχεις τοῦτο καὶ πόθεν ἐληλυθός, τὸ πᾶσιν τοῖς ἄλλοις χρώμενον, πάντα τἆλλα δοκιμάζον, ἐκλεγόμενον, ἀπεκλεγόμενον.

只需哪怕一次转念于这些事,哪怕分出一点点时间给你自己的主导原则;省察一下你所拥有的这个究竟是什么、源自何处,它使用其余一切,审验、拣选并弃绝其余一切。

§4.7.41

μέχρι δʼ ἂν οὗ περὶ τὰ ἐκτὸς ἀναστρέφῃ, ἐκεῖνα ἕξεις οἷα οὐδείς, τοῦτο δʼ οἷον αὐτὸ ἔχειν θέλεις, ῥυπαρὸν καὶ ἀτημέλητον.

但只要你仍汲汲于外物,你在那些外物上将无人能及,而对于这主导原则本身,你却任凭它如你所愿的那般肮脏且无人照管。

语法注3 条
  1. 4.7.28ὧν διαθεῖναί με δύναται

    关系代词 ὧν 是由于省略的先行词(τούτων)而发生吸引(attraction),原本应为宾格 ἅ。动词 διατίθημι 在此带有“对某人施加某事”之义,按语法支配双宾格(τινά τι),με 即为其中表示人的宾格。

  2. 4.7.31ἐκείνου δʼ αὐτοῦ ἀεὶ ἐπιμένει, ὑμῶν δὲ τῶν πειθομένων;

    承接前句的“你的脖子要被砍断了”(ἀφαιρεῖταί σου ὁ τράχηλος),此处省略了主语 ὁ τράχηλος(脖子)。属格 ἐκείνου αὐτοῦ 与 ὑμῶν τῶν πειθομένων 为领属属格,与动词 ἐπιμένει(留存)连用,整句意为“难道他自己的脖子/你们这些顺从之人的脖子就能留存吗”。

  3. 4.7.33νόμος δʼ οὐκ ἔστι τὰ ἐπὶ μωρῷ

    中性复数名词短语 τὰ ἐπὶ μωρῷ(介词 ἐπί 加与格,意为“受愚人支配之事”或“愚人意愿决定的事”)作主语,与单数动词 ἔστι 及表语 νόμος(法律)搭配。意在说明受愚者任意摆布的命令根本不是真正的法律。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.7.27-4.7.41