← 爱比克泰德

谈话录

§4.6.1-4.6.12

论免受他人怜悯与说服自己

针对对话者因被人怜悯而感痛苦并试图改变他人看法的态度,爱比克泰德指出他人的看法属于意愿之外的事物,力劝他莫去尝试说服他人这一不可能之事,而应首先说服自己,作自己的师长与学生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.1

ἀνιῶμαι, φησίν, ἐλεούμενος. — πότερον οὖν σὸν ἔργον ἐστὶ τὸ ἐλεεῖσθαί σε ἢ τῶν ἐλεούντων; τί δʼ; ἐπὶ σοί ἐστι τὸ παῦσαι αὐτό; — ἐπʼ ἐμοί, ἂν δεικνύω αὐτοῖς μὴ ἄξιον ἐλέου ὄντα ἐμαυτόν.

“被人怜悯,”他说,“使我感到痛苦。”——那么,被人怜悯是你的事,还是怜悯者们的事呢?又如何呢?阻止它是属于你力所能及的事吗?——“若是我向他们表明我自己不值得怜悯,那就是属于我力所能及的。”

§4.6.2

— πότερον δʼ ἤδη σοι ὑπάρχει τοῦτο, τὸ μὴ εἶναι ἐλέου ἄξιον ἢ οὐχ ὑπάρχει; — δοκῶ ἔγωγε, ὅτι ὑπάρχει. ἀλλʼ οὗτοί γʼ οὐκ ἐπὶ τούτοις ἐλεοῦσιν, ἐφʼ οἷς, εἴπερ ἄρα, ἦν ἄξιον, ἐπὶ τοῖς ἁμαρτανομένοις,1 ἀλλʼ ἐπὶ πενίᾳ καὶ ἀναρχίᾳ καὶ νόσοις καὶ θανάτοις καὶ ἄλλοις τοιούτοις.

——那么,不值得怜悯这一点,对你来说已经是实情了,还是并非实情呢?——“我自己以为是实情。然而他们并不是因那些倘若真该怜悯才值得为之怜悯的事——即因过错——来怜悯我,而是因贫穷、无官无职、疾病、死亡以及诸如此类的其他事物来怜悯我。”

§4.6.3

— πότερον οὖν πείθειν παρεσκεύασαι τοὺς πολλούς, ὡς ἄρα οὐδὲν τούτων κακόν ἐστιν, ἀλλʼ οἷόν τε καὶ πένητι καὶ ἄρχοντι καὶ ἀτίμῳ εὐδαιμονεῖν, ἢ σαυτὸν ἐπιδεικνύειν αὐτοῖς πλουτοῦντα καὶ ἄρχοντα;

——那么,你是准备去说服众人:这些并非任何恶,反而无论是穷人、统治者,还是失去公民身份的人都能过得幸福;还是准备向他们展示自己是富有的、身居职位的呢?

§4.6.4

τούτων γὰρ τὰ μὲν δεύτερα ἀλαζόνος καὶ ψυχροῦ καὶ οὐδενὸς ἀξίου. καὶ ἡ προσποίησις ὅρα διʼ οἵων ἂν γένοιτο· δουλάριά σε χρήσασθαι δεήσει καὶ ἀργυρωμάτια ὀλίγα κεκτῆσθαι καὶ ταῦτα ἐν φανερῷ δεικνύειν, εἰ οἷόν τε, ταὐτὰ πολλάκις καὶ λανθάνειν πειρᾶσθαι ὅτι ταὐτά ἐστιν, καὶ ἱματίδια στιλπνὰ καὶ τὴν ἄλλην πομπὴν καὶ τὸν τιμώμενον ἐπιφαίνειν ὑπὸ τῶν ἐπιφανῶν τούτων2 καὶ δειπνεῖν πειρᾶσθαι παρʼ αὐτοῖς ἢ δοκεῖν γε, ὅτι δειπνεῖς, καὶ περὶ τὸ σῶμα δέ τινα κακοτεχνεῖν, ὡς εὐμορφότερον φαίνεσθαι καὶ γενναιότερον τοῦ ὄντος·

因为后一种做法是属于自夸者、冷酷者和毫无价值之人的。请看,这种伪装要凭何种手段来实现:你必须借用几个小奴仆,置办几件银器,并把它们公开展示出来,若是可能,多次展示同一些东西,并力求不被发觉它们是同一些东西;还要夸耀光鲜的短袍以及其余的排场,显出受到那些显贵人物的尊重,力图在他们那里进餐,或者至少显得你是在那里进餐,并在身体上施弄某种拙劣的伎俩,以便显得比实际情形更漂亮、出身更高贵。

§4.6.5

ταῦτά σε δεῖ μηχανᾶσθαι, εἰ τὴν δευτέραν ὁδὸν ἀπιέναι θέλεις ὥστε μὴ ἐλεεῖσθαι. ἡ πρώτη δὲ καὶ ἀνήνυτος καὶ μακρά, ὃ ὁ Ζεὺς οὐκ ἠδυνήθη ποιῆσαι, τοῦτο αὐτὸ ἐπιχειρεῖν, πάντας ἀνθρώπους πεῖσαι, τίνα ἐστὶν ἀγαθὰ καὶ κακά.

如果你想走第二条路以免于被人怜悯,你就必须谋划这些事。而第一条路既无法完成又漫长无际:这正是试图去做连宙斯都没能做成的事——去说服所有的人,何为善,何为恶。

§4.6.6

μὴ γὰρ δέδοταί σοι τοῦτο; ἐκεῖνο μόνον σοι δέδοται, σαυτὸν πεῖσαι. καὶ οὔπω πέπεικας· εἶτά μοι νῦν ἐπιχειρεῖς πείθειν τοὺς ἄλλους;3

难道这已经赐予你了吗?唯有那一件事赐予了你:说服你自己。而你尚未说服你自己;那么现在你还要在我面前试图去说服他人吗?

§4.6.7

καὶ τίς σοι τοσούτῳ χρόνῳ σύνεστιν ὡς σὺ σαυτῷ; τίς δὲ οὕτως πιθανός ἐστί σοι πρὸς τὸ πεῖσαι ὡς σὺ σαυτῷ; τίς δʼ εὐνούστερον καὶ οἰκειότερον ἔχων ἢ σὺ σαυτῷ;

又有谁同你在一起的时间像你自己同自己在一起那样长呢?又有谁在说服一事上对你来说像你自己对自己那样具有说服力呢?又有谁比你自己对你自己怀有更多的善意和亲近呢?

§4.6.8

πῶς οὖν οὔπω πέπεικας σαυτὸν μαθεῖν; νῦν οὐχὶ ἄνω κάτω; τοῦτʼ ἔστι περὶ ὃ ἐσπούδακας; οὐ μανθάνειν,4 ὥστε ἄλυπος εἶναι καὶ ἀτάραχος καὶ ἀταπείνωτος καὶ ἐλεύθερος;

那么,你为何尚未说服你自己去学习呢?现在岂不是一切都颠倒了吗?这难道就是你所专注追求的吗?难道不是为了学习,从而变得无痛苦、不受扰乱、不卑下且自由吗?

§4.6.9

πρὸς ταῦτα οὖν οὐκ ἀκήκοας, ὅτι μία ἐστὶν ἡ ὁδὸς ἡ φέρουσα, ἀφεῖναι τὰ ἀπροαίρετα καὶ ἐκστῆναι αὐτῶν καὶ ὁμολογῆσαι αὐτὰ ἀλλότρια;

那么对于这些事,你难道未曾听说过,通往此处的道路只有一条,那就是放弃不在意愿之内的事物,从中抽身退步,并承认它们属于他人?

§4.6.10

τὸ οὖν ἄλλον τι ὑπολαβεῖν περὶ σοῦ ποίου εἴδους ἐστίν; — τοῦ ἀπροαιρέτου. — οὐκοῦν οὐδὲν πρὸς σέ; — οὐδέν. — ἔτι οὖν δακνόμενος ἐπὶ τούτῳ καὶ ταρασσόμενος οἴει πεπεῖσθαι περὶ ἀγαθῶν καὶ κακῶν;

那么,别人对你抱有某种看法,是属于哪一种类呢?——“属于不在意愿之内的事物。”——那么,这与你毫无干系,对吗?——“毫无干系。”——那么,你因这事依然深受刺痛和扰乱,却还以为自己对于善与恶已被说服了吗?

§4.6.11

οὐ θέλεις οὖν ἀφεὶς τοὺς ἄλλους αὐτὸς σαυτῷ γενέσθαι καὶ μαθητὴς καὶ διδάσκαλος; ὄψονται οἱ ἄλλοι, εἰ λυσιτελεῖ αὐτοῖς παρὰ φύσιν ἔχειν καὶ διεξάγειν, ἐμοὶ δʼ οὐδείς ἐστιν ἐγγίων ἐμοῦ.

那么,你难道不愿意撇开众人,自己作自己的学生和老师吗? “其他人是否适宜违背本性生活和处世,他们自己会明白;而对我而言,没有任何人比我自己更亲近。”

§4.6.12

τί οὖν τοῦτό ἐστιν, ὅτι τοὺς μὲν λόγους ἀκήκοα τοὺς τῶν φιλοσόφων καὶ συγκατατίθεμαι αὐτοῖς, ἔργῳ δʼ οὐδὲν γέγονα κουφότερος; μή τι οὕτως ἀφυής εἰμι; καὶ μὴν περὶ τὰ ἄλλα, ὅσα ἐβουλήθην, οὐ λίαν ἀφυὴς εὑρέθην, ἀλλὰ καὶ γράμματα ταχέως ἔμαθον καὶ παλαίειν καὶ γεωμετρεῖν καὶ συλλογισμοὺς ἀναλύειν.

“那么,这究竟是何缘故:我听过哲学家们的论辩,并且赞同他们,但在实际行动上我却一点没有变得轻松?难道我真的是如此缺乏天赋吗?然而在我想学习的其他诸事上,我被发现并非很缺乏天赋,而是迅速学会了文字、摔跤、几何,以及分析三段论。”

语法注4 条
  1. 4.6.2ἐφʼ οἷς, εἴπερ ἄρα, ἦν ἄξιον, ἐπὶ τοῖς ἁμαρτανομένοις

    此处的 ἐφʼ οἷς 是承接先行词 τούτοις 的关系代词短语,其后插入了条件从句 εἴπερ ἄρα ἦν ἄξιον,最后由同位短语 ἐπὶ τοῖς ἁμαρτανομένοις(根据过错)作具体补充说明。未完成过去时 ἦν 带有无人称意味,表达一种虚拟或保留的语气(“即使按理说确实是应当的”)。

  2. 4.6.4τὸν τιμώμενον ἐπιφαίνειν ὑπὸ τῶν ἐπιφανῶν τούτων

    带冠词的分词 τὸν τιμώμενον 作 ἐπιφαίνειν 的宾语,带有反身意义(“显示出自己是一个受尊重的人”)。虽然 ἐπιφαίνειν 可作不及物动词用(“显现”),但在此处与受 δεήσει 支配的其他不定词(χρήσασθαι, κεκτῆσθαι, δεικνύειν 等)并列,作及物动词“展示/彰显”理解最为通顺。

  3. 4.6.6εἶτά μοι νῦν ἐπιχειρεῖς πείθειν τοὺς ἄλλους;

    μοι 为伦理与格(ethical dative),表达说话者带有愤慨或难以置信的情感投入,体现出“而你现在竟然当着我的面/面对我试图去说服他人吗”的语气。

  4. 4.6.8τοῦτʼ ἔστι περὶ ὃ ἐσπούδακας; οὐ μανθάνειν

    οὐ μανθάνειν 中的否定词 οὐ 构成强烈的反问修辞(“难道不是去学习……吗?”),与前面的 τοῦτʼ ἔστι περὶ ὃ ἐσπούδακας;(“这难道就是你所专注追求的吗?”)形成鲜明对照,指明追求的目标原本应当是“去学习以获得心灵的自由”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.6.1-4.6.12