← 爱比克泰德

谈话录

§4.6.26-4.6.38

依付出得回报与对自身之善的确信

爱比克泰德指出,追求官职权位之人与修养内在德性之人所付出的专注与努力根本不同,所得结果自然各异;因他人的怜悯而心生愤懑,恰恰暴露了对自己所拥有的善好缺乏确信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.26

ὅρα, εἰ ἐν τούτῳ σου πλέον ἔχουσιν, περὶ ὃ σὺ μὲν ἐσπούδακας, ἐκεῖνοι δʼ ἀμελοῦσιν· εἰ συγκατατίθενται μᾶλλον περὶ τὰ φυσικὰ μέτρα, εἰ ὀρέγονταί σου ἀναποτευκτότερον, εἰ ἐκκλίνουσιν ἀπεριπτωτότερον, εἰ ἐν ἐπιβολῇ, ἐν προθέσει, εἰ ἐν ὁρμῇ μᾶλλον εὐστοχοῦσιν, εἰ τὸ πρέπον σῴζουσιν ὡς ἄνδρες, ὡς υἱοί, ὡς γονεῖς, εἶθʼ ἑξῆς κατὰ τὰ ἄλλα τῶν σχέσεων ὀνόματα.

看一看,在那些你倾注心血而他们置之不理的事情上,他们是否胜过了你:在合乎自然尺度的赞同上他们是否更胜一筹,在欲望上是否比你更少落空,在排斥上是否比你更少遭难,在企图、意向、冲动上是否更能击中目标,作为人、作为儿子、作为父母,以及依此类推按照其他各种名分关系,他们是否保持了恰当的得体。

§4.6.27

εἰ δʼ ἄρχουσιν ἐκεῖνοι, σὺ δʼ οὐ θέλεις σαυτῷ τὰς ἀληθείας εἰπεῖν, ὅτι σὺ μὲν οὐδὲν τούτου ἕνεκα ποιεῖς, ἐκεῖνοι δὲ πάντα, ἀλογώτατον δὲ τὸν ἐπιμελούμενόν τινος ἔλαττον φέρεσθαι ἢ τὸν ἀμελοῦντα;1

如果他们掌权,而你却不愿向自己说出实情——即你为了这权位什么也没有做,而他们却做尽了一切,并且让用心于某事的人比疏忽它的人收获更少,乃是极不合情理的吗?

§4.6.28

οὔ, ἀλλʼ ἐπειδὴ φροντίζω ἐγὼ δογμάτων ὀρθῶν, εὐλογώτερόν μέ ἐστιν ἄρχειν. — ἐν ᾧ φροντίζεις, ἐν δόγμασιν·2 ἐν ᾧ δʼ ἄλλοι μᾶλλόν σου πεφροντίκασιν, ἐκείνοις παραχώρει. οἷον εἰ διὰ τὸ δόγματα ἔχειν ὀρθὰ ἠξίους τοξεύων μᾶλλον ἐπιτυγχάνειν τῶν τοξοτῶν ἢ χαλκεύων μᾶλλον τῶν χαλκέων.

“不,但既然我在意正确的信条,那么由我来掌权就更加合理。”——在你所用心的事上,即在信条上胜过他们吧;但在别人比你更用心的事情上,且让步给他们。这就像是,因持有正确的信条,你就要求在射箭时比弓箭手更能射中靶心,或在锻造时比铁匠更为高超一样。

§4.6.29

ἄφες οὖν τὴν περὶ τὰ δόγματα σπουδὴν καὶ περὶ ἐκεῖνα ἀναστρέφου, ἃ κτήσασθαι θέλεις, καὶ τότε κλαῖε, ἐάν σοι μὴ προχωρῇ· κλαίειν γὰρ ἄξιος εἶ.

那么,放下对信条的专注,去投身于你所想获得的那些事物吧,如果进展不顺,那时再去哭泣;因为那时你才配去哭泣。

§4.6.30

νῦν δὲ πρὸς ἄλλοις γίνεσθαι λέγεις, ἄλλων ἐπιμελεῖσθαι, οἱ πολλοὶ δὲ τοῦτο καλῶς λέγουσιν, ὅτι ἔργον ἔργῳ οὐ κοινωνεῖ.

但如今,你说自己投身于别的事物,关照着别的事物,然而大众说得好:“一项行当与另一项行当不能混同。”

§4.6.31

ὁ μὲν ἐξ ὄρθρου ἀναστὰς ζητεῖ, τίνα ἐξ οἴκου ἀσπάσηται, τίνι κεχαρισμένον λόγον εἴπῃ, τίνι δῶρον πέμψῃ, πῶς τῷ ὀρχηστῇ ἀρέσῃ, πῶς κακοηθισάμενος ἄλλον ἄλλῳ χαρίσηται.

那个人黎明起身,便寻思着该问候府邸中的谁,对谁说顺耳的话,给谁送礼,怎样讨好那个舞者,怎样借着中伤他人来取悦另一个人。

§4.6.32

ὅταν εὔχηται, περὶ τούτων εὔχεται· ὅταν θύῃ, ἐπὶ τούτοις θύει· τὸ τοῦ Πυθαγόρου "μὴ δʼ ὕπνον μαλακοῖσιν ἐπʼ ὄμμασι προσδέξασθαι" ἐνταῦθα παρατέθεικεν.

每当他祈求时,便为此祈求;每当他献祭时,便为此献祭;毕达哥拉斯的那句诗: “切莫让睡眠降临于柔软的双眼”,他却挪用到了这里:

§4.6.33

πῇ παρέβην; τῶν πρὸς κολακείαν.3 τί ἔρεξα; μή τι ὡς ἐλεύθερος, μή τι ὡς γενναῖος; κἂν εὕρῃ τι τοιοῦτον, ἐπιτιμᾷ ἑαυτῷ καὶ ἐγκαλεῖ τί γάρ σοι καὶ τοῦτο εἰπεῖν; οὐ γὰρ ἐνῆν ψεύσασθαι; λέγουσιν καὶ οἱ φιλόσοφοι, ὅτι οὐδὲν κωλύει ψεῦδος εἰπεῖν.

“我在何处犯了过错?”——在谄媚逢迎的事情上。 “我做了何事?”——难道我像个自由人、像个高贵的人那样行事了吗?若是发现任何这类的举动,他便责备并指控自己: “你究竟为什么把这话也说出口了呢?难道当时不能撒谎吗?连哲学家们都说,说句假话并无妨碍。”

§4.6.34

σὺ δʼ εἴπερ ταῖς ἀληθείαις οὐδενὸς ἄλλου πεφρόντικας ἢ χρήσεως οἵας δεῖ φαντασιῶν, εὐθὺς ἀναστὰς ἕωθεν ἐνθυμοῦ τίνα μοι λείπει πρὸς ἀπάθειαν; τίνα πρὸς ἀταραξίαν; τίς εἰμι; μή τι σωμάτιον, μή τι κτῆσις, μή τι φήμη; οὐδὲν τούτων. ἀλλὰ τί; λογικόν εἰμι ζῷον.

然而你若确实除了表象的得当运用之外别无所思,那么清晨起身之后便应立刻省思: “要达到免除情欲,我还欠缺什么?要达到心境宁静,还欠缺什么?我是谁?难道是一具微不足道的肉体、一份财产、或是一份名声吗?都不是。那是什么呢?我是一个理性的活物。

§4.6.35

τίνα οὖν τὰ ἀπαιτήματα; ἀναπόλει τὰ πεπραγμένα. πῇ παρέβην τῶν πρὸς εὔροιαν; τί ἔρεξα ἢ ἄφιλον ἢ ἀκοινώνητον ἢ ἄγνωμον; τί μοι δέον οὐκ ἐτελέσθη πρὸς ταῦτα;

那么,它的要求是什么呢?反思已做之事吧: 在通向生命顺流之事上,我于何处犯了过错?我做了何种缺乏友爱、违背共同体、或冷酷无情的事?对照这些,属于我的本分有哪些尚未完成?”

§4.6.36

τοσαύτης οὖν διαφορᾶς οὔσης τῶν ἐπιθυμουμένων, τῶν ἔργων, τῶν εὐχῶν ἔτι θέλεις τὸ ἴσον ἔχειν ἐκείνοις, περὶ ἃ σὺ μὲν οὐκ ἐσπούδακας, ἐκεῖνοι δʼ ἐσπουδάκασιν;

既然在欲望、行动与祈求上存在如此巨大的差别,难道你还想在那些你未曾倾注心血而他们却倾注了心血的事物上,与他们享有同等的份额吗?

§4.6.37

εἶτα θαυμάζεις, εἴ σʼ ἐλεοῦσιν, καὶ ἀγανακτεῖς; ἐκεῖνοι δʼ οὐκ ἀγανακτοῦσιν, εἰ σὺ αὐτοὺς ἐλεεῖς. διὰ τί; ὅτι ἐκεῖνοι μὲν πεπεισμένοι εἰσίν, ὅτι ἀγαθῶν τυγχάνουσιν, σὺ δʼ οὐ πέπεισαι.

然后,若他们怜悯你,你竟感到诧异并愤愤不平吗?然而,即使你怜悯他们,他们却并不愤慨。这是为何?因为他们确信自己得到了善好之物,而你却没有这种确信。

§4.6.38

διὰ τοῦτο σὺ μὲν οὐκ ἀρκῇ τοῖς σοῖς, ἀλλʼ ἐφίεσαι τῶν ἐκείνων· ἐκεῖνοι δʼ ἀρκοῦνται τοῖς ἑαυτῶν καὶ οὐκ ἐφίενται τῶν σῶν. ἐπεί τοι εἰ ταῖς ἀληθείαις ἐπέπεισο, ὅτι περὶ τὰ ἀγαθὰ σὺ ὁ ἐπιτυγχάνων εἶ, ἐκεῖνοι δʼ ἀποπεπλάνηνται, οὐδʼ ἂν ἐνεθυμοῦ, τί λέγουσι περὶ σοῦ.

正因如此,你不满足于自身所有的,反而渴求他们的东西;而他们满足于他们自己的,并不渴求你的东西。因为倘若你真确信在善好之事上你才是击中目标的人,而他们完全误入了歧途,你甚至都不会去想他们对你说了些什么。

语法注3 条
  1. 4.6.27εἰ δʼ ἄρχουσιν ἐκεῖνοι, σὺ δʼ οὐ θέλεις σαυτῷ τὰς ἀληθείας εἰπεῖν, ὅτι σὺ μὲν οὐδὲν τούτου ἕνεκα ποιεῖς, ἐκεῖνοι δὲ πάντα, ἀλογώτατον δὲ τὸν ἐπιμελούμενόν τινος ἔλαττον φέρεσθαι ἢ τὸν ἀμελοῦντα;

    由 εἰ 引导的条件句构成了责难性的反问句结构,在句法上省略了明确的主句谓语。在 ὅτι 从句内部,先是由 σὺ μὲν οὐδὲν... 与 ἐκεῖνοι δὲ πάντα 形成鲜明对照,随后通过连词 δέ 并列了一个同样从属于 ὅτι 的带不定式的宾格结构(ἀλογώτατον [ἐστι] τὸν ἐπιμελούμενον... ἔλαττον φέρεσθαι)。

  2. 4.6.28ἐν ᾧ φροντίζεις, ἐν δόγμασιν

    这是一种高度紧缩的省略结构,省略了关系代名词 ᾧ 的先行词以及主句谓语(如 πλέον ἔχε):“[在]你所关照的领域[胜过他们],即在信条上”。它紧承上文的 ἐν ἐκείνῳ πλεῖον ἔχειν, ἐν ᾧ ἐσπουδάκασιν,指出各人的收获仅限于各自倾注心血的特定范畴。

  3. 4.6.33τῶν πρὸς κολακείαν

    该属格短语用以回应引自毕达哥拉斯诗句的省察之问(πῇ παρέβην;,“我在何处犯了过错?”)。它可理解为与 πῇ 搭配的部分性属格(隐含有如 παραβάσεων 或 ἔργων 之类的名词),意为“在关于谄媚逢迎的事情当中[究竟在何处犯了错]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.6.26-4.6.38