- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.5.1-4.5.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
善美之人应当避免争斗并化解他人的冲突,苏格拉底即是典范。对人而言,真正的悲惨不在于丧失外在财产,而在于失去温和、信义等人类特有的心灵印记。
ὁ καλὸς καὶ ἀγαθὸς οὔτʼ αὐτὸς μάχεταί τινι οὔτʼ ἄλλον ἐᾷ κατὰ δύναμιν.
善美之人既不亲自与人争斗,也在力所能及的范围内不容许他人争斗。
παράδειγμα δὲ καὶ τούτου καθάπερ καὶ τῶν ἄλλων ἔκκειται ἡμῖν ὁ βίος ὁ Σωκράτους, ὃς οὐ μόνον αὐτὸς πανταχοῦ ἐξέφυγεν μάχην, ἀλλʼ οὐδʼ ἄλλους μάχεσθαι εἴα.
关于这一点,正如关于其他事情一样,苏格拉底的一生就是摆在我们面前的榜样;他不仅自己在任何地方都避免争斗,而且也不容许他人争斗。
ὅρα παρὰ Ξενοφῶντι ἐν τῷ Συμποσίῳ πόσας μάχας λέλυκεν, πῶς πάλιν ἠνέσχετο Θρασυμάχου, πῶς Πώλου, πῶς Καλλικλέους, πῶς τῆς γυναικὸς ἠνείχετο, πῶς τοῦ υἱοῦ ἐξελεγχόμενος ὑπʼ αὐτοῦ, σοφιζόμενος.
看看色诺芬的《会饮篇》中他化解了多少争斗,再看看他如何容忍色拉叙马霍斯,如何容忍珀罗斯,如何容忍卡里克勒斯,如何容忍自己的妻子,以及当儿子反驳他并施展诡辩时他如何容忍儿子。
λίαν γὰρ ἀσφαλῶς ἐμέμνητο, ὅτι οὐδεὶς ἀλλοτρίου ἡγεμονικοῦ κυριεύει. οὐδὲν οὖν ἄλλο ἤθελεν ἢ τὸ ἴδιον.
因为他极其牢固地记住:没有人能够支配别人的统御中心。因此,除了属于他自己的东西之外,他别无所求。
τί δʼ ἔστι τοῦτο; οὐχ ἱκ ος οὗτος κατὰ φύσιν·1 τοῦτο γὰρ ἀλλότριον· ἀλλʼ ὅπως ἐκείνων τὰ ἴδια ποιούντων, ὡς αὐτοῖς δοκεῖ, αὐτὸς μηδὲν ἧττον κατὰ φύσιν ἕξει καὶ διεξάξει μόνον τὰ αὑτοῦ ποιῶν πρὸς τὸ κἀκείνους ἔχειν κατὰ φύσιν.
这究竟是什么呢?并不是要让某个人顺应自然——因为那是属于别人的事——而是在那些人按照自己的意愿做他们自己的事时,他自己为了使他们也顺应自然,在仅仅做着属于自己的事的同时,同样顺应自然地生活与处世。
τοῦτο γάρ ἐστιν, ὃ ἀεὶ πρόκειται τῷ καλῷ καὶ ἀγαθῷ. στρατηγῆσαι; οὔ· ἀλλʼ, ἂν διδῶται, ἐπὶ ταύτης τῆς ὕλης τὸ ἴδιον ἡγεμονικὸν τηρῆσαι. γῆμαι; οὔ· ἀλλʼ, ἂν διδῶται γάμος, ἐν ταύτῃ τῇ ὕλῃ κατὰ φύσιν ἔχοντα αὑτὸν τηρῆσαι.
因为这正是善美之人始终摆在面前的目标。是要做将领吗?不;而是如果被赋予了这一职位,就在这种质料中保守自己的统御中心。是要结婚吗?不;而是如果被赋予了婚姻,就在这种质料中保守自己顺应自然。
ἂν δὲ θέλῃ τὸν υἱὸν μὴ ἁμαρτάνειν ἢ τὴν γυναῖκα, θέλει τὰ ἀλλότρια μὴ εἶναι ἀλλότρια. καὶ τὸ παιδεύεσθαι, τοῦτʼ ἔστιν μανθάνειν τὰ ἴδια καὶ τὰ ἀλλότρια.
但如果他希望儿子或妻子不犯错,他就是希望属于别人的事物不再属于别人。而接受教育正是如此:学会分辨什么是属于自己的,什么是属于别人的。
ποῦ οὖν ἔτι μάχης τόπος τῷ οὕτως ἔχοντι; μὴ γὰρ θαυμάζει τι τῶν γινομένων; μὴ γὰρ καινὸν αὐτῷ φαίνεται; μὴ γὰρ οὐ χείρονα καὶ χαλεπώτερα προσδέχεται2 τὰ παρὰ τῶν φαύλων ἢ ἀποβαίνει αὐτῷ; μὴ γὰρ οὐ κέρδος λογίζεται πᾶν ὅ τι ἀπολείπουσιν τοῦ ἐσχάτου;
那么,对于这样的人,哪里还有争斗的立足之地呢?难道他会对发生的任何事感到惊奇吗?难道会有什么事对他显得新奇吗?难道他不曾预料到从卑劣者那里会遭到比实际发生的事情更坏、更严酷的对待吗?难道他不把他们未达极恶的每一个保留都视作一种收获吗?
ἐλοιδόρησέν σε ὁ δεῖνα. πολλὴ χάρις αὐτῷ, ὅτι μὴ ἔπληξεν. ἀλλὰ καὶ ἔπληξεν. πολλὴ χάρις, ὅτι μὴ ἔτρωσεν. ἀλλὰ καὶ ἔτρωσεν. πολλὴ χάρις, ὅτι μὴ ἀπέκτεινεν.
“某人辱骂了你。” 大大感谢他没有动手殴打吧。 “可是他也动手殴打了。” 大大感谢他没有打伤你吧。 “可是他也打伤了。” 大大感谢他没有杀害你吧。
πότε γὰρ ἔμαθεν ἢ παρὰ τίνι, ὅτι ἥμερόν ἐστι ζῷον, ὅτι φιλάλληλον, ὅτι μεγάλη βλάβη τῷ ἀδικοῦντι αὐτὴ ἡ ἀδικία; ταῦτα οὖν μὴ μεμαθηκὼς μηδὲ πεπεισμένος, διὰ τί μὴ ἀκολουθήσῃ τῷ φαινομένῳ συμφέροντι;
因为他何时、又从谁那里学到过人是一种温和的动物,人是互相关爱的,不义本身对行不义者就是巨大的伤害呢?那么,既然他未曾学过这些,也未曾确信这些,他为什么不遵从自己眼中所见的好处呢?
βέβληκεν ὁ γείτων λίθους. μή τι οὖν σὺ ἡμάρτηκας; ἀλλὰ τὰ ἐν οἴκῳ κατεάγη. σὺ οὖν σκευάριον εἶ;
“邻居砸了石头。” 难道你犯了什么错吗? “可是屋里的器皿被砸碎了。” 难道你是一个小器皿吗?
οὔ, ἀλλὰ προαίρεσις. τί οὖν σοι δίδοται πρὸς τοῦτο; ὡς μὲν λύκῳ ἀντιδάκνειν καὶ ἄλλους πλείονας λίθους βάλλειν· ἀνθρώπῳ δʼ ἐὰν ζητῇς, ἐπίσκεψαί σου τὸ ταμιεῖον, ἴδε τίνας δυνάμεις ἔχων ἐλήλυθας· μή τι τὴν θηριώδη; μή τι τὴν μνησικακητικήν;
不,你是意志。那么,针对这种情况,赋予了你什么呢?作为一只狼,那就是反咬一口,投掷出更多的石头;但如果你寻求作为一个人该当如何,那就审视你的储藏室,看看你是带着什么能力来到世间的:难道是野兽般的能力吗?难道是记恨的能力吗?
ἵππος οὖν πότʼ ἄθλιός ἐστιν; ὅταν τῶν φυσικῶν δυνάμεων στέρηται· οὐχ ὅταν μὴ δύνηται κοκκύζειν, ἀλλʼ ὅταν μὴ τρέχειν. ὁ δὲ κύων; ὅταν πέτεσθαι μὴ δύνηται;
那么,马在何时是悲惨的呢?当它被剥夺了天生的能力之时;不是在它不会打鸣时,而是在它不能奔跑时。狗呢?难道是在它不能飞翔时吗?
ἀλλʼ ὅταν μὴ ἰχνεύειν. μή ποτʼ οὖν οὕτως καὶ ἄνθρωπος δυστυχής ἐστιν οὐχ ὁ μὴ δυνάμενος λέοντας πνίγειν ἢ ἀνδριάντας περιλαμβάνειν (οὐ γὰρ πρὸς τοῦτο δυνάμεις τινὰς ἔχων ἐλήλυθεν παρὰ τῆς φύσεως), ἀλλʼ ὁ ἀπολωλεκὼς τὸ εὔγνωμον, ὁ τὸ πιστόν;
不,而是在它不能追踪时。那么,难道人也是如此:不幸的人不是不能勒死雄狮或抱住雕像的人(因为他从自然那里并非带着从事这些事情的能力而来的),而是丧失了温和、丧失了信义的人吗?
τοῦτον ἔδει συνελθόντας θρηνεῖν,3 εἰς ὅσα κακὰ ἐλήλυθεν· οὐχὶ μὰ Δία τὸν φύντα ἢ τὸν ἀποθανόντα, ἀλλʼ ᾧ ζῶντι συμβεβήκει ἀπολέσαι τὰ ἴδια, οὐ τὰ πατρῷα, τὸ ἀγρίδιον καὶ τὸ οἰκίδιον καὶ τὸ πανδοκεῖον καὶ τὰ δουλάρια (τούτων γὰρ οὐδὲν ἴδιον τῷ ἀνθρώπῳ ἐστίν, ἀλλὰ πάντα ἀλλότρια, δοῦλα, ὑπεύθυνα ἄλλοτε ἄλλοις διδόμενα ὑπὸ τῶν κυρίων), ἀλλὰ τὰ ἀνθρωπικά,τοὺς χαρακτῆρας, οὓς ἔχων ἐν τῇ διανοίᾳ ἐλήλυθεν, οἵους καὶ ἐπὶ τῶν νομισμάτων ζητοῦντες, ἂν μὲν εὕρωμεν, δοκιμάζομεν, ἂν δὲ μὴ εὕρωμεν, ῥιπτοῦμεν.
正是对于这样的人,人们才应当聚在一起,哀叹他陷入了何等巨大的灾祸;指着宙斯发誓,绝不该去哀叹降生或死去的人,而该哀叹在活着的时候竟然丧失了属于自己之物的人;这并非指祖传的家产、小块田地、小房屋、小客栈以及仆婢(因为这些都不是人自身所固有的,而全都是属于别人的、奴役性的、受制于人的,由主人们时而给予这些人、时而给予那些人),而是指人所特有的东西,即他带着降临于其心思之中的那些印记;这就像我们在钱币上所寻找的印记一样,如果我们找到了就认定其为合格,如果找不到就将其抛弃。
τίνος ἔχει τὸν χαρακτῆρα τοῦτο τὸ τετράσσαρον; Τραιανοῦ; φέρε. Νέρωνος; ῥῖψον ἔξω, ἀδόκιμόν ἐστιν, σαπρόν. οὕτως καὶ ἐνθάδε. τίνα ἔχει χαρακτῆρα τὰ δόγματα αὐτοῦ; ἥμερον, κοινωνικόν, ἀνεκτικόν, φιλάλληλον. φέρε, παραδέχομαι, ποιῶ πολίτην τοῦτον, παραδέχομαι γείτονα, σύμπλουν.
“这枚四阿斯铜币上印着谁的印记?” “图拉真的吗?” “拿来吧。” “尼禄的吗?” “扔出去,这是伪币,是劣质的。” 在这里也是如此。他的见解带有怎样的印记? “温和、合群、包容、相爱。” “拿来吧,我接受,我将这个人纳为同邦公民,纳为邻里与同舟之人。”
ὅρα μόνον, μὴ Νερωνιανὸν ἔχει χαρακτῆρα. μή τι ὀργίλος ἐστίν, μή τι μηνιτής, μή τι μεμψίμοιρος; ἂν αὐτῷ φανῇ, πατάσσει τὰς κεφαλὰς τῶν ἀπαντώντων.
只要注意他是否带有尼禄式的印记。他会不会是易怒的?会不会是怀恨在心的?会不会是怨天尤人的? “如果他高兴,就会痛击迎面遇到之人的头颅。”
τί οὖν ἔλεγες, ὅτι ἄνθρωπός ἐστιν; μὴ γὰρ ἐκ ψιλῆς μορφῆς κρίνεται τῶν ὄντων ἕκαστον; ἐπεὶ οὕτως λέγε καὶ τὸ κήρινον μῆλον εἶναι.4
那么你刚才为何说他是一个人呢?难道万物中的每一个都是凭借单纯的外形来判定的吗?既然如此,那么你也把蜡做的苹果叫作苹果好了。
- 4.5.5οὐχ ἱκ ος οὗτος κατὰ φύσιν
手抄本中的讹误或缺损处(lacuna)。学者通常将 ἱκ ος οὗτος 视为 ἵνα ὁ δεῖνα(“为了使某人[顺应自然]”)等的讹传;紧随其后的 τοῦτο γὰρ ἀλλότριον(“因为那是属于别人的事”)以及与之形成对照的 ἀλλʼ ὅπως... αὐτὸς μηδὲν ἧττον κατὰ φύσιν ἕξει(“而是为了使他自己同样顺应自然”)明确显示此处表达的是目的:“并非为了使他人顺应自然”。
- 4.5.8μὴ γὰρ οὐ χείρονα καὶ χαλεπώτερα προσδέχεται
小品词连用 μὴ γὰρ οὐ 构成带有双重否定的强烈修辞疑问句,预期肯定的回答(“难道他不曾预料到……?他当然预料到了”)。紧接着的 μὴ γὰρ οὐ κέρδος λογίζεται 亦采用了完全相同的句式。
- 4.5.15τοῦτον ἔδει συνελθόντας θρηνεῖν
无人称动词 ἔδει 接动作主体(泛指人们)的宾格分词 συνελθόντας(“聚在一起的人们”)与不定词 θρηνεῖν(“哀叹”),首位的 τοῦτον(“此人”)作 θρηνεῖν 的直接宾语。后文的关系代词从句 ᾧ ζῶντι συμβεβήκει ἀπολέσαι τὰ ἴδια 作 τοῦτον 的同位语,因由无人称动词 συμβεβήκει(“发生在……身上”)支配而变为与格 ᾧ ζῶντι(“对于活生生遭遇失去自身之物的人”)。
- 4.5.19ἐπεὶ οὕτως λέγε καὶ τὸ κήρινον μῆλον εἶναι
连词 ἐπεί 在此表示反驳性的省略用法(“既然如此 / 否则的话”),引出一个荒谬的推论。命令式 λέγε(“你就说吧”)支配宾格不定词短语 τὸ κήρινον μῆλον εἶναι(“蜡制的苹果也是[苹果]”),以此反驳仅凭外在形相定义人的荒谬观点。
