- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.4.1-4.4.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
指出不仅对权势财富的渴望会奴役人心,对清静与读书的执着同样如此,阐明读书的真正目的不在于文本本身,而在于现实生活中实践内心的平静与合乎理性的行动。
μέμνησο, ὅτι οὐ μόνον ἐπιθυμία ἀρχῆς καὶ πλούτου ταπεινοὺς ποιεῖ καὶ ἄλλοις ὑποτεταγμένους, ἀλλὰ καὶ ἡσυχίας καὶ σχολῆς καὶ ἀποδημίας καὶ φιλολογίας.1 ἁπλῶς γὰρ οἷον ἂν ᾖ τὸ ἐκτός, ἡ τιμὴ αὐτοῦ ὑποτάσσει ἄλλῳ.
要记住,不仅对官职和财富的渴望会使人卑微并屈服于他人,对清静、闲暇、远游以及治学的渴望同样如此。简而言之,外在事物无论是什么,只要赋予其价值,就会使人屈从于他人。
τί οὖν διαφέρει συγκλήτου ἐπιθυμεῖν ἢ τοῦ μὴ εἶναι συγκλητικόν; τί διαφέρει ἀρχῆς ἐπιθυμεῖν ἢ ἀναρχίας; τί διαφέρει λέγειν ὅτι κακῶς μοί ἐστιν, οὐδὲν ἔχω τί πράξω, ἀλλὰ τοῖς βιβλίοις προσδέδεμαι ὡς νεκρὸς ἢ λέγειν κακῶς μοί ἐστιν, οὐκ εὐσχολῶ ἀναγνῶναι;
那么,渴望进入元老院,与渴望不当元老院议员,又有什么分别?渴望官职与渴望不涉政柄,有什么分别?说“我真倒霉,我无所事事,却像死人一样被捆在书本上”,与说 “我真倒霉,我没有空闲去读书”,又有什么分别?
ὡς γὰρ ἀσπασμοὶ καὶ ἀρχὴ τῶν ἐκτός ἐστι καὶ ἀπροαιρέτων, οὕτως καὶ βιβλίον.
因为正如问候和官职属于外在的、非意志所能决定的事物一样,书籍也是如此。
ἢ τίνος ἕνεκα θέλεις ἀναγνῶναι; εἰπέ μοι. εἰ μὲν γὰρ ἐπʼ αὐτὸ καταστρέφεις τὸ ψυχαγωγηθῆναι ἢ μαθεῖν τι, ψυχρὸς εἶ καὶ ταλαίπωρος. εἰ δʼ ἐφʼ ὃ δεῖ ἀναφέρεις, τί τοῦτʼ ἔστιν ἄλλο ἢ εὔροια; εἰ δέ σοι τὸ ἀναγιγνώσκειν εὔροιαν μὴ περιποιῇ, τί ὄφελος αὐτοῦ;
或者,你究竟为了什么想要读书?告诉我吧。因为如果你把读书仅仅归结于消遣或学到点什么,你就是冷漠而可怜的。但如果你把它指向应当指向的目标,这除了顺遂的生活之外还能是什么?如果读书不能为你带来顺遂的生活,它又有什么用处?
— ἀλλὰ περιποιεῖ, φησίν, καὶ διὰ τοῦτο ἀγανακτῶ ὡς ἀπολειπόμενος αὐτοῦ. — καὶ τίς αὕτη ἡ εὔροια, ἣν ὁ τυχὼν ἐμποδίσαι δύναται, οὐ λέγω Καῖσαρ ἢ Καίσαρος φίλος, ἀλλὰ κόραξ, αὐλητής, πυρετός, ἄλλα τρισμύρια; ἡ δʼ εὔροια οὐδὲν οὕτως ἔχει ὡς τὸ διηνεκὲς καὶ ἀνεμπόδιστον.
——“但它确实带来了,”他说,“正因如此,当我被剥夺读书的机会时,我才感到愤愤不平。”——那么,这种任何碰巧走过的人都能加以阻碍的顺遂生活,又算是什么呢?且不说凯撒或凯撒的朋友,就是一只乌鸦、一个笛手、一场发烧,或是其他无数的事物都能阻碍它!而顺遂的生活莫过于具有持续性和不受阻碍的性质。
νῦν καλοῦμαι πράξων τι, ἄπειμι νῦν προσέξων τοῖς μέτροις ἃ δεῖ τηρεῖν, ὅτι αἰδημόνως, ὅτι ἀσφαλῶς, ὅτι δίχα ὀρέξεως καὶ ἐκκλίσεως τῆς πρὸς τὰ ἐκτός, καὶ λοιπὸν προσέχω τοῖς ἀνθρώποις, τίνα φασί, πῶς κινοῦνται, καὶ τοῦτο οὐ κακοήθως οὐδʼ ἵνα ἔχω ψέγειν ἢ καταγελῶ, ἀλλʼ ἐπʼ ἐμαυτὸν ἐπιστρέφω, εἰ ταὐτὰ κἀγὼ ἁμαρτάνω. πῶς οὖν παύσωμαι; τότε καὶ ἐγὼ ἡμάρτανον· νῦν δʼ οὐκέτι, χάρις τῷ θεῷ.
“现在我被召去行事了,我现在就去留意那些必须守护的尺度:要庄重,要沉着,不要对外在事物抱有欲望和回避;此外我留意众人,看他们说什么,怎么行动,但这并非出于恶意,也并非为了找借口去责备或讥嘲,而是反躬自省,看我自己是否也犯同样的过错。 那么我怎样才能止息呢?那时我也曾犯错;但如今不再犯了,感谢神。”
ἄγε, ταῦτα ποιήσας καὶ πρὸς τούτοις γενόμενος χεῖρον ἔργον πεποίηκας ἢ χιλίους στίχους ἀναγνοὺς ἢ γράψας ἄλλους τοσούτους; ὅταν γὰρ ἐσθίῃς, ἄχθῃ, ὅτι μὴ ἀναγιγνώσκεις; οὐκ ἀρκῇ τῷ καθʼ ἃ ἀνέγνωκας ἐσθίειν;
来吧,做了这些事并专注于此,难道你做的工作比读了一千行或另写了同样多行还要差吗?因为当你吃饭时,你会因为没有在读书而懊恼吗?难道你不能满足于按照你所读到的准则去进餐吗?
ὅταν λούῃ; ὅταν γυμνάζῃ; διὰ τί οὖν ἐπὶ πάντων οὐχ ὁμαλίζεις, καὶ ὅταν Καίσαρι προσίῃς καὶ ὅταν τῷ δεῖνι; εἰ τὸν ἀπαθῆ τηρεῖς, εἰ τὸν ἀκατάπληκτον, εἰ τὸν κατεσταλμένον, εἰ βλέπεις μᾶλλον τὰ γινόμενα ἢ βλέπῃ, εἰ μὴ φθονεῖς τοῖς προτιμωμένοις, εἰ μὴ ἐκπλήσσουσίν σε αἱ ὗλαι, τί σοι λείπει; βιβλία; πῶς ἢ ἐπὶ τί;
当你沐浴时呢?当你锻炼时呢?那么,为什么你在一切事上不保持一致,无论你走向凯撒还是走向某人时?如果你保全了自己无情欲的状态,保全了无惧的心理,保全了端庄沉着,如果你更多地去观察正在发生的事而不是在意自己被他人注视,如果你不嫉妒那些受到优待的人,如果不被外界的诸般质料所震慑,你还缺少什么呢?书籍吗?如何缺少,又为了何种目的需要书籍?
οὐχὶ γὰρ ἐπὶ τὸ βιοῦν παρασκευή τίς ἐστιν αὕτη; τὸ βιοῦν δʼ ἐξ ἄλλων τινῶν ἢ τούτων συμπληροῦται. οἷον ἂν εἰ ὁ ἀθλητὴς κλαίῃ εἰς τὸ στάδιον εἰσιών,2 ὅτι μὴ ἔξω γυμνάζεται.
难道读书不正是为了生活而做的一种准备吗?然而生活是由除这些之外的其他事物构成的。这就像一个运动员走进赛场时,却哭着抱怨自己不能在外面继续训练一样。
τούτων ἕνεκα ἐγυμνάζου, ἐπὶ τοῦτο οἱ ἁλτῆρες, ἡ ἁφή, οἱ νεανίσκοι. καὶ νῦν ἐκεῖνα ζητεῖς, ὅτε τοῦ ἔργου καιρός ἐστιν;
你此前正是为了这些实际战斗而训练的,那些哑铃、尘沙、年轻的陪练者全都是为了这一刻。而现在到了实战关头,你却反而去寻找那些训练吗?
οἷον εἰ ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου παρισταμένων φαντασιῶν τῶν μὲν καταληπτικῶν, τῶν δʼ ἀκαταλήπτων μὴ ταύτας διακρίνειν θέλοιμεν, ἀλλʼ ἀναγιγνώσκειν τὰ Περὶ καταλήψεως.
这就好比在表示同意的领域,当表象呈现出来,有些是认知性的,有些是非认知性的,我们却不想去辨析它们,反而想去读《论认知》那本书。
τί οὖν τὸ αἴτιον; ὅτι οὐδέποτε τούτου ἕνεκα ἀνέγνωμεν, οὐδέποτε τούτου ἕνεκα ἐγράψαμεν, ἵνʼ ἐπὶ τῶν ἔργων κατὰ φύσιν χρώμεθα ταῖς προσπιπτούσαις φαντασίαις, ἀλλʼ αὐτοῦ καταλήγομεν μαθεῖν, τί λέγεται,3 καὶ ἄλλῳ δύνασθαι ἐξηγήσασθαι, τὸν συλλογισμὸν ἀναλῦσαι καὶ τὸν ὑποθετικὸν ἐφοδεῦσαι.
那么原因是什么呢?因为我们读书写作从未是为了这个目的——即在实际行动中顺应自然地对待迎面而来的表象,而是恰恰停留在知晓书里说了什么、能够向别人阐释、分析三段论并推敲假言论证上。
διὰ τοῦτο ὅπου ἡ σπουδή, ἐκεῖ καὶ ὁ ἐμποδισμός. θέλεις τὰ μὴ ἐπὶ σοὶ ἐξ ἅπαντος; κωλύου τοίνυν, ἐμποδίζου, ἀποτύγχανε.
因此,热切的追求在哪里,阻碍也就在哪里。你执意要追求那些不取决于你的事物吗?那么你就受到拦阻、受到妨碍、遭遇挫败吧。
εἰ δὲ τὰ Περὶ ὁρμῆς τούτου ἕνεκα ἀναγιγνώσκοιμεν,4 οὐχ ἵνα ἴδωμεν, τί λέγεται περὶ ὁρμῆς, ἀλλʼ ἵνα ὁρμῶμεν· τὰ Περὶ ὀρέξεως δὲ καὶ ἐκκλίσεως, ἵνα μήποτʼ ὀρεγόμενοι ἀποτυγχάνωμεν μήτʼ ἐκκλίνοντες περιπίπτωμεν· τὰ Περὶ καθήκοντος δʼ, ἵνα μεμνημένοι τῶν σχέσεων μηδὲν ἀλογίστως μηδὲ παρʼ αὐτὰ ποιῶμεν·
但如果我们阅读《论冲动》是为了这个缘故——不是为了明白关于冲动说了些什么,而是为了使我们适当地行使冲动;阅读《论欲望与回避》,是为了让我们在追求时不致落空,在回避时不致陷入灾祸;阅读《论职责》,是为了铭记种种人际关系,不做任何不合情理之事,也不做任何违背这些关系之事——
- 4.4.1οὐ μόνον ἐπιθυμία ἀρχῆς καὶ πλούτου ταπεινοὺς ποιεῖ καὶ ἄλλοις ὑποτεταγμένους, ἀλλὰ καὶ ἡσυχίας καὶ σχολῆς καὶ ἀποδημίας καὶ φιλολογίας
οὐ μόνον... ἀλλὰ καί... 关联句式。单数主语 ἐπιθυμία 分别统辖两组作宾格性属格的名词(ἀρχῆς καὶ πλούτου 与 ἡσυχίας, σχολῆς, ἀποδημίας, φιλολογίας)。动词 ποιεῖ 带有省略的人称宾语,并后接两个宾语补足语(双重宾格)ταπεινοὺς 与 ὑποτεταγμένους。
- 4.4.11οἷον ἂν εἰ ὁ ἀθλητὴς κλαίῃ εἰς τὸ στάδιον εἰσιών
οἷον ἂν εἰ 是等同于 ὥσπερ ἂν εἰ 的习惯性比喻条件句结构,意为“正如……一样”。此处搭配虚拟语气 κλαίῃ,生动地比喻在实战降临时却依然恋栈于基础训练的荒谬行为。
- 4.4.14ἀλλʼ αὐτοῦ καταλήγομεν μαθεῖν, τί λέγεται
副词 αὐτοῦ 意为“就在彼处”或“停留于该阶段”,修饰动词 καταλήγομεν(止步、停滞)。不定词 μαθεῖν 补充说明停步的具体内容(“仅仅停留在获知书本说了什么”),表现出理论学习未转化为德性实践的停滞状态。
- 4.4.16εἰ δὲ τὰ Περὶ ὁρμῆς τούτου ἕνεκα ἀναγιγνώσκοιμεν
带有希求语气 ἀναγιγνώσκοιμεν 的条件从句。该句通过并列从句(τὰ Περὶ ὀρέξεως... τὰ Περὶ καθήκοντος...)不断延伸,至本节末尾尚未出现明确的归结分句,形成修辞上的歇止(aposiopesis),或作为引导下文论述的前提条件句。
