← 爱比克泰德

谈话录

§4.6.13-4.6.25

缺乏实践操练与专注于自身判断

讲话者反省道,尽管在理智上赞同哲学信条,却依然因他人的评判和怜悯而动摇,其症结在于缺乏实际行动上的操练,并指出应当专注于自身的判断,而非外在的眼光。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.13

μή τι οὖν οὐ πέπεικέ με ὁ λόγος;1 καὶ μὴν οὐκ ἄλλα τινὰ οὕτως ἐξ ἀρχῆς ἐδοκίμασα ἢ εἱλόμην καὶ νῦν περὶ τούτων ἀναγιγνώσκω, ταῦτα ἀκούω, ταῦτα γράφω· ἄλλον οὐχ εὑρήκαμεν μέχρι νῦν ἰσχυρότερον τούτου λόγον.

“难道是那道理未能说服我吗?然而从一开始,我未曾如此认可或选择过任何其他的道理,即使现在我也在研读这些,倾听这些,书写这些;直到如今,我们未曾发现过比这更有力的论证。

§4.6.14

τί οὖν τὸ λεῖπόν μοι ἐστίν; μὴ οὐκ ἐξῄρηται τἀναντία δόγματα; μὴ αὐταὶ αἱ ὑπολήψεις ἀγύμναστοί εἰσιν2 οὐδʼ εἰθισμέναι ἀπαντᾶν ἐπὶ τὰ ἔργα, ἀλλʼ ὡς ὁπλάρια ἀποκείμενα κατίωται καὶ οὐδὲ περιαρμόσαι μοι δύναται;

那么,我所欠缺的究竟是什么?难道相反的信条尚未被根除吗?难道是这些看法本身未经锻炼,不习惯去迎对实际行动,而是如同被搁置的小小武器一样生了锈,甚至无法贴身装备于我吗?

§4.6.15

καίτοι οὔτʼ ἐπὶ τοῦ παλαίειν οὔτʼ ἐπὶ τοῦ γράφειν ἢ ἀναγιγνώσκειν ἀρκοῦμαι τῷ μαθεῖν, ἀλλʼ ἄνω κάτω στρέφω τοὺς προτεινομένους καὶ ἄλλους πλέκω καὶ μεταπίπτοντας ὡσαύτως.

然而无论在摔跤上,还是在读写上,我都不以仅仅学会为满足,而是将提出的命题翻来覆去地推演,编造新的论证,对那些可变的论证也是如此处置。

§4.6.16

τὰ δʼ ἀναγκαῖα θεωρήματα, ἀφʼ ὧν ἔστιν ὁρμώμενον ἄλυπον γενέσθαι, ἄφοβον ἀπαθῆ, ἀκώλυτον, ἐλεύθερον, ταῦτα δʼ οὐ γυμνάζω οὐδὲ μελετῶ κατὰ ταῦτα τὴν προσήκουσαν μελέτην.

但那些根本的原理——从它们出发便能够成为无痛苦、无恐惧、无情欲扰乱、不受阻碍且自由的人——这些我却没有去锻炼,也没有对照它们去进行应有的操练。

§4.6.17

εἶτά μοι μέλει, τί οἱ ἄλλοι περὶ ἐμοῦ ἐροῦσιν, εἰ φανοῦμαι αὐτοῖς ἀξιόλογος, εἰ φανοῦμαι εὐδαίμων;

然后我竟在乎别人会怎样议论我,在他们眼中我是否显得值得重视,是否显得幸福吗?”

§4.6.18

ταλαίπωρε, οὐ θέλεις βλέπειν, τί σὺ λέγεις περὶ σαυτοῦ; τίς φαίνῃ σαυτῷ; τίς ἐν τῷ ὑπολαμβάνειν, τίς ἐν τῷ ὀρέγεσθαι, τίς ἐν τῷ ἐκκλίνειν· τίς ἐν ὁρμῇ, παρασκευῇ, ἐπιβολῇ, τοῖς ἄλλοις τοῖς ἀνθρωπικοῖς ἔργοις;

可怜的人啊,难道你不想看看你自己对自己说了些什么吗?在你自己眼中你是怎样的人?在判断中是怎样的人,在欲望中是怎样的人,在排斥中是怎样的人?在冲动、准备、企图以及其他人事的作为中又是怎样的人?

§4.6.19

ἀλλὰ μέλει σοι, εἴ σε ἐλεοῦσιν οἱ ἄλλοι; — ναί· ἀλλὰ παρὰ τὴν ἀξίαν ἐλεοῦμαι. — οὐκοῦν ἐπὶ τούτῳ ὀδυνᾷ; ὁ δέ γε ὀδυνώμενος ἐλεεινός ἐστιν; — ναί. — πῶς οὖν ἔτι παρὰ ἀξίαν ἐλεῇ; αὐτοῖς γὰρ οἷς περὶ τὸν ἔλεον πάσχεις3 κατασκευάζεις σεαυτὸν ἄξιον τοῦ ἐλεεῖσθαι.

但你在意别人是否怜悯你吗?——“是的;但我是在不该受怜悯的情况下被怜悯的。”——那么,你因这事而痛苦吗?而感到痛苦的人是可怜的吗?——“是的。”——那么,你怎么还是不该受怜悯而被怜悯呢?因为正是因你在怜悯一事上所遭受的感受,你使你自己变成了值得被怜悯的人。

§4.6.20

τί οὖν λέγει Ἀντισθένης; οὐδέποτʼ ἤκουσας; βασιλικόν, ὦ Κῦρε, πράττειν μὲν εὖ, κακῶς δʼ ἀκούειν.4

那么安提斯泰尼说了什么呢?你难道从未听说过吗? “居鲁士啊,行得端正却背负恶名,这是王者的本色。”

§4.6.21

τὴν κεφαλὴν ὑγιᾶ ἔχω καὶ πάντες οἴονται ὅτι κεφαλαλγῶ. τί μοι μέλει; ἀπύρετός εἰμι καὶ ὡς πυρέσσοντί μοι συνάχθονται· τάλας, ἐκ τοσούτου χρόνου οὐ διέλειπες πυρέσσων. λέγω καὶ ἐγὼ σκυθρωπάσας ὅτι ναί· ταῖς ἀληθείαις πολὺς ἤδη χρόνος, ἐξ οὗ μοι κακῶς ἐστιν. τί οὖν γένηται;5 ὡς ἂν ὁ θεὸς θέλῃ. καὶ ἅμα ὑποκαταγελῶ τῶν οἰκτειρόντων με.

我的头脑健康,众人却以为我头痛。这与我何干?我并无发热,他们却像对待发热之人那样同情我: “可怜的人,这么长时间了你的热病一直没停。” 我也板起脸来说: “是啊,说真的,我身体不好已经很久了。” “那么,结果会怎样呢?” “但凭神意。”与此同时我暗自嘲笑那些怜悯我的人。

§4.6.22

τί οὖν κωλύει καὶ ἐνταῦθα ὁμοίως; πένης εἰμί, ἀλλὰ ὀρθὸν δόγμα ἔχω περὶ πενίας. τί οὖν μοι μέλει, εἴ μʼ ἐπὶ τῇ πενίᾳ ἐλεοῦσιν; οὐκ ἄρχω, ἄλλοι δʼ ἄρχουσιν. ἀλλʼ ὃ δεῖ ὑπειληφέναι, ὑπείληφα περὶ τοῦ ἄρχειν καὶ μὴ ἄρχειν.

那么,在这件事情上同样如此行事,又有何妨碍呢?“我是贫穷的,但我对于贫穷怀有正确的信条。那么,他们若因贫穷而怜悯我,与我何干?我没有掌权,别人却掌权;但关于掌权与不掌权所当持有的看法,我已经持有了。”

§4.6.23

ὄψονται οἱ ἐλεοῦντές με, ἐγὼ δʼ οὔτε πεινῶ οὔτε διψῶ οὔτε ῥιγῶ, ἀλλʼ ἀφʼ ὧν αὐτοὶ πεινῶσιν ἢ διψῶσιν οἴονται κἀμέ. τί οὖν αὐτοῖς ποιήσω; περιερχόμενος κηρύσσω καὶ λέγω6 μὴ πλανᾶσθε, ἄνδρες, ἐμοὶ καλῶς ἐστιν· οὔτε πενίας ἐπιστρέφομαι οὔτε ἀναρχίας οὔτε ἁπλῶς ἄλλου οὐδενὸς ἢ δογμάτων ὀρθῶν· ταῦτα ἔχω ἀκώλυτα, οὐδενὸς πεφρόντικα ἔτι;

怜悯我的人自己会看明白的;我自己既不挨饿,也不口渴,也不受冻,但他们由于自己挨饿或口渴,便以为我也如此。那么,我该为他们做些什么呢?难道我要四处走动、大声宣告并说道: “诸位,不要误会,我一切安好;我不关心贫穷,也不关心无官无职,或者简而言之,除了正确的信条外我不关心任何事物;我毫无阻碍地保有这些,我不再为任何事焦虑”吗?

§4.6.24

καὶ τίς αὕτη φλυαρία; πῶς ἔτι ὀρθὰ δόγματα ἔχω μὴ ἀρκούμενος τῷ εἶναι ὅς εἰμι, ἀλλʼ ἐπτοημένος ὑπὲρ τοῦ δοκεῖν;

这是何等的胡扯?倘若我不满足于作我原本所是的人,反而为了看起来怎样而心神不定,那我怎么还谈得上拥有正确的信条呢?

§4.6.25

ἀλλʼ ἄλλοι πλειόνων τεύξονται καὶ προτιμηθήσονται. — τί οὖν εὐλογώτερον ἢ τοὺς περί τι ἐσπουδακότας ἐν ἐκείνῳ πλεῖον ἔχειν, ἐν ᾧ ἐσπουδάκασιν; περὶ ἀρχὰς ἐσπουδάκασιν, σὺ περὶ δόγματα· καὶ περὶ πλοῦτον, σὺ περὶ τὴν χρῆσιν τῶν φαντασιῶν.

“但其他人会获得更多,并受到优先尊崇。”——那么,在某事上倾注心血的人,在他们倾注心血的事物上获得更多,还有什么比这更合乎情理的呢?他们倾注心血于官职,你倾注心血于信条;他们倾注心血于财富,你倾注心血于对表象的运用。

语法注6 条
  1. 4.6.13μή τι οὖν οὐ πέπεικέ με ὁ λόγος;

    μή(或 μή τι)接直陈式动词,表示带有疑虑或担忧的反问(“莫非……没有……吗?”)。否定词 οὐ 直接否定动词 πέπεικε,意为“难道是那道理未能说服我吗?”。

  2. 4.6.14μὴ αὐταὶ αἱ ὑπολήψεις ἀγύμναστοί εἰσιν

    与前句的 μὴ οὐκ ἐξῄρηται 并列的表达疑虑的独立疑问句。此处使用现在直陈式 εἰσιν 而非连接语气,表达对既成现状的担忧:“难道是这些看法本身未经锻炼吗?”。

  3. 4.6.19αὐτοῖς γὰρ οἷς περὶ τὸν ἔλεον πάσχεις

    通过包含先行词的关系代词引缩(αὐτοῖς τούτοις ἅ → αὐτοῖς οἷς)构成的表示手段或原因的与格短语。意为“正是由于你在怜悯一事上所遭受的体验(即因被怜悯而感到痛苦的心态)”,修饰后文的动词 κατασκευάζεις。

  4. 4.6.20κακῶς δʼ ἀκούειν

    ἀκούω 与副词 κακῶς 连用的成语用法,具有被动含义:“被议论得不好”、“背负恶名”(与 εὖ ἀκούειν“受赞扬”相对)。此处引用安提斯泰尼的名言。

  5. 4.6.21τί οὖν γένηται;

    由疑问代词 τί 和不定过去时连接语气 γένηται 构成的商讨性连接语气(deliberative subjunctive),意为“那么,将会有何结局呢?”,语境中表现出听任神意安排的态度。

  6. 4.6.23περιερχόμενος κηρύσσω καὶ λέγω

    承接前句 τί οὖν αὐτοῖς ποιήσω;(商讨性将来时或连接语气)的反诘性自问。此处以现在直陈式/连接语气提出一种荒谬的设想:“难道我要四处走动、大声宣告并说道……吗?”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.6.13-4.6.25