← 爱比克泰德

谈话录

§4.7.14-4.7.26

对死亡与外物的漠然与真正的自由

爱比克泰德阐明了内在自由的境界:视死亡仅为质料回归原初元素,对外界境遇及统治者的威吓无动于衷。他将官职与财富比作抛撒给小孩子的坚果干果,拒绝为这些无关紧要之物沦为奴隶。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7.14

θέλεις ἀρχάς; φέρε, καὶ πόνους. ἀλλʼ ἐξορισμόν; ὅπου ἂν ἀπέλθω, ἐκεῖ μοι καλῶς ἔσται· καὶ γὰρ ἐνθάδε οὐ διὰ τὸν τόπον ἦν μοι καλῶς, ἀλλὰ διὰ τὰ δόγματα, ἃ μέλλω μετʼ ἐμαυτοῦ ἀποφέρειν. οὐδὲ γὰρ δύναταί τις ἀφελέσθαι αὐτά, ἀλλὰ ταῦτα μόνα ἐμά ἐστι καὶ ἀναφαίρετα καὶ ἀρκεῖ μοι παρόντα, ὅπου ἂν ὦ καὶ ὅ τι ἂν ποιῶ.

“你想要官职吗?” 拿来吧,连同劳苦一起。 “那么流放呢?” 无论我到哪里,在那里我都会安好;因为即便在此处,我之安好也并非由于地方,而是由于我的信念,这些信念我是要随身带走的。因为没有人能够将它们夺走,相反,唯有这些是属于我的、不可剥夺的,只要它们与我同在,无论我身在何处、在做什么,都已足够。

§4.7.15

ἀλλʼ ἤδη καιρὸς ἀποθανεῖν. τί λέγεις ἀποθανεῖν; μὴ τραγῴδει τὸ πρᾶγμα, ἀλλʼ εἰπὲ ὡς ἔχει ἤδη καιρὸς τὴν ὕλην, ἐξ ὧν συνῆλθεν, εἰς ἐκεῖνα πάλιν ἀποκαταστῆναι.1 καὶ τί δεινόν; τί μέλλει ἀπόλλυσθαι τῶν ἐν τῷ κόσμῳ, τί γενέσθαι καινόν, παράλογον; τούτων ἕνεκα φοβερός ἐστιν ὁ τύραννος;

“可是死期已至。” 你何必说“死”呢?不要把事情夸张成悲剧,而要如实说: “质料回归其所由汇聚而成的诸元素的时候已经到了。” 这又有什么可怕的呢?世间万物中有何物将要毁灭,有何新鲜、违背常理的事将要发生呢?难道僭主就因这些而是可怕的吗?

§4.7.16

διὰ ταῦτα οἱ δορυφόροι μεγάλας δοκοῦσιν ἔχειν τὰς μαχαίρας καὶ ὀξείας; ἄλλοις ταῦτα· ἐμοὶ δʼ ἔσκεπται περὶ πάντων, εἰς ἐμὲ οὐδεὶς ἐξουσίαν ἔχει.

难道正因这些,卫兵们才显得佩有又大又利的宝剑吗?那是对别人而言;对我来说,一切都已深思熟虑,没有人对我拥有权柄。

§4.7.17

ἠλευθέρωμαι ὑπὸ τοῦ θεοῦ, ἔγνωκα αὐτοῦ τὰς ἐντολάς, οὐκέτι οὐδεὶς δουλαγωγῆσαί με δύναται, καρπιστὴν ἔχω οἷον δεῖ, δικαστὰς οἵους δεῖ.

我已经蒙神获释,我已经通晓祂的诫命,再也没有人能将我掳为奴隶,我有合宜的自由辩护人,有合宜的审判官。

§4.7.18

οὐχὶ τοῦ σώματός σου κύριός εἰμι; τί οὖν πρὸς ἐμέ; οὐχὶ τοῦ κτησιδίου; τί οὖν πρὸς ἐμέ; οὐχὶ φυγῆς ἢ δεσμῶν; πάλιν τούτων πάντων καὶ τοῦ σωματίου ὅλου σοι αὐτοῦ ἐξίσταμαι, ὅταν θέλῃς. πείρασαί μοί σου τῆς ἀρχῆς καὶ γνώσῃ, μέχρι τίνος αὐτὴν ἔχεις.

“难道我不是你肉体的主人吗?” 这与我何干? “不是你那点菲薄财产的主人吗?” 这与我何干? “不是流放或禁锢的主人吗?” 同样,只要你愿意,这一切以及我整个这具微不足道的肉体本身,我都向你拱手让出。尽管对我试一试你的权柄吧,你将明白你的权柄究竟止于何处。

§4.7.19

τίνα οὖν ἔτι φοβηθῆναι δύναμαι; τοὺς ἐπὶ τοῦ κοιτῶνος; μὴ τί ποιήσωσιν; ἀποκλείσωσί με; ἄν με εὕρωσι θέλοντα εἰσελθεῖν, ἀποκλεισάτωσαν. — τί οὖν ἔρχῃ ἐπὶ θύρας; — ὅτι καθήκειν ἐμαυτῷ δοκῶ μενούσης τῆς παιδιᾶς συμπαίζειν.

那么,我还能惧怕谁呢?内廷侍从吗?怕他们做出什么事来?把我拒之门外吗?要是他们发现我想进去,就让他们把我关在门外好了。——“那你为什么还要走到门前?”——因为我认为,只要游戏还在继续,加入游戏对我来说是合宜的。

§4.7.20

— πῶς οὖν οὐκ ἀποκλείῃ; — ὅτι ἂν μή τίς με δέχηται, οὐ θέλω εἰσελθεῖν, ἀλλʼ ἀεὶ μᾶλλον ἐκεῖνο θέλω τὸ γινόμενον. κρεῖττον γὰρ ἡγοῦμαι ὃ ὁ θεὸς θέλει ἢ ὃ ἐγώ. προσκείσομαι διάκονος καὶ ἀκόλουθος ἐκείνῳ, συνορμῶ, συνορέγομαι, ἁπλῶς συνθέλω. ἀποκλεισμὸς ἐμοὶ οὐ γίνεται, ἀλλὰ τοῖς βιαζομένοις.

——“那么,你怎会不算被拒之门外呢?”——因为若无人接纳我,我便不想进去,而是始终宁愿顺应正在发生的事。因为我认为神所意愿的比我所意愿的更好。我将作为仆从和追随者紧随于祂,与之同趋、与之同慕,简言之,与之同愿。被拒之门外的事不会落在我身上,而是落在那些强行闯入的人身上。

§4.7.21

διὰ τί οὖν οὐ βιάζομαι; οἶδα γάρ, ὅτι ἔσω ἀγαθὸν οὐδὲν διαδίδοται τοῖς εἰσελθοῦσιν. ἀλλʼ ὅταν ἀκούσω τινὰ μακαριζόμενον, ὅτι τιμᾶται ὑπὸ τοῦ Καίσαρος, λέγω τί αὐτῷ συμβαίνει; μή τι οὖν καὶ δόγμα, οἷον δεῖ ἐπαρχίαν;2 μή τι οὖν καὶ τὸ χρῆσθαι ἐπιτροπῇ;

那么我为什么不强行闯入呢?因为我知道,在里面并没有什么好东西分发给那些进去的人。反而,每当我听见有人因为受到恺撒的尊崇而被人道贺时,我便说: “他得到了什么呢?难道某种该怎样对待行省的信念也临到了他吗?难道妥善运用总督职权的能力也临到了他吗?”

§4.7.22

τί ἔτι διωθοῦμαι; ἰσχαδοκάρυά τις διαρριπτεῖ· τὰ παιδία ἁρπάζει καὶ ἀλλήλοις διαμάχεται· οἱ ἄνδρες οὐχί, μικρὸν γὰρ αὐτὸ ἡγοῦνται. ἂν δʼ ὀστράκια διαρριπτῇ τις, οὐδὲ τὰ παιδία ἁρπάζει.

我为何还要去推挤争抢呢?有人抛撒无花果干与坚果;孩子们争抢,彼此争斗;大人们却不这样,因为他们视其为微不足道的小事。但若有人抛撒陶片,连小孩子也不会去抢。

§4.7.23

ἐπαρχίαι διαδίδονται· ὄψεται τὰ παιδία. ἀργύριον· ὄψεται τὰ παιδία. στρατηγία, ὑπατεία· διαρπαζέτω τὰ παιδία· ἐκκλειέσθω, τυπτέσθω, καταφιλείτω τὰς χεῖρας τοῦ διδόντος, τῶν δούλων· ἐμοὶ δʼ ἰσχαδοκάρυόν ἐστιν.

行省被分发了,且由孩子们去张罗吧。金钱被抛撒了,且由孩子们去张罗吧。行政裁判官、执政官的职位,就让孩子们去争抢吧;让他们被拒之门外、挨打、亲吻施舍者及其奴隶们的手吧;但对我而言,这不过是一颗干果罢了。

§4.7.24

τί οὖν, ἂν ἀπὸ τύχης ῥιπτοῦντος αὐτοῦ ἔλθῃ εἰς τὸν κόλπον ἰσχάς; ἄρας κατάφαγε· μέχρι τοσούτου γὰρ ἔστι καὶ ἰσχάδα τιμῆσαι. ἵνα δὲ κύψω καὶ ἄλλον ἀνατρέψω ἢ ὑπʼ ἄλλου ἀνατραπῶ καὶ κολακεύσω τοὺς εἰσιόντας, οὐκ ἀξία οὔτʼ ἰσχὰς οὔτʼ ἄλλο τι τῶν οὐκ ἀγαθῶν, ἅ με ἀναπεπείκασιν οἱ φιλόσοφοι μὴ δοκεῖν ἀγαθὰ εἶναι.

“那么,要是他抛掷时,一颗无花果干碰巧掉进了你的衣褶里呢?” 拾起来吃掉便是;因为珍视一颗无花果干,也仅限于此程度而已。但若要我为此躬身屈膝、推倒别人或被别人推倒,去奉承那些出入之人,那么无论是无花果干,还是哲人们劝导我不视之为善的其他非善之物,都不值得我这么做。

§4.7.25

δείκνυέ μοι τὰς μαχαίρας τῶν δορυφόρων. ἰδοῦ, ἡλίκαι εἰσὶ καὶ πῶς ὀξεῖαι. τί οὖν ποιοῦσιν αἱ μεγάλαι αὗται μάχαιραι καὶ ὀξεῖαι;

指给我看看卫兵们的宝剑吧。 “看哪,它们多么巨大,多么锋利!” 那么,这些又大又锋利的宝剑能做什么呢?

§4.7.26

ἀποκτιννύουσιν. πυρετὸς δὲ τί ποιεῖ; ἄλλο οὐδέν. κεραμὶς δὲ τί ποιεῖ; ἄλλο οὐδέν. θέλεις οὖν πάντα ταῦτα θαυμάζω3 καὶ προσκυνῶ καὶ δοῦλος πάντων περιέρχωμαι;

“它们能杀人。” 那么发高烧能做什么呢? “不能做别的。” 那么瓦片能做什么呢? “不能做别的。” 那么,你难道要我赞叹这一切、向之顶礼膜拜,并作为万物的奴隶四处走动吗?

语法注3 条
  1. 4.7.15τὴν ὕλην, ἐξ ὧν συνῆλθεν, εἰς ἐκεῖνα πάλιν ἀποκαταστῆναι

    尽管形式上的先行词 τὴν ὕλην(质料)是阴性单数,关系代词 ἐξ ὧν 却为中性复数。这属于依意合应(constructio ad sensum),即将质料理解为构成它的各个元素(如 τὰ στοιχεῖα)。其后的指示代词 εἰς ἐκεῖνα 同样指代这些构成元素。

  2. 4.7.21μή τι οὖν καὶ δόγμα, οἷον δεῖ ἐπαρχίαν;

    此句省略极甚,缺少主要动词和不定式。从上下文来看,须补足为 μή τι οὖν καὶ δόγμα [αὐτῷ προσγέγονεν], οἷον δεῖ [ἔχειν πρὸς / διοικεῖν] ἐπαρχίαν(“难道某种治理行省所应当持有的信念也临到了他吗?”)。宾格 ἐπαρχίαν 充当依托于 δεῖ 的承前省略动词的宾语。

  3. 4.7.26θέλεις οὖν πάντα ταῦτα θαυμάζω

    动词 θέλεις 之后没有连词 ἵνα,而是直接接从属的虚拟语气 θαυμάζω、προσκυνῶ、περιέρχωμαι,用于征询意向。这是古希腊语中 βούλει + 虚拟语气这一口语构式在通用希腊语(Koine)中的延续。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.7.14-4.7.26