- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.5.20-4.5.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
人的本质不在于外表而在乎健全的见解与意志;爱比克泰德指出对外在事物的错误见解引发了纷争,并以苏格拉底为例说明坚守自身职责的重要性。
καὶ ὀδμὴν ἔχειν αὐτὸ δεῖ καὶ γεῦσιν· οὐκ ἀρκεῖ ἡ ἐκτὸς περιγραφή. οὐκοῦν οὐδὲ πρὸς τὸν ἄνθρωπον ἡ ῥὶς ἐξαρκεῖ καὶ οἱ ὀφθαλμοί, ἀλλʼ ἂν τὰ δόγματα ἔχῃ ἀνθρωπικά.1
苹果还必须具有香气和味道;仅仅外在的轮廓是不够的。因此,对于人而言,鼻子和眼睛也是不够的,除非他拥有属于人的见解。
οὗτος οὐκ ἀκούει λόγου, οὐ παρακολουθεῖ ἐλεγχόμενος· ὄνος ἐστίν. τούτου τὸ αἰδῆμον ἀπονενέκρωται· ἄχρηστός ἐστιν, πάντα μᾶλλον ἢ ἄνθρωπος. οὗτος ζητεῖ, τίνα ἀπαντήσας λακτίσῃ ἢ δάκῃ· ὥστε οὐδὲ πρόβατον ἢ ὄνος, ἀλλά τί ποτε ἄγριον θηρίον.
这个人不听理性的教导,受到驳斥也无法领会:他是一头驴。这一个人的羞耻之心已经坏死:他是无用的,是除了人之外的任何东西。这一个人在寻找迎面遇上的任何人,想要踢咬对方;因此他连羊或驴都不是,而是某种野兽。
τί οὖν; θέλεις με καταφρονεῖσθαι; — ὑπὸ τίνων; ὑπὸ εἰδότων; καὶ πῶς καταφρονήσουσιν εἰδότες τοῦ πρᾴου, τοῦ αἰδήμονος; ἀλλʼ ὑπὸ τῶν ἀγνοούντων; τί σοι μέλει; οὔ τινι γὰρ ἄλλῳ τεχνίτῃ τῶν ἀτέχνων.2 — ἀλλὰ πολὺ μᾶλλον ἐπιφυήσονταί μοι.
“那么怎样呢?你希望我受人轻蔑吗?” 被谁轻蔑?被明事理的人吗?明事理的人又怎会轻蔑温和而谦逊的人呢?还是被无知的人?那与你何干?因为任何别的工匠都不在乎外行人的看法。 “但他们会更加凶猛地扑向我。”
—τί λέγεις τὸ ἐμοί; δύναταί τις τὴν προαίρεσιν τὴν σὴν βλάψαι ἢ κωλῦσαι ταῖς προσπιπτούσαις φαντασίαις χρῆσθαι ὡς πέφυκεν;—
你说的“向我”是什么意思?难道有人能伤害你的意志,或者阻止你顺应自然去运用迎面而来的表象吗?
οὔ. — τί οὖν ἔτι ταράσσῃ καὶ φοβερὸν σαυτὸν θέλεις ἐπιδεικνύειν; οὐχὶ δὲ παρελθὼν εἰς μέσον κηρύσσεις, ὅτι εἰρήνην ἄγεις πρὸς πάντας ἀνθρώπους, ὅ τι ἂν ἐκεῖνοι ποιῶσι, καὶ μάλιστʼ ἐκείνων καταγελᾷς, ὅσοι σε βλάπτειν δοκοῦσιν; ἀνδράποδα ταῦτα οὐκ οἶδεν οὐδὲ τίς εἰμὶ οὐδὲ ποῦ μου τὸ ἀγαθὸν καὶ τὸ κακόν· οὐ πρόσοδος αὐτοῖς πρὸς τὰ ἐμά.
“不能。” 那么你为何还在慌乱,并想要显出凶狠可怕的样子呢?你为何不反而走到众人中间宣告:无论其他人做什么,你都与所有人保持和平,并且你最为嘲笑的正是那些自以为伤害了你的人? “这些奴隶既不知道我是谁,也不知道我的善恶何在;他们根本无法触及属于我的东西。”
οὕτως καὶ ἐχυρὰν πόλιν οἱ οἰκοῦντες καταγελῶσι τῶν πολιορκούντων· νῦν οὗτοι τί πρᾶγμα ἔχουσιν ἐπὶ τῷ μηδενί; ἀσφαλές ἐστιν ἡμῶν τὸ τεῖχος, τροφὰς ἔχομεν ἐπὶ πάμπολυν χρόνον, τὴν ἄλλην ἅπασαν παρασκευήν.
正如居住在坚固之城中的人也会嘲笑围攻者一样: “现在这些人为了微不足道的事情在瞎折腾什么呢?我们的城墙是牢固的,我们拥有维持极长时间的粮食以及所有其他的储备。”
ταῦτά ἐστι τὰ πόλιν ἐχυρὰν καὶ ἀνάλωτον ποιοῦντα, ἀνθρώπου δὲ ψυχὴν οὐδὲν ἄλλο ἢ δόγματα. ποῖον γὰρ τεῖχος οὕτως ἰσχυρὸν ἢ ποῖον σῶμα οὕτως ἀδαμάντινον ἢ ποία κτῆσις ἀναφαίρετος ἢ ποῖον ἀξίωμα οὕτως ἀνεπιβούλευτον;
这些正是使一座城市坚固且不可攻破的东西,而对于人的灵魂而言,则唯有见解。因为什么样的城墙能如此坚固,什么样的身体能如此坚不可摧,什么样的财产是不可剥夺的,或者什么样的尊位能如此免于暗算呢?
πάντα πανταχοῦ θνητά, εὐάλωτα, οἷς τισιν τὸν ὁπωσοῦν προσέχοντα πᾶσα ἀνάγκη ταράσσεσθαι, κακελπιστεῖν, φοβεῖσθαι, πενθεῖν, ἀτελεῖς ἔχειν τὰς ὀρέξεις, περιπτωτικὰς ἔχειν τὰς ἐκκλίσεις.
世间万物皆会朽灭,皆易被攻破;无论谁只要对这些东西有丝毫挂念,就必然会陷入慌乱、悲观、恐惧、哀伤,其欲望必不得成全,其回避的灾祸必会临头。
εἶτα οὐ θέλομεν τὴν μόνην δεδομένην ἡμῖν ἀσφάλειαν ἐχυρὰν ποιεῖν; οὐδʼ ἀποστάντες τῶν θνητῶν καὶ δούλων τὰ ἀθάνατα καὶ φύσει ἐλεύθερα ἐκπονεῖν; οὐδὲ μεμνήμεθα, ὅτι οὔτε βλάπτει ἄλλος ἄλλον οὔτε ὠφελεῖ, ἀλλὰ τὸ περὶ ἑκάστου τούτων δόγμα, τοῦτό ἐστι τὸ βλάπτον, τοῦτο τὸ ἀνατρέπον, τοῦτο μάχη, τοῦτο στάσις, τοῦτο πόλεμος;
那么,难道我们不愿将唯一赋予我们的安全堡垒变得坚不可摧吗?难道我们不愿摆脱凡俗与奴役之物,而去磨炼不死且生来自由之物吗?难道我们不记得:既非他人伤害他人,亦非他人有益于他人,而是关于这些事物中每一件的见解,才是造成伤害者,才是颠覆毁灭者,这才是争斗,这才是内讧,这才是战争吗?
Ἐτεοκλέα καὶ Πολυνείκη τὸ πεποιηκὸς οὐκ ἄλλο ἢ τοῦτο,3 τὸ δόγμα τὸ περὶ τυραννίδος, τὸ δόγμα τὸ περὶ φυγῆς, ὅτι τὸ μὲν ἔσχατον τῶν κακῶν, τὸ δὲ μέγιστον τῶν ἀγαθῶν.
使得厄忒俄克勒斯和波吕涅克斯变成那样的,不是别的,正是关于僭主权力的见解,关于流亡的见解,即认为后者是最大的恶,前者是最大的善。
φύσις δʼ αὕτη παντός, τὸ διώκειν τὸ ἀγαθόν, φεύγειν τὸ κακόν· τὸν ἀφαιρούμενον θατέρου καὶ περιβάλλοντα τῷ ἐναντίῳ, τοῦτον ἡγεῖσθαι πολέμιον, ἐπίβουλον, κἂν ἀδελφὸς ᾖ, κἂν υἱός, κἂν πατήρ.
追求善而避开恶,这是所有造物的本性;凡是剥夺前者并将后者强加于己者,人们就会将此人视作仇敌和阴谋者,即便他是兄弟、儿子或父亲。
τοῦ γὰρ ἀγαθοῦ συγγενέστερον οὐδέν· λοιπὸν εἰ ταῦτα ἀγαθὰ καὶ κακά, οὔτε πατὴρ υἱοῖς φίλος οὔτʼ ἀδελφὸς ἀδελφῷ, πάντα δὲ πανταχοῦ μεστὰ πολεμίων, ἐπιβούλων, συκοφαντῶν.
因为没有任何东西比善与我们更为亲近;因此,如果这些事物是善与恶,那么父亲对儿子而言便不再是朋友,兄弟对兄弟而言也不再是朋友,世间到处都将充满仇敌、暗算者和诬告者。
εἰ δʼ οἵα δεῖ προαίρεσις, τοῦτο μόνον ἀγαθόν ἐστιν, καὶ οἵα μὴ δεῖ, τοῦτο μόνον κακόν, ποῦ ἔτι μάχη, ποῦ λοιδορία; περὶ τίνων; περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς; πρὸς τίνας; πρὸς τοὺς ἀγνοοῦντας, πρὸς τοὺς δυστυχοῦντας, πρὸς τοὺς ἠπατημένους περὶ τῶν μεγίστων;
然而,如果唯有正当的意志才是善,唯有不正当的意志才是恶,那么争斗还在何处,辱骂还在何处呢?关于何物而争?关于与我们毫不相干的事物吗?针对何人?针对无知者、不幸者、针对在最重大事情上受蒙蔽的人吗?
τούτων Σωκράτης μεμνημένος τὴν οἰκίαν τὴν αὑτοῦ ᾤκει γυναικὸς ἀνεχόμενος τραχυτάτης, υἱοῦ ἀγνώμονος. τραχεῖα γὰρ πρὸς τί ἦν; ἵνʼ ὕδωρ καταχέῃ τῆς κεφαλῆς ὅσον καὶ θέλει,4 ἵνα καταπατήσῃ τὸν πλακοῦντα· καὶ τί πρὸς ἐμέ, ἂν ὑπολάβω, ὅτι ταῦτα οὐκ ἔστι πρὸς ἐμέ;
苏格拉底牢记这些,住在自己的家中,忍受着脾气极其暴躁的妻子和不知感恩的儿子。因为她的暴躁是针对什么呢?是为了随心所欲地把水泼在他的头上,是为了踩碎扁饼;如果我认为这些与我无关,这又与我何干呢?
τοῦτο δʼ ἐμὸν ἔργον ἐστὶ καὶ οὔτε τύραννος κωλύσει με θέλοντα οὔτε δεσπότης οὔτε οἱ πολλοὶ τὸν ἕνα οὔθʼ ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον· τοῦτο γὰρ ἀκώλυτον δέδοται ὑπὸ τοῦ θεοῦ ἑκάστῳ.
而这正是我的职责所在;只要我愿意,僭主不能阻止我,主人也不能,多数人不能阻止一个人,强者也不能阻止弱者;因为这是神无阻碍地赐予每个人的。
ταῦτα τὰ δόγματα ἐν οἰκίᾳ φιλίαν ποιεῖ, ἐν πόλει ὁμόνοιαν, ἐν ἔθνεσιν εἰρήνην, πρὸς θεὸν εὐχάριστον, πανταχοῦ θαρροῦντα,5 ὡς περὶ τῶν ἀλλοτρίων, ὡς περὶ οὐδενὸς ἀξίων.
这些见解在家庭中建立友爱,在城邦中建立和谐,在邦国之间建立和平,使人对神常怀感恩,在各处都满怀自信,如同对待身外之物,如同对待毫无价值之物。
ἀλλʼ ἡμεῖς γράψαι μὲν καὶ ἀναγνῶναι ταῦτα καὶ ἀναγιγνωσκόμενα ἐπαινέσαι ἱκανοί, πεισθῆναι δʼ οὐδʼ ἐγγύς.
然而,我们固然能够书写这些、阅读这些,并在诵读时称赞它们,却根本谈不上确信它们。
τοιγαροῦν τὸ περὶ τῶν Λακεδαιμονίων λεγόμενον "οἴκοι λέοντες, ἐν Ἐφέσῳ δʼ ἀλώπεκες" καὶ ἐφʼ ἡμῶν ἁρμόσει· ἐν σχολῇ λέοντες, ἔξω δʼ ἀλώπεκες.
因此,关于斯巴达人所说的那句话: “在家如雄狮,在以弗所似狐狸”也将适用于我们:在学堂里是雄狮,在外面则是狐狸。
- 4.5.20οὐκοῦν οὐδὲ πρὸς τὸν ἄνθρωπον ἡ ῥὶς ἐξαρκεῖ καὶ οἱ ὀφθαλμοί, ἀλλʼ ἂν τὰ δόγματα ἔχῃ ἀνθρωπικά.
在 ἀλλʼ ἄν 之后省略了与前半句 ἐξαρκεῖ 相对的主句谓语。整个对比句意为:对人而言,仅仅有鼻有眼是不够的,只有当其具有人的见解时才算得上是人。
- 4.5.22οὔ τινι γὰρ ἄλλῳ τεχνίτῃ τῶν ἀτέχνων.
承前句 τί σοι μέλει? 省略了动词 μέλει,全句意为“因为任何其他工匠都不会在乎外行人”。τῶν ἀτέχνων 是由补出的非人称动词支配的关涉对象属格。
- 4.5.29Ἐτεοκλέα καὶ Πολυνείκη τὸ πεποιηκὸς οὐκ ἄλλο ἢ τοῦτο
τὸ πεποιηκός 是带冠词的中性完成时分词,充当句子的主语(“使……变成那样的东西”)。Ἐτεοκλέα καὶ Πολυνείκη 为 ποιέω 使役结构中的受词,οὐκ ἄλλο ἢ τοῦτο 则为表语。
- 4.5.33τραχεῖα γὰρ πρὸς τί ἦν; ἵνʼ ὕδωρ καταχέῃ τῆς κεφαλῆς ὅσον καὶ θέλει
在问句 πρὸς τί ἦν?(她的粗暴针对的是什么?)之后,ἵνα 引导接续法从句,用以说明其恶劣行为所能达到的实际范围或目的(不过是往头上泼水、踩烂扁饼而已)。
- 4.5.35πρὸς θεὸν εὐχάριστον, πανταχοῦ θαρροῦντα
阳性单数宾格词 εὐχάριστον 与 θαρροῦντα 由句首的动词 ποιεῖ 支配,充当其宾语补足语,其逻辑上的主语是暗含的某人([ἄνθρωπον]),即“使人在神前感恩,使人在各处充满自信”。
