- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.7.1-4.7.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出,人们畏惧僭主仅源于对生命与外在财物的执着;若能认识到人作为理性存在在宇宙中的位置,并分清自主之物与非自主之物,便能在任何境遇下免于恐惧。
τί ποιεῖ φοβερὸν τὸν τύραννον; — οἱ δορυφόροι, φησίν, καὶ αἱ μάχαιραι αὐτῶν καὶ ὁ ἐπὶ τοῦ κοιτῶνος καὶ οἱ ἀποκλείοντες τοὺς εἰσιόντας.
是什么让僭主显得可怕?有人说:“是卫兵,是他们的佩剑,是寝宫总管,以及那些将求见者拒之门外的人。”
— διὰ τί οὖν, ἂν παιδίον αὐτῷ προσαγάγῃς μετὰ τῶν δορυφόρων ὄντι, οὐ φοβεῖται; ἢ ὅτι οὐκ αἰσθάνεται τούτων τὸ παιδίον;
——那么,如果你把一个小孩子带到身处卫兵之中的僭主面前,为什么这孩子不怕?难道不是因为孩子根本没有意识到这些吗?
ἂν οὖν τῶν δορυφόρων τις αἰσθάνηται καὶ ὅτι μαχαίρας ἔχουσιν, ἐπʼ αὐτὸ δὲ τοῦτο προσέρχηται αὐτῷ θέλων ἀποθανεῖν διά τινα περίστασιν καὶ ζητῶν ὑπʼ ἄλλου παθεῖν αὐτὸ εὐκόλως, μή τι φοβεῖται τοὺς δορυφόρους; — θέλει γὰρ τοῦτο, διʼ ὃ φοβεροί εἰσιν. —
那么,如果有人意识到了卫兵的存在,并且知道他们配有宝剑,却正为此而来找他,因为某种境况而一心求死,想假手他人轻易了结此生,难道他会害怕卫兵吗?——“不会,因为他想要的恰恰是令他们显得可怕的东西。”
ἂν οὖν τις μήτʼ ἀποθανεῖν μήτε ζῆν θέλων ἐξ ἅπαντος ἀλλʼ ὡς ἂν διδῶται, προσέρχηται αὐτῷ, τί κωλύει μὴ δεδοικότα προσέρχεσθαι αὐτόν;1
——那么,若有人既不执着于死也不执着于生,而是听凭天赐之机,前去见他,有什么能阻碍他毫无畏惧地前往呢?
— οὐδέν. — ἄν τις οὖν καὶ πρὸς τὴν κτῆσιν ὡσαύτως ἔχῃ καθάπερ οὗτος πρὸς τὸ σῶμα καὶ πρὸς τὰ τέκνα καὶ τὴν γυναῖκα καὶ ἁπλῶς ὑπό τινος μανίας καὶ ἀπονοίας οὕτως ᾖ διακείμενος, ὥστʼ ἐν μηδενὶ ποιεῖσθαι τὸ ἔχειν ταῦτα ἢ μὴ ἔχειν, ἀλλʼ ὡς ὀστρακίοις τὰ παιδία παίζοντα περὶ μὲν τῆς παιδιᾶς διαφέρεται, τῶν ὀστρακίων δʼ οὐ πεφρόντικεν,2 οὕτως δὲ καὶ οὗτος τὰς μὲν ὕλας παρʼ οὐδὲν ᾖ πεποιημένος, τὴν παιδιὰν δὲ τὴν περὶ αὐτὰς καὶ ἀναστροφὴν ἀσπάζηται· ποῖος ἔτι τούτῳ τύραννος φοβερὸς ἢ ποῖοι δορυφόροι ἢ ποῖαι μάχαιραι αὐτῶν;
——“毫无阻碍。”——如果有人对财产的态度就像此人对待肉体一样,对儿女和妻子也是如此,简言之,由于某种狂热或绝望,其心境达到了将拥有或失去这些视为无物的境地;就像孩子们玩弄碎陶片,争执的是游戏本身,却不在意陶片本身,此人同样将外界质料视同无物,却欣然投入围绕质料的游戏与交往——对这样的人而言,还有哪位僭主是可怕的,或者哪种卫兵、哪柄宝剑是可怕的呢?
εἶτα ὑπὸ μανίας μὲν δύναταί τις οὕτως διατεθῆναι πρὸς ταῦτα καὶ ὑπὸ ἔθους οἱ Γαλιλαῖοι· ὑπὸ λόγου δὲ καὶ ἀποδείξεως οὐδεὶς δύναται μαθεῖν,3 ὅτι ὁ θεὸς πάντα πεποίηκεν τὰ ἐν τῷ κόσμῳ καὶ αὐτὸν τὸν κόσμον ὅλον μὲν ἀκώλυτον καὶ αὐτοτελῆ, τὰ ἐν μέρει δʼ αὐτοῦ πρὸς χρείαν τῶν ὅλων;
然而,既然有人能凭着狂乱对这些事物产生这样的态度,加利利人能凭着习惯如此,难道就没有人能凭借理性与论证领悟到:神造了世间万物,造了整个宇宙,使其完整、无阻且自足,而宇宙的各个部分则是为了全体的功用而造吗?
τὰ μὲν οὖν ἄλλα πάντα ἀπήλλακται τοῦ δύνασθαι παρακολουθεῖν τῇ διοικήσει αὐτοῦ· τὸ δὲ λογικὸν ζῷον ἀφορμὰς ἔχει πρὸς ἀναλογισμὸν τούτων ἁπάντων, ὅτι τε μέρος ἐστὶ καὶ ποῖόν τι μέρος καὶ ὅτι τὰ μέρη τοῖς ὅλοις εἴκειν ἔχει καλῶς.
其他一切受造物都没有能力理解神的治理;然而理性活物却具备反思这一切的禀赋:反思自己是宇宙的一部分、是怎样的一部分,以及部分顺服于全体是合宜的。
πρὸς τούτοις δὲ φύσει γενναῖον καὶ μεγαλόψυχον καὶ ἐλεύθερον γενόμενον ὁρᾷ,4 διότι τῶν περὶ αὐτὸ τὰ μὲν ἀκώλυτα ἔχει καὶ ἐπʼ αὐτῷ, τὰ δὲ κωλυτὰ καὶ ἐπʼ ἄλλοις· ἀκώλυτα μὲν τὰ προαιρετικά, κωλυτὰ δὲ τὰ ἀπροαίρετα.
除此以外,作为天性高尚、宽宏且自由的存在,他看到在关乎自己的事物中,有些是不可阻碍且操之于己的,而有些则是可被阻碍且操之于人的:凡关乎意愿抉择的均不可阻碍,凡非关乎意愿抉择的皆可被阻碍。
καὶ διὰ τοῦτο, ἐὰν μὲν ἐν τούτοις μόνοις ἡγήσηται τὸ ἀγαθὸν τὸ αὑτοῦ καὶ συμφέρον, τοῖς ἀκωλύτοις καὶ ἐφʼ ἑαυτῷ, ἐλεύθερον ἔσται, εὔρουν, εὔδαιμον, ἀβλαβές, μεγαλόφρον, εὐσεβές, χάριν ἔχον ὑπὲρ πάντων τῷ θεῷ, μηδαμοῦ μεμφόμενον μηδενὶ τῶν γενομένων, μηδενὶ ἐγκαλοῦν· ἂν δʼ ἐν τοῖς ἐκτὸς καὶ ἀπροαιρέτοις, ἀνάγκη κωλύεσθαι αὐτό, ἐμποδίζεσθαι, δουλεύειν τοῖς ἐκείνων ἔχουσιν ἐξουσίαν, ἃ τεθαύμακεν καὶ φοβεῖται, ἀνάγκη δʼ ἀσεβὲς εἶναι ἅτε βλάπτεσθαι οἰόμενον ὑπὸ τοῦ θεοῦ καὶ ἄνισον, ἀεὶ αὑτῷ τοῦ πλείονος περιποιητικόν, ἀνάγκη δὲ καὶ ταπεινὸν εἶναι καὶ μικροπρεπές.
正因如此,如果他只将自己的善与利益寄托在这些不可阻碍且操之于己的事物上,他就会是自由的、顺遂的、幸福的、不可受损的、气度恢弘的、虔敬的,为一切向神心怀感恩,绝不埋怨任何发生的事,不指责任何人;但若将它们寄托在外界事物及非关乎意愿抉择的事物上,他就必然受阻隔、遭妨碍,沦为那些对自己所赞叹和畏惧之物拥有权柄之人的奴隶;而且他必然会是不虔敬的,因为他自以为受到了神的伤害,他也会是不公正的,总是试图为自己攫取更多,并且他还必然会是卑微下贱、心胸狭隘的。
ταῦτα τί κωλύει διαλαβόντα ζῆν5 κούφως καὶ εὐηνίως, πάντα τὰ συμβαίνειν δυνάμενα πρᾴως ἐκδεχόμενον, τὰ δʼ ἤδη συμβεβηκότα φέροντα;
领悟了这些的人,有什么能阻止他轻快而驯顺地生活,温和地等待着一切可能发生的事,并承受已经发生的事呢?
θέλεις πενίαν; φέρε καὶ γνώσῃ, τί ἐστι πενία τυχοῦσα καλοῦ ὑποκριτοῦ.
“你想要贫穷吗?” 拿来吧,你将明白,当贫穷遇上一个优秀的扮演者时,它是什么样子。
- 4.7.4τί κωλύει μὴ δεδοικότα προσέρχεσθαι αὐτόν;
由动词 κωλύει 引出的宾格加不定式结构。不定式 προσέρχεσθαι 的逻辑主语是宾格 αὐτόν,否定词 μή 否定完成时分词 δεδοικότα(δεδοικώς 的阳性单数宾格,μὴ δεδοικότα 意为“不怀畏惧地”)以修饰该主语,整句意为“有什么能阻碍他毫无畏惧地前往呢?”
- 4.7.5περὶ μὲν τῆς παιδιᾶς διαφέρεται, τῶν ὀστρακίων δʼ οὐ πεφρόντικεν
διαφέρεται 为被动或中间态,在此意为“争执、竞争”或“重视、全心投入”。该句将孩子们在游戏本身上的争强好胜(περὶ μὲν τῆς παιδιᾶς)与后半句对陶片本身的不屑一顾(τῶν ὀστρακίων δʼ οὐ πεφρόντικεν)形成了鲜明的对照。
- 4.7.6ὑπὸ λόγου δὲ καὶ ἀποδείξεως οὐδεὶς δύναται μαθεῖν
与前句 εἶτα ὑπὸ μανίας μὲν...(既然凭借疯狂……)相呼应的反问句。逻辑在于:如果狂乱或习俗都能使人超脱,那么通过理性与论证反而不可能领悟宇宙秩序与部分对全体的服从,这是极不合情理的。
- 4.7.8γενόμενον ὁρᾷ
动词 ὁρᾷ 的主语是上一段提出的 τὸ λογικὸν ζῷον(理性活物)。中性单数主格分词 γενόμενον 与主语一致,作状语分词(“由于天生是高尚、宽宏且自由的”),而 ὁρᾷ 的宾语是后面的 διότι(=ὅτι)从句。
- 4.7.12ταῦτα τί κωλύει διαλαβόντα ζῆν
宾格分词 διαλαβόντα(阳性单数宾格)与不定式 ζῆν 的隐含不特定主语(τινά)一致,意为“一个人辨明了这些之后,有什么能妨碍他……生活呢?”在表示阻碍的动词接不定式时,泛指主语常以分词宾格呈现。
