← 爱比克泰德

谈话录

§4.4.17-4.4.31

践行原则重于读书与处喧嚣如节日

爱比克泰德指出,真正的哲学功夫不在于夸耀读了多少书,而在于践行原则;无论是清静的闲暇还是喧闹的群集,都应将其视作节庆或竞技,从而在一切境遇中保全不受妨碍的意志。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.17

οὐκ ἂν1 ἠγανακτοῦμεν πρὸς τὰ ἀναγνώσματα ἐμποδιζόμενοι, ἀλλὰ τῷ τὰ ἔργα ἀποδιδόναι τὰ κατάλληλα ἠρκούμεθα καὶ ἠριθμοῦμεν ἂν οὐ ταῦτα, ἃ μέχρι νῦν ἀριθμεῖν εἰθίσμεθα σήμερον ἀνέγνων στίχους τοσούσδε, ἔγραψα τοσούσδε, ἀλλὰ σήμερον ὁρμῇ ἐχρησάμην, ὡς παραγγέλλεται ὑπὸ τῶν φιλοσόφων, ὀρέξει οὐκ ἐχρησάμην, ἐκκλίσει πρὸς μόνα τὰ προαιρετικά, οὐ κατεπλάγην τὸν δεῖνα, οὐκ ἐδυσωπήθην ὑπὸ τοῦ δεῖνος, τὸ ἀνεκτικὸν ἐγύμνασα, τὸ ἀφεκτικόν, τὸ συνεργητικόν καὶ οὕτως ἂν ηὐχαριστοῦμεν τῷ θεῷ ἐφʼ οἷς δεῖ εὐχαριστεῖν.

我们就不会因阅读受到妨碍而感到愤慨,而是会以履行相应的行为为满足;我们所计数的,就不会是直到如今我们所习惯计数的这些: “今天我读了这么多行,写了这么多行”,而是:“今天我按照哲学家们所训示的那样运用了冲动;我没有动用欲望;我仅对属于意志之事运用了回避;我没有被某人吓倒;我没有在某人面前感到局促不安;我操练了自己的耐受力、克制力和协作力”;这样,我们就会为了应当感恩的事而感谢神。

§4.4.19

νῦν δʼ ἡμεῖς οὐκ ἴσμεν, ὅτι καὶ αὐτοὶ ἄλλον τρόπον ὅμοιοι τοῖς πολλοῖς γινόμεθα. ἄλλος φοβεῖται, μὴ οὐκ ἄρξῃ· σύ, μὴ ἄρξῃς.

然而现在我们却不知道,自己也在另一种方式上变得与凡夫俗子一样。别人害怕不能掌权,你却害怕去掌权。

§4.4.20

μηδαμῶς, ἄνθρωπε. ἀλλʼ ὡς καταγελᾷς τοῦ φοβουμένου μὴ ἄρξαι, οὕτως καὶ σαυτοῦ καταγέλα. οὐδὲν γὰρ διαφέρει ἢ διψῆν πυρέσσοντα ἢ ὡς λυσσώδη ὑδροφόβον εἶναι.

绝不要这样,朋友!正如你讥笑那个害怕不能掌权的人一样,也同样讥笑你自己吧。因为发着高烧口渴难耐,与像狂犬病患者那样恐水,并没有什么分别。

§4.4.21

ἢ πῶς ἔτι δυνήσῃ εἰπεῖν τὸ τοῦ Σωκράτους εἰ ταύτῃ φίλον τῷ θεῷ, ταύτῃ γινέσθω; δοκεῖς, Σωκράτης εἰ ἐπεθύμει ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ σχολάζειν καὶ διαλέγεσθαι καθʼ ἡμέραν τοῖς νέοις, εὐκόλως ἂν ἐστρατεύσατο ὁσάκις ἐστρατεύσατο; οὐχὶ δʼ ὠδύρετʼ ἂν καὶ ἔστενεν τάλας ἐγώ, νῦν ἐνθάδʼ ἀτυχῶ ἄθλιος δυνάμενος ἐν Λυκείῳ ἡλιάζεσθαι;

否则,你日后又怎能说出苏格拉底的那句话: “若神意如此中悦,便如此成就吧”? 你以为,苏格拉底如果渴望在吕克昂或阿卡德米亚度过闲暇,每天与青年人交谈,他还会像他实际做到的那样多次欣然从军吗?难道他不会哀叹呻吟道: “可怜的我啊,我本可以在吕克昂晒太阳,如今却不幸困顿于此”吗?

§4.4.22

τοῦτο γάρ σου τὸ ἔργον ἦν, ἡλιάζεσθαι; οὐχὶ δὲ τὸ εὐροεῖν, τὸ ἀκώλυτον εἶναι, τὸ ἀπαραπόδιστον; καὶ πῶς ἂν ἔτι ἦν Σωκράτης, εἰ ταῦτα ὠδύρετο; πῶς ἂν ἔτι ἐν τῇ φυλακῇ παιᾶνας ἔγραφεν;

因为晒太阳难道就是你的本分吗?难道你的本分不是顺遂地生活、不受阻拦、不受妨碍吗?而如果苏格拉底为这些事哀叹,他又怎能还是苏格拉底呢?他又怎能在监狱里写出赞歌呢?

§4.4.23

ἁπλῶς οὖν ἐκείνου μέμνησο, ὅτι, πᾶν ὃ ἔξω τῆς προαιρέσεως τῆς σαυτοῦ τιμήσεις, ἀπώλεσας τὴν προαίρεσιν. ἔξω δʼ ἐστὶν οὐ μόνον ἀρχή, ἀλλὰ καὶ ἀναρχία, οὐ μόνον ἀσχολία, ἀλλὰ καὶ σχολή.

因此,切切记住这一点:凡是在你自身意志之外所珍视的事物,都会让你丧失你的意志。而意志之外的事物,不仅包括官职,也包括无官无职;不仅包括忙碌,也包括闲暇。

§4.4.24

νῦν οὖν ἐμὲ ἐν τῷ θορύβῳ τούτῳ διεξάγειν.2 τί λέγεις θορύβῳ;3 ἐν πολλοῖς ἀνθρώποις; καὶ τί χαλεπόν; δόξον ἐν Ὀλυμπίᾳ εἶναι, πανήγυριν αὐτὸν ἥγησαι. κἀκεῖ ἄλλος ἄλλο τι κέκραγεν, ἄλλος ἄλλο τι πράσσει, ἄλλος τῷ ἄλλῳ ἐνσείεται. ἐν τοῖς βαλανείοις ὄχλος· καὶ τίς ἡμῶν οὐ χαίρει τῇ πανηγύρει ταύτῃ καὶ ὀδυνώμενος αὐτῆς ἀπαλλάσσεται;

“那么现在我必须在这喧闹中度日吗?” 你说喧闹是什么意思?在众人之中吗?这又有什么困难呢?想象自己是在奥林匹亚,把这当成一场盛会吧。在那里也是有人这样呼喊,有人那样做事,有人彼此推搡。浴室里拥挤不堪;而我们之中有谁不为这场盛会感到欢喜,离开它时不感到痛苦呢?

§4.4.25

μὴ γίνου δυσάρεστος μηδὲ κακοστόμαχος πρὸς τὰ γινόμενα. τὸ ὄξος σαπρόν, δριμὺ γάρ· τὸ μέλι σαπρόν, ἀνατρέπει γάρ μου τὴν ἕξιν· λάχανα οὐ θέλω. οὕτως καὶ σχολὴν οὐ θέλω, ἐρημία ἐστίν, ὄχλον οὐ θέλω, θόρυβός ἐστιν.

不要对发生的事情吹毛求疵、怨天尤人: “这醋坏了,因为它太酸”;“这蜜坏了,因为它败坏我的体质”;“我不要蔬菜”。 同样也是: “我不要闲暇,因为这是荒凉孤寂”;“我不要人群,因为这是喧闹”。

§4.4.26

ἀλλʼ ἂν μὲν οὕτως φέρῃ τὰ πράγματα, ὥστε μόνον ἢ μετʼ ὀλίγων διεξαγαγεῖν, ἡσυχίαν αὐτὸ κάλει καὶ χρῶ τῷ πράγματι, εἰς ὃ δεῖ· λάλει σεαυτῷ, γύμναζε τὰς φαντασίας, ἐξεργάζου τὰς προλήψεις. ἂν δʼ εἰς ὄχλον ἐμπέσῃς, ἀγῶνα αὐτὸ λέγε, πανήγυριν, ἑορτήν, συνεορτάζειν πειρῶ τοῖς ἀνθρώποις.

然而,如果世事的发展使你独处或仅与少数人共处,就称其为清静,并将其用于正道:与自己交谈,训练自己的表象,淬炼自己的前见。如果你陷入人群之中,就称其为竞赛、盛会、节日,尝试与人们一同庆祝吧。

§4.4.27

τί γάρ ἐστιν ἥδιον θέαμα τῷ φιλανθρώπῳ ἢ ἄνθρωποι πολλοί; ἵππων ἀγέλας ἢ βοῶν ἡδέως ὁρῶμεν, πλοῖα πολλὰ ὅταν ἴδωμεν, διαχεόμεθα· ἀνθρώπους πολλοὺς βλέπων τις ἀνιᾶται;

因为对于仁爱之人来说,还有什么景象比众多的人群更令人愉悦呢?我们乐于观赏成群的马或牛,当我们看见众多船只时便心旷神怡;难道有人看到众多的人反而会感到痛苦吗?

§4.4.28

ἀλλὰ κατακραυγάζουσί μου. οὐκοῦν ἡ ἀκοή σου ἐμποδίζεται. τί οὖν πρὸς σέ; μή τι καὶ δύναμις ἡ ταῖς φαντασίαις χρηστική; καὶ τίς σε κωλύει ὀρέξει καὶ ἐκκλίσει χρῆσθαι κατὰ φύσιν, ὁρμῇ καὶ ἀφορμῇ; ποῖος θόρυβος πρὸς τοῦτο ἱκανός;

“可是他们对我大喊大叫。” 那么,只是你的听觉受到了妨碍。这与你何干呢?难道运用表象的能力也受到了妨碍吗?又有谁能阻止你顺应自然地运用欲望与回避、冲动与拒斥呢?什么样的喧闹能做到这一点呢?

§4.4.29

σὺ μόνον μέμνησο τῶν καθολικῶν· τί ἐμόν, τί οὐκ ἐμόν; τί μοι δίδοται; τί θέλει με ποιεῖν ὁ θεὸς νῦν, τί οὐ θέλει;

你只要记住那些普遍原则: “什么是属于我的,什么是不属于我的?赐予我的是什么?神现在要我做什么,不要我做什么?”

§4.4.30

πρὸ ὀλίγου χρόνου ἤθελέν σε σχολάζειν, σαυτῷ λαλεῖν, γράφειν περὶ τούτων, ἀναγιγνώσκειν, ἀκούειν, παρασκευάζεσθαι· ἔσχες εἰς τοῦτο ἱκανὸν χρόνον. νῦν σοι λέγει ἐλθὲ ἤδη ἐπὶ τὸν ἀγῶνα, δεῖξον ἡμῖν, τί ἔμαθες, πῶς ἤθλησας. μέχρι τίνος γυμνασθήσῃ μόνος; ἤδη καιρὸς γνῶναί σε, πότερον τῶν ἀξιονίκων εἶ τις ἀθλητῶν ἢ ἐκείνων, οἳ τὴν οἰκουμένην περιέρχονται νικώμενοι.

不久之前,神希望你有闲暇,与自己交谈,就这些事写作,阅读,倾听,做好准备;你为此获得了充足的时间。现在祂对你说: “现在上场参赛吧,向我们展示你学到了什么,你是如何锻炼的。你还要独自训练到什么时候?现在正是你认清的时候了:你究竟是堪当胜利的运动员之一,还是那些在世界各地巡回落败之辈。”

§4.4.31

τί οὖν ἀγανακτεῖς; οὐδεὶς ἀγὼν δίχα θορύβου γίνεται. πολλοὺς δεῖ προγυμναστὰς εἶναι, πολλοὺς τοὺς ἐπικραυγάζοντας, πολλοὺς ἐπιστάτας, πολλοὺς θεατάς.

那么你为何愤愤不平?没有一场比赛是不带喧闹的。必定会有许多陪练者,许多呐喊助威者,许多督导,许多观众。

语法注3 条
  1. 4.4.17οὐκ ἂν ἠγανακτοῦμεν πρὸς τὰ ἀναγνώσματα ἐμποδιζόμενοι, ἀλλὰ τῷ τὰ ἔργα ἀποδιδόναι τὰ κατάλληλα ἠρκούμεθα καὶ ἠριθμοῦμεν ἂν

    此处是承接上一段落末尾由现在时祈愿语气构成的条件从句(εἰ δὲ τὰ Περὶ ὁρμῆς ... ἀναγιγνώσκοιμεν)的归结从句。归结句中使用了 ἄν 搭配直陈式未完成过去时(ἠγανακτοῦμεν, ἠρκούμεθα, ἠριθμοῦμεν ἄν),构成由祈愿假设转向现在与事实相反的混合条件句。其含义在于对照现实:正因人们并非为了实战而读书,才会在阅读受阻时心生怨愤;若真为了实践而读,便不会对中断感到愤慨。

  2. 4.4.24νῦν οὖν ἐμὲ ἐν τῷ θορύβῳ τούτῳ διεξάγειν.

    此处为省略了主句谓语动词的“宾格加不定式”结构(ἐμέ ... διεξάγειν)。它可以作为表达愤懑与抗议的“感叹不定式”(infinitivus indignantis)独立使用,也可以看作省略了非人称动词 δεῖ(即“难道我现在必须在喧闹中度日吗?”)。这一口语化句式生动再现了对话者对嘈杂环境的不满抱怨。

  3. 4.4.24τί λέγεις θορύβῳ;

    口语对话中的一种反问句式,直接承接对方前一句话(ἐν τῷ θορύβῳ)中的与格名词 θορύβῳ 并加以追问,意为“你说的‘喧闹’是什么意思?”。通过省去介词 ἐν 而保留与格形式,说话者精准抓住对方抱怨的核心词汇并对其真实含义提出质疑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.4.17-4.4.31