← 爱比克泰德

谈话录

§4.4.32-4.4.48

顺应境遇与淬炼统御中心以求平静

爱比克泰德告诫人们不要执着于清静或特定的地点(如雅典),指出只有顺应神的旨意接纳一切境遇、专注于淬炼自身的统御中心,才能获得真正的平静与真正的勤勉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.32

— ἀλλʼ ἐγὼ ἤθελον ἐφʼ ἡσυχίας διάγειν. — οἴμωζε τοίνυν καὶ στένε, ὥσπερ ἄξιος εἶ. τίς γὰρ ἄλλη μείζων ταύτης ζημία τῷ ἀπαιδεύτῳ καὶ ἀπειθοῦντι τοῖς θείοις διατάγμασιν ἢ τὸ λυπεῖσθαι, τὸ πενθεῖν, τὸ φθονεῖν, ἁπλῶς τὸ ἀτυχεῖν καὶ δυστυχεῖν; τούτων οὐ θέλεις ἀπαλλάξαι σεαυτόν; καὶ πῶς ἀπαλλάξω;

“可是我原本想在安静中度日。”——那么你就去号啕、去哀叹吧,正如你所应得的那样。因为对于不学无术、违抗神圣命令的人来说,除了悲伤、哀恸、嫉妒,简言之,除了遭逢不幸与困顿之外,还有什么更大的惩罚呢?难道你不想让自己摆脱这些吗? “那么我怎样才能摆脱呢?”

§4.4.33

— οὐ πολλάκις ἤκουσας, ὅτι ὄρεξιν ἆραί σε δεῖ παντελῶς, τὴν ἔκκλισιν ἐπὶ μόνα τρέψαι τὰ προαιρετικά, ἀφεῖναί σε δεῖ πάντα, τὸ σῶμα, τὴν κτῆσιν, τὴν φήμην, τὰ βιβλία, θόρυβον, ἀρχάς, ἀναρχίαν; ὅπου γὰρ ἂν κλίνῃς, ἐδούλευσας, ὑπετάγης, κωλυτὸς ἐγένου, ἀναγκαστός, ὅλος ἐπʼ ἄλλοις.

——难道你没有多次听过:你必须彻底去除欲望,仅将回避转向属于意志的事物,放弃一切:肉体、财产、声誉、书籍、喧闹、官职与无官无职?因为无论你的心倾向何处,你都沦为了奴隶,受制于人,受到妨碍,被迫顺从,完全依赖于他人。

§4.4.34

ἀλλὰ τὸ Κλεάνθους πρόχειρον ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη. θέλετʼ εἰς Ῥώμην; εἰς Ῥώμην. εἰς Γύαρα; εἰς Γύαρα. εἰς Ἀθήνας; εἰς Ἀθήνας. εἰς φυλακήν; εἰς φυλακήν.

相反,把克莱安西斯的话常备在手边吧:“引领我吧,宙斯,还有你,命运。”你们要〔我去〕罗马吗?那就去罗马。去吉亚拉岛吗?那就去吉亚拉岛。去雅典吗?那就去雅典。下监牢吗?那就下监牢。

§4.4.35

ἂν ἅπαξ εἴπῃς πότε τις εἰς Ἀθήνας ἀπέλθῃ;1 , ἀπώλου. ἀνάγκη γε ταύτην τὴν ὄρεξιν ἀτελῆ μὲν οὖσαν ἀτυχῆ σε ποιεῖν, τελειωθεῖσαν δὲ κενόν, ἐφʼ οἷς οὐ δεῖ ἐπαιρόμενον· πάλιν ἂν ἐμποδισθῇς, δυστυχῆ, περιπίπτοντα οἷς οὐ θέλεις.

如果你一旦说出: “人何时才能动身去雅典呢?” 你就完了。因为这种欲望如果未能实现,必然会让你遭逢不幸;一旦实现,又会使你变得虚妄,因不该夸耀之事而自大;若再次受到阻碍,又会使你陷入痛苦,遭遇你所不愿之事。

§4.4.36

ἄφες οὖν ταῦτα πάντα. καλαὶ αἱ Ἀθῆναι. ἀλλὰ τὸ εὐδαιμονεῖν κάλλιον πολύ, τὸ ἀπαθῆ εἶναι, τὸ ἀτάραχον, τὸ ἐπὶ μηδενὶ κεῖσθαι τὰ σὰ πράγματα.

因此,把所有这些都放下吧。 “雅典很美丽。” 然而幸福要美丽得多,心无波澜、宁静无扰、不使你的事务取决于任何人,要美丽得多。

§4.4.37

θόρυβος ἐν Ῥώμῃ καὶ ἀσπασμοί. ἀλλὰ τὸ εὐροεῖν ἀντὶ πάντων τῶν δυσκόλων. εἰ οὖν τούτων καιρός ἐστιν, διὰ τί οὐκ αἴρεις αὐτῶν τὴν ἔκκλισιν; τίς ἀνάγκη ὡς ὄνον ξυλοκοπούμενον ἀχθοφορεῖν;

“在罗马有喧闹和清晨的拜谒。” 但顺遂地生活胜过一切困扰。那么,如果此时正是面对这些事情的时候,你为何不消除对它们的回避呢?何必像被乱棍痛打的毛驴一样去背负重担?

§4.4.38

εἰ δὲ μή, ὅρα ὅτι δεῖ σε δουλεύειν ἀεὶ τῷ δυναμένῳ σοι διαπράξασθαι τὴν ἔξοδον, τῷ πᾶν ἐμποδίσαι δυναμένῳ κἀκεῖνον θεραπεύειν ὡς Κακοδαίμονα.

否则,你就得明白:你必须永远做那个能够为你打通离去通道的人的奴隶,做那个能阻碍一切的人的奴隶,并像对待恶魔一样去巴结他。

§4.4.39

μία ὁδὸς ἐπὶ εὔροιαν (τοῦτο καὶ ὄρθρου καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ ἔστω πρόχειρον), ἀπόστασις τῶν ἀπροαιρέτων, τὸ μηδὲν ἴδιον ἡγεῖσθαι, τὸ παραδοῦναι πάντα τῷ δαιμονίῳ, τῇ τύχῃ, ἐκείνους ἐπιτρόπους αὐτῶν ποιήσασθαι, οὓς καὶ ὁ Ζεὺς πεποίηκεν,2 αὐτὸν δὲ πρὸς ἑνὶ εἶναι μόνῳ, τῷ ἰδίῳ, τῷ ἀκωλύτῳ, καὶ ἀναγιγνώσκειν ἐπὶ τοῦτο ἀναφέροντα τὴν ἀνάγνωσιν καὶ γράφειν καὶ ἀκούειν.

通往顺遂生活的道路只有一条(无论清晨、白昼还是黑夜,都要将此常备于心):远离非意志之事,不将任何事物视为己有,将一切交付给神明与命运,立它们为这些事务的管理者——这也是宙斯所设立的——而自己只专注于唯一的一件事,即属于自己的、不受妨碍的事,并在阅读、写作与倾听时,皆将它们归向于此。

§4.4.41

διὰ τοῦτο οὐ δύναμαι εἰπεῖν φιλόπονον, ἂν ἀκούσω τοῦτο μόνον, ὅτι ἀναγιγνώσκει ἢ γράφει, κἂν προσθῇ τις, ὅτι ὅλας τὰς νύκτας, οὔπω λέγω, ἂν μὴ γνῶ τὴν ἀναφοράν. οὐδὲ γὰρ σὺ λέγεις φιλόπονον τὸν διὰ παιδισκάριον ἀγρυπνοῦντα· οὐ τοίνυν οὐδʼ ἐγώ.

因此,如果我仅仅听闻某人在阅读或写作,我不能称他为勤勉;即使有人补充说他整夜如此,在我得知其目的之前,我也依然不会这么说。因为对于为了侍女而彻夜不眠的人,你也不会称其为勤勉;那么,我也不会。

§4.4.42

ἀλλʼ ἐὰν μὲν ἕνεκα δόξης αὐτὸ ποιῇ, λέγω φιλόδοξον, ἂν δʼ ἕνεκα ἀργυρίου, φιλάργυρον, οὐ φιλόπονον.

如果他是为了名声而做,我称他为慕虚名者;如果是为了金钱,我称他为贪财者,而非勤勉者。

§4.4.43

ἂν δʼ ἐπὶ τὸ ἴδιον ἡγεμονικὸν ἀναφέρῃ τὸν πόνον, ἵνʼ ἐκεῖνο κατὰ φύσιν ἔχῃ καὶ διεξάγῃ, τότε λέγω μόνον φιλόπονον.

但如果他将劳苦归向于自己的统御中心,以求使其顺应自然而行、顺应自然而度日,唯有在此时,我才称他为勤勉。

§4.4.44

μηδέποτε γὰρ ἀπὸ τῶν κοινῶν μήτʼ ἐπαινεῖτε μήτε ψέγετε, ἀλλὰ ἀπὸ δογμάτων.3 ταῦτα γάρ ἐστι τὰ ἴδια ἑκάστου, τὰ καὶ τὰς πράξεις αἰσχρὰς ἢ καλὰς ποιοῦντα·

因为绝不要根据共通之事去赞扬或指责人,而要根据其见解。因为见解才是每个人所特有的,正是见解使行为变得可耻或崇高。

§4.4.45

τούτων μεμνημένος χαῖρε τοῖς παροῦσιν καὶ ἀγάπα ταῦτα, ὧν καιρός ἐστιν.

牢记这些,安于当下的处境,珍视正当其时的事物吧。

§4.4.46

εἴ τινα ὁρᾷς, ὧν ἔμαθες καὶ διεσκέψω, ἀπαντῶντά σοι εἰς τὰ ἔργα, εὐφραίνου ἐπʼ αὐτοῖς. εἰ τὸ κακόηθες καὶ λοίδορον ἀποτέθεισαι, μεμείωκας, εἰ τὸ προπετές, εἰ τὸ αἰσχρολόγον, εἰ τὸ εἰκαῖον, εἰ τὸ ἐπισεσυρμένον, εἰ οὐ κινῇ ἐφʼ οἷς πρότερον, εἰ οὐχ ὁμοίως γʼ ὡς πρότερον, ἑορτὴν ἄγειν δύνασαι καθʼ ἡμέραν, σήμερον, ὅτι καλῶς ἀνεστράφης ἐν τῷδε τῷ ἔργῳ, αὔριον, ὅτι ἐν ἑτέρῳ.

如果你看到自己所学过并省察过的事理在行为中得以践行,便当为此欢欣。如果你已经摒弃或减少了恶意与毁谤,摒弃了鲁莽、秽言、轻浮、懈怠,如果你不再为从前的事所动摇,或者至少不再像从前那样动摇,你便可以每天庆祝节日:今天是因为你在这一行为中表现得当,明天是因为在另一行为中表现得当。

§4.4.47

πόσῳ μείζων αἰτία θυσίας ἢ ὑπατεία ἢ ἐπαρχία. ταῦτα ἐκ σοῦ αὐτοῦ γίνεταί σοι καὶ ἀπὸ τῶν θεῶν. ἐκεῖνο μέμνησο, τίς ὁ διδούς ἐστι καὶ τίσιν καὶ διὰ τίνα.

比起获得执政官或行省总督的职位,这何尝不是大得多的献祭理由!这些皆来自你自身并来自诸神。切记谁是赐予者,赐予何人,又因何而赐予。

§4.4.48

τούτοις τοῖς διαλογισμοῖς ἐντρεφόμενος ἔτι διαφέρῃ,4 ποῦ ὢν εὐδαιμονήσεις, ποῦ ὢν ἀρέσεις τῷ θεῷ; οὐ πανταχόθεν τὸ ἴσον ἀπέχουσιν; οὐ πανταχόθεν ὁμοίως ὁρῶσιν τὰ γινόμενα;

在这些深思熟虑的滋养下,你难道还在意身在何处才能幸福、身在何处才能中悦于神吗?诸神距所有地方难道不是等距的吗?祂们从任何地方看发生的事情,难道不是同样洞若观火吗?

语法注4 条
  1. 4.4.35πότε τις εἰς Ἀθήνας ἀπέλθῃ;

    带有第三人称不定代词 τις 的审议性虚拟语气(deliberative subjunctive),表达一种内在的自问或焦虑的期盼(“人究竟何时才能动身去雅典呢?”)。

  2. 4.4.39ἐκείνους ἐπιτρόπους αὐτῶν ποιήσασθαι, οὓς καὶ ὁ Ζεὺς πεποίηκεν

    双宾格结构(double accusative),以 ἐκείνους 为直接宾语,ἐπιτρόπους 为宾语补足语。虽然其所指是前面的 τὸ δαιμόνιον(中性)与 ἡ τύχη(阴性),但代词 ἐκείνους 及关系代词 οὓς 均采用了阳性复数,这属于依据意义的一致(constructio ad sensum),将神意与命运拟人化为具有能动性的掌管者。

  3. 4.4.44ἀπὸ τῶν κοινῶν ... ἀλλὰ ἀπὸ δογμάτων

    介词短语 ἀπὸ τῶν κοινῶν 与 ἀπὸ δογμάτων 之间的对比。这里的 τὰ κοινά 指的是外在的、对所有人而言中立共通的事项(如阅读、写作、担任官职等行为本身),与每个人内在特有的见解(τὰ ἴδια ἑκάστου)相对立。

  4. 4.4.48ἔτι διαφέρῃ

    动词 διαφέρομαι 的现在时中间位第二人称单数,后接间接疑问从句(ποῦ ὢν...),表示关切、计较或纠结(“你难道还在意身在何处……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.4.32-4.4.48