- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.2.1-4.2.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德告诫归向哲学之人,在与往昔故旧交往时切莫因留恋往日交情而自甘堕落,强调必须在道德长进与世俗讨好之间做出非此即彼的抉择。
τούτῳ τῷ τόπῳ πρὸ πάντων σε δεῖ προσέχειν, μή ποτε ἄρα τῶν προτέρων συνήθων ἢ φίλων ἀνακραθῇς τινι οὕτως, ὥστʼ εἰς τὰ αὐτὰ συγκαταβῆναι αὐτῷ· εἰ δὲ μή, ἀπολεῖς σεαυτόν.
对于这一点,你首要密切注意:切莫与过去的熟人或朋友中的任何人纠缠过深,以至于随他一同降格至相同的境地;否则,你将毁掉你自己。
ἂν δέ σʼ ὑποτρέχῃ ὅτι1 ἀδέξιος αὐτῷ φανοῦμαι καὶ οὐχ ὁμοίως ἕξει ὡς πρότερον, μέμνησο, ὅτι προῖκα οὐδὲν γίνεται οὐδʼ ἔστι δυνατὸν μὴ τὰ αὐτὰ ποιοῦντα τὸν αὐτὸν εἶναι τῷ ποτέ.2
如果心中潜生出这样的念头: “我在他看来将显得不近人情,他也不会再像从前那样对待我了,”请记住,没有任何事情是平白无故得来的,不做同样的事情,绝不可能依然是从前的自己。
ἑλοῦ οὖν πότερον θέλεις, ὁμοίως φιλεῖσθαι ὑφʼ ὧν πρότερον ὅμοιος ὢν τῷ πρότερον σεαυτῷ ἢ κρείσσων ὢν μὴ τυγχάνειν τῶν ἴσων.
因此,选择你想要的是哪一种吧:是像从前的自己一样,被从前爱戴你的人以同样的方式喜爱;还是变得更加卓越,却得不到昔日同等的对待。
εἰ γὰρ τοῦτο κρεῖσσον, αὐτόθεν ἀπόνευσον ἐπὶ τοῦτο μηδέ σε περισπάτωσαν οἱ ἕτεροι διαλογισμοί. οὐδεὶς γὰρ ἐπαμφοτερίζων δύναται προκόψαι, ἀλλʼ εἰ τοῦτο πάντων προκέκρικας, εἰ πρὸς τούτῳ μόνῳ θέλεις εἶναι, εἰ τοῦτο ἐκπονῆσαι, ἄφες ἅπαντα τἆλλα· εἰ δὲ μή, οὗτος ὁ ἐπαμφοτερισμὸς ἑκάτερόν σοι ποιήσει,3 οὔτε προκόψεις κατʼ ἀξίαν οὔτʼ ἐκείνων τεύξῃ, ὧν πρότερον ἐτύγχανες.
因为若是后者更好,就立即全身心地偏向于此,不要让其他的思量分散你的心神。因为脚踏两只船的人绝不可能有所进益;但若你已判定此事高于一切,若你只想专心于此并彻底磨砺此事,那就放下其余的一切吧;否则,这种两头兼顾的摇摆会使你两头落空,你既不能取得应有的长进,也无法获得从前所享有的那些东西。
πρότερον γὰρ εἰλικρινῶς ἐφιέμενος τῶν οὐδενὸς ἀξίων ἡδὺς ἦς τοῖς συνοῦσιν.
因为在从前,正由于你纯粹地追求那些毫无价值的外物,你对同伴而言才是讨人喜欢的。
οὐ δύνασαι δʼ ἐν ἀμφοτέρῳ τῷ εἴδει διενεγκεῖν· ἀλλʼ ἀνάγκη, καθόσον ἂν τοῦ ἑτέρου κοινωνῇς, ἀπολείπεσθαί σʼ ἐν θατέρῳ. οὐ δύνασαι μὴ πίνων μεθʼ ὧν ἔπινες ὁμοίως ἡδὺς αὐτοῖς φαίνεσθαι· ἑλοῦ οὖν, πότερον μεθυστὴς εἶναι θέλεις καὶ ἡδὺς ἐκείνοις ἢ νήφων ἀηδής. οὐ δύνασαι μὴ ᾁδων μεθʼ ὧν ᾖδες ὁμοίως φιλεῖσθαι ὑπʼ αὐτῶν· ἑλοῦ οὖν καὶ ἐνταῦθα, πότερον θέλεις.
你不可能在两种截然相反的生活方式中同时出众;毋宁说,你在多大程度上分享了其中一方,就必然在另一方有所欠缺。你不与曾一同饮酒的人痛饮,就不可能在他们眼中显得同样随和讨喜;因此,选择你是想做一个醉汉并受他们喜欢,还是做一个清醒而惹人厌烦的人吧。你不与曾一同唱歌的人合唱,就不可能同样受到他们的喜爱;因此,在此事上也选择你所想要的吧。
εἰ γὰρ κρεῖσσον τὸ αἰδήμονα εἶναι καὶ κόσμιον τοῦ εἰπεῖν τινα ἡδὺς ἄνθρωπος, ἄφες τὰ ἕτερα, ἀπόγνωθι, ἀποστράφηθι, μηδὲν σοὶ καὶ αὐτοῖς.4
因为如果保持廉耻与规矩,胜过听人称赞一声: “他是个随和的人,”那就舍弃另一面,放弃它,转身离开,与他们断绝往来。
εἰ δὲ μὴ ἀρέσει ταῦτα, ὅλος ἀπόκλινον ἐπὶ τἀναντία· γενοῦ εἷς τῶν κιναίδων, εἷς τῶν μοιχῶν καὶ ποίει τὰ ἑξῆς καὶ τεύξῃ ὧν θέλεις. καὶ ἀναπηδῶν ἐπικραύγαζε τῷ ὀρχηστῇ.
若是这些不合你的心意,那就彻底倒向相反的一面吧:去沦为沉溺声色之徒,沦为奸夫,去做随之而来的勾当,你便能得到你所求之物;蹦跳起来为舞者大声喝彩吧。
διάφορα δʼ οὕτως πρόσωπα οὐ μίγνυται· οὐ δύνασαι καὶ Θερσίτην ὑποκρίνασθαι καὶ Ἀγαμέμνονα. ἂν Θερσίτης εἶναι θέλῃς, κυρτόν σε εἶναι δεῖ, φαλακρόν· ἂν Ἀγαμέμνων, μέγαν καὶ καλὸν καὶ τοὺς ὑποτεταγμένους φιλοῦντα.
然而,如此悬殊的角色是无法糅杂在一起的:你不可能同时扮演忒耳西忒斯与阿伽门农。如果你想做忒耳西忒斯,你就必须驼背且秃顶;如果你想做阿伽门农,就必须身材伟岸、相貌堂堂,并且仁爱部属。
- 4.2.2ἂν δέ σʼ ὑποτρέχῃ ὅτι
动词 ὑποτρέχω 在此指某种念头或疑虑潜入心头。宾格代词 σʼ 作该动词的受词,后续的 ὅτι 从句充当主语。
- 4.2.2οὐδʼ ἔστι δυνατὸν μὴ τὰ αὐτὰ ποιοῦντα τὸν αὐτὸν εἶναι τῷ ποτέ
在“宾格+不定式”结构中,表示条件的否定分词 μὴ τὰ αὐτὰ ποιοῦντα 与表语 τὸν αὐτόν 一致作宾格,其逻辑主语为泛指之人。τῷ ποτέ 是由 τὸν αὐτόν 所要求的表示同一/关联的与格,意为“与往昔的自己”。
- 4.2.5οὗτος ὁ ἐπαμφοτερισμὸς ἑκάτερόν σοι ποιήσει
字面意为“这种摇摆不定将为你带来两方面”。后文的并列否定从句(οὔτε... οὔτε...)对此做出了解释,意指由于两头兼顾而最终导致两头落空、双双受挫。
- 4.2.8μηδὲν σοὶ καὶ αὐτοῖς
省略了命令/祈愿动词(如 ἔστω)的固定句式,意为“你与他们当无任何瓜葛”。与格 σοὶ 和 αὐτοῖς 联合表示两者之间互不相干。
