← 爱比克泰德

谈话录

§4.3.1-4.3.12

舍弃外物所得的德性与警惕理性的懈怠

爱比克泰德教导人们,在放弃外在事物时必须时刻谨记自己所换得的内在德性,切不可自以为遭受损失。他以舵手倾覆舟船为喻,指出理性的些微懈怠便足以使德性与自由毁于一旦,告诫人当服从神圣诫命而非世俗法律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.1

ἐκεῖνο πρόχειρον ἔχε, ὅταν τινὸς ἀπολείπῃ τῶν ἐκτός, τί ἀντʼ αὐτοῦ περιποιῇ· κἂν ᾖ πλείονος ἄξιον, μηδέποτʼ εἴπῃς ὅτι ἐζημίωμαι·

每当你放弃某种外在事物时,要把这一点备于手边:你换取了什么?如果它更有价值,就绝不要说: “我受了损失;”

§4.3.2

οὐδʼ ἂν ἀντὶ ὄνου ἵππον,1 οὐδʼ ἀντὶ προβάτου βοῦν, οὐδʼ ἀντὶ κέρματος πρᾶξιν καλήν, οὐδʼ ἀντὶ ψυχρολογίας ἡσυχίαν οἵαν δεῖ, οὐδʼ ἀντὶ αἰσχρολογίας αἰδῶ.

即使是以驴〔换得〕马,以羊〔换得〕牛,以微薄钱财〔换得〕高尚行为,以无聊废话〔换得〕合宜的宁静,以下流粗俗的话〔换得〕知耻,[也不要说自己受了损失]。

§4.3.3

τούτων μεμνημένος πανταχοῦ διασώσεις τὸ σαυτοῦ πρόσωπον οἷον ἔχειν σε δεῖ. εἰ δὲ μή, σκόπει, ὅτι ἀπόλλυνται οἱ χρόνοι εἰκῇ καὶ ὅσα νῦν προσέχεις σεαυτῷ, μέλλεις ἐκχεῖν ἅπαντα ταῦτα καὶ ἀνατρέπειν.

铭记这些,你在任何地方都能保全你应当具备的人格角色。否则,你当明白,时间正在徒然流逝,而你现在对自己所付出的所有专注,你都将全盘倾覆并弃绝干净。

§4.3.4

ὀλίγου δὲ χρεία ἐστὶ πρὸς τὴν ἀπώλειαν τὴν πάντων καὶ ἀνατροπήν, μικρᾶς ἀποστροφῆς τοῦ λόγου.

要倾覆和丧失这一切,只需极少的条件:理性的些微偏差而已。

§4.3.5

ἵνα ὁ κυβερνήτης ἀνατρέψῃ τὸ πλοῖον, οὐ χρείαν ἔχει τῆς αὐτῆς παρασκευῆς, ὅσης εἰς τὸ σῶσαι· ἀλλὰ μικρὸν πρὸς τὸν ἄνεμον ἂν ἐπιστρέψῃ, ἀπώλετο·2 κἂν μὴ αὐτὸς ἑκών, ὑποπαρενθυμηθῇ δʼ, ἀπώλετο.

舵手要颠覆船只,并不需要像拯救船只那样的大费周章;只要他把船稍稍迎风转向,船就覆灭了;即便并非他有意为之,只要稍微走神片刻,船就覆灭了。

§4.3.6

τοιοῦτόν ἐστί τι καὶ ἐνθάδε· μικρὸν ἂν ἀπονυστάξῃς, ἀπῆλθεν πάντα τὰ μέχρι νῦν συνειλεγμένα. πρόσεχε οὖν ταῖς φαντασίαις, ἐπαγρύπνει.

此处的情况也正与此相似:只要你稍稍打个瞌睡,迄今所积累的一切便化为乌有。因此,要留心表象,时刻保持警惕。

§4.3.7

οὐ γὰρ μικρὸν τὸ τηρούμενον, ἀλλʼ αἰδὼς καὶ πίστις καὶ εὐστάθεια, ἀπάθεια, ἀλυπία, ἀφοβία, ἀταραξία, ἁπλῶς ἐλευθερία.

因为所守护的绝非小事,而是羞耻心、信义、坚定、无情欲、无悲痛、无畏惧、平静,简而言之,就是自由。

§4.3.8

τίνων μέλλεις ταῦτα πωλεῖν; βλέπε, πόσου ἀξίων. — ἀλλʼ οὐ τεύξομαι τοιούτου τινὸς ἀντʼ αὐτοῦ. — βλέπε καὶ τυγχάνων πάλιν ἐκείνου, τί ἀντʼ αὐτοῦ λαμβάνεις.

你打算拿这些去换取什么?看一看它们值多少钱!——“但作为代价,我并不能得到任何那样的事物。”——再看看即便当你得到那样东西时,作为代价你所换得的是什么。

§4.3.9

ἐγὼ εὐκοσμίαν, ἐκεῖνος δημαρχίαν· ἐκεῖνος στρατηγίαν, ἐγὼ αἰδῶ. ἀλλʼ οὐ κραυγάζω, ὅπου ἀπρεπές· ἀλλʼ οὐκ ἀναστήσομαι, ὅπου μὴ δεῖ. ἐλεύθερος γάρ εἰμι καὶ φίλος τοῦ θεοῦ, ἵνʼ ἑκὼν πείθωμαι αὐτῷ.3

“我得到的是规矩端庄,他得到的是保民官职;他得到的是法务官职,我得到的是知耻。”然而,我不在不合时宜的地方呼喊;我不在不应当起立的地方站起。因为我是自由的人,是神的朋友,从而心甘情愿顺从于他。

§4.3.10

τῶν δʼ ἄλλων οὐδενὸς ἀντιποιεῖσθαί με δεῖ, οὐ σώματος, οὐ κτήσεως, οὐκ ἀρχῆς, οὐ φήμης, ἁπλῶς οὐδενός· οὐδὲ γὰρ ἐκεῖνος βούλεταί μʼ ἀντιποιεῖσθαι αὐτῶν. εἰ γὰρ ἤθελεν, ἀγαθὰ πεποιήκει αὐτὰ ἂν ἐμοί.4 νῦν δʼ οὐ πεποίηκεν· διὰ τοῦτο οὐδὲν δύναμαι παραβῆναι τῶν ἐντολῶν.

其余的一切,我都不该据为己有:无论是肉身、财产、官职、名声,简而言之任何事物都不行;因为神也并不希望我把它们据为己有。神若希望,本会使它们对我成为善好之物。但如今神并未如此;因此,我不可违背他的任何一条诫命。

§4.3.11

τήρει τὸ ἀγαθὸν τὸ σαυτοῦ ἐν παντί, τῶν δʼ ἄλλων κατὰ τὸ διδόμενον μέχρι τοῦ εὐλογιστεῖν ἐν αὐτοῖς, τούτῳ μόνῳ ἀρκούμενος. εἰ δὲ μή, δυστυχήσεις, ἀτυχήσεις, κωλυθήσῃ, ἐμποδισθήσῃ.

在一切事上守护你自身的善,而对其他事物,则在给定的限度内使用它们,只要在其中保持合乎理性的判断即可,仅以此为满足。否则,你必遭逢不幸、遭遇灾祸、受到阻碍、遭遇绊跌。

§4.3.12

οὗτοί εἰσιν οἱ ἐκεῖθεν ἀπεσταλμένοι νόμοι, ταῦτα τὰ διατάγματα· τούτων ἐξηγητὴν δεῖ γενέσθαι, τούτοις ὑποτεταγμένον, οὐ τοῖς Μασουρίου καὶ Κασσίου.

这些就是自彼处颁布的法律,这些就是敕令;人必须成为这些法律的阐释者,服从于这些法律,而不是马苏里乌斯与卡西乌斯的法律。

语法注4 条
  1. 4.3.2οὐδʼ ἂν ἀντὶ ὄνου ἵππον

    承接前句“绝不要说‘我受了损失’”(μηδέποτʼ εἴπῃς ὅτι ἐζημίωμαι)的省略结构。οὐδέ 后的 ἄν 承继了前文 κἄν(καὶ ἐάν)的假设语气,省略了诸如“获得”(περιποιήσῃ)以及主句动词,意为“即便以驴[换得]马[也不要这样说]”。此句连续列举以劣质之物(驴、羊、零钱等)换取更优之物(马、牛、高尚行为等)的对比。

  2. 4.3.5ἀπώλετο

    直陈式过去不定时(aorist),用于与未来/一般条件从句(ἂν ἐπιστρέψῃ)相对的归结主句中。这属于“戏剧性/瞬间性过去不定时”(dramatic/instantaneous aorist)或“格言式过去不定时”(gnomic aorist),生动且必然地突出了只要条件一旦发生,毁灭便立竿见影、无可挽回。紧随其后的 κἂν ... ὑποπαρενθυμηθῇ δʼ, ἀπώλετο 亦复用了相同的句法。

  3. 4.3.9ἵνʼ ἑκὼν πείθωμαι αὐτῷ

    由连词 ἵνα 引导并接现在时虚拟式(πείθωμαι)的从句。它既可作为标准的目的从句(“为了能够甘心乐意顺从于他”),亦可视为通用希腊语中 ἵνα 表示结果或规定性资格(“以至于/作为能够甘心乐意顺从他的人”)的用法。其核心在于表明,“自由且为神之友”的真谛与终极目的正是对神的自愿顺服。

  4. 4.3.10εἰ γὰρ ἤθελεν, ἀγαθὰ πεποιήκει αὐτὰ ἂν ἐμοί

    表示与过去事实相反的非真实条件句。条件从句(protasis)使用未完成过去时 ἤθελεν,归结从句(apodosis)则由 ἄν 搭配直陈式过去完成时 πεποιήκει(即 ἐπεποιήκει,ποιέω 的主动过去完成时第三人称单数去增音形式)。归结节中使用过去完成时,强调了一种非事实的已成状态:“若神当时有意如此,他早就已将它们造成于我而言是善好的了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.3.1-4.3.12