- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:4.1.161-4.1.177
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德赞颂了苏格拉底无惧死亡、坚守德性尊严的自由典范,指出真正的自由不在于满足欲望,而在于根除欲望自身。
καὶ τί αὐτῷ διέφερεν; ἄλλο γάρ τι σῴζειν ἤθελεν· οὐ τὸ σαρκίδιον, ἀλλὰ τὸν πιστόν, τὸν αἰδήμονα.1
而这对他又有什么关系呢?因为他想要保全的是另一回事:不是他那微不足道的肉身,而是忠义之人与廉耻之人。
ταῦτα ἀπαρεγχείρητα, ἀνυπότακτα. εἶθʼ ὅτʼ ἀπολογεῖσθαι ἔδει ὑπὲρ τοῦ ζῆν, μή τι ὡς τέκνα ἔχων ἀναστρέφεται, μή τι ὡς γυναῖκα; ἀλλʼ ὡς μόνος. τί δʼ, ὅτε πιεῖν ἔδει τὸ φάρμακον, πῶς ἀναστρέφεται;
这些东西是不可侵犯的,是不可屈服的。那么,当需要为了活命而进行自辩时,他的举止难道像是有子女的人吗?难道像是有妻子的人吗?不,他的举止宛如独身一人。再者,当必须饮下毒药之时,他的举止又是怎样的?
δυνάμενος διασωθῆναι καὶ τοῦ Κρίτωνος αὐτῷ λέγοντος ὅτι ἔξελθε διὰ τὰ παιδία τί λέγει; ἕρμαιον ἡγεῖτο αὐτό; πόθεν; ἀλλὰ τὸ εὔσχημον σκοπεῖ, τἆλλα δʼ οὐδʼ ὁρᾷ, οὐδʼ ἐπιλογίζεται. οὐ γὰρ ἤθελεν, φησίν, σῶσαι τὸ σωμάτιον, ἀλλʼ ἐκεῖνο, ὃ τῷ δικαίῳ μὲν αὔξεται καὶ σῴζεται, τῷ δʼ ἀδίκῳ μειοῦται καὶ ἀπόλλυται.
当他原本能够脱身自保,而克力同对他说: “为了孩子们,出来吧,”他是怎么说的?他把这看作天降横财吗?哪里会!他注视的是合宜与体面,其余的事情他甚至看都不看,也不加以盘算。“因为,”某人说,“他所愿保全的不是那副肉体,而是藉由正义而成长并得以保全、藉由不义而衰减并归于毁灭的那一部分。”
Σωκράτης δʼ αἰσχρῶς οὐ σῴζεται, ὁ μὴ ἐπιψηφίσας Ἀθηναίων κελευόντων, ὁ τοὺς τυράννους ὑπεριδών, ὁ τοιαῦτα περὶ ἀρετῆς καὶ καλοκἀγαθίας διαλεγόμενος·
雅典人发令时拒绝付诸表决的他,藐视僭主们的他,对美德与善美高谈阔论的他——苏格拉底是绝不会以可耻的方式苟全性命的。
τοῦτον οὐκ ἔστι σῶσαι αἰσχρῶς, ἀλλʼ ἀποθνῄσκων σῴζεται, οὐ φεύγων. καὶ γὰρ ὁ ἀγαθὸς ὑποκριτὴς παυόμενος ὅτε δεῖ σῴζεται μᾶλλον ἢ ὑποκρινόμενος παρὰ καιρόν.
这样的人不可能以可耻的方式获救,相反,他是藉由赴死而非逃跑来保全自身。因为一位优秀的演员,在应当退场时止步,比起不合时宜地继续演出,更能成就自己。
τί οὖν ποιήσει τὰ παιδία; εἰ μὲν εἰς Θετταλίαν ἀπῄειν, ἐπεμελήθητε αὐτῶν· εἰς Ἅιδου δέ μου ἀποδημήσαντος οὐδεὶς ἔσται ὁ ἐπιμελησόμενος; ὅρα, πῶς ὑποκορίζεται καὶ σκώπτει τὸν θάνατον.
“那么孩子们该怎么办呢?” “如果我前往忒萨利亚,你们会照看他们;而当我移居哈得斯,难道就没有人来照看了吗?” 你看,他是如何轻描淡写地嘲弄死亡的。
εἰ δʼ ἐγὼ καὶ σὺ ἦμεν, εὐθὺς ἂν καταφιλοσοφήσαντες ὅτι τοὺς ἀδικοῦντας δεῖ τοῖς ἴσοις ἀμύνεσθαι καὶ προσθέντες ὅτι ὄφελος ἔσομαι πολλοῖς ἀνθρώποις σωθείς, ἀποθανὼν δʼ οὐδενί, εἰ ἄρʼ ἔδει διὰ τρώγλης ἐκδύντας, ἐξήλθομεν ἄν.
但若是你和我,定会立刻搬出哲学论调: “应当以对等的手段回击行不义者,”并且补充道: “若是保全性命,我将造福许多人;若是死去,则对任何人无益;”哪怕需要钻洞潜逃,我们也早就跑出去了。
καὶ πῶς ἂν ὠφελήσαμέν τινα; ποῦ γὰρ ἂν ἔτι ἔμενον ἐκεῖνοι; ἢ οἳ ὄντες ἦμεν ὠφέλιμοι,2 οὐχὶ πολὺ μᾶλλον ἀποθανόντες ἂν ὅτε ἔδει καὶ ὡς ἔδει ὠφελήσαμεν ἀνθρώπους;
可我们又能造福谁呢?因为从前那样的我们,又何在呢?或者退一步讲,即便像原来那样的我们是有益的,难道我们在应当且以当有之态赴死时,不是能够大得远胜地造福于人类吗?
καὶ νῦν Σωκράτους ἀποθανόντος οὐθὲν ἧττον ἢ καὶ πλεῖον ὠφέλιμός ἐστιν ἀνθρώποις ἡ μνήμη ὧν ἔτι ζῶν ἔπραξεν ἢ εἶπεν.
如今即便苏格拉底已死,他生前所行与所言的记忆,对人类的益处绝不下于当年,甚至犹有过之。
ταῦτα μελέτα, ταῦτα τὰ δόγματα, τούτους τοὺς λόγους, εἰς ταῦτα ἀφόρα τὰ παραδείγματα, εἰ θέλεις ἐλεύθερος εἶναι, εἰ ἐπιθυμεῖς κατʼ ἀξίαν τοῦ πράγματος.
如果你想成为自由人,如果你按照这件事情的真正价值去渴望它,你就应当研习这些、研习这些信条、这些道理,注视这些榜样。
καὶ τί θαυμαστόν, εἰ τηλικοῦτο πρᾶγμα τοσούτων καὶ τηλικούτων ὠνῇ; ὑπὲρ τῆς νομιζομένης ἐλευθερίας ταύτης οἱ μὲν ἀπάγχονται, οἱ δὲ κατακρημνίζουσιν αὑτούς, ἔστι δʼ ὅτε καὶ πόλεις ὅλαι ἀπώλοντο· ὑπὲρ τῆς ἀληθινῆς καὶ ἀνεπιβουλεύτου καὶ ἀσφαλοῦς ἐλευθερίας ἀπαιτοῦντι τῷ θεῷ ἃ δέδωκεν οὐκ ἐκστήσῃ; οὐχ, ὡς Πλάτων λέγει, μελετήσεις οὐχὶ ἀποθνῄσκειν μόνον, ἀλλὰ καὶ στρεβλοῦσθαι καὶ φεύγειν καὶ δέρεσθαι καὶ πάνθʼ ἁπλῶς ἀποδιδόναι τἀλλότρια;
如果以如此繁多且重大的代价换取如此崇高的事物,又何足为奇?为了世人所认为的这种自由,有人自缢,有人投崖,有时整座整座的城邦甚至归于毁灭;那么,为了真实、不可动摇且稳固的自由,当神索回他所赐予的事物时,你难道不愿交出吗?难道你不会如柏拉图所言,不仅研习赴死,而且研习遭受拷打、流放、剥皮,以及简而言之,交还一切属于外物的东西吗?
ἔσει τοίνυν δοῦλος3 ἐν δούλοις, κἂν μυριάκις ὑπατεύσῃς, κἂν εἰς τὸ παλάτιον ἀναβῇς, οὐδὲν ἧττον· καὶ αἰσθήσει, ὅτι παράδοξα μὲν ἴσως φασὶν οἱ φιλόσοφοι, καθάπερ καὶ ὁ Κλεάνθης ἔλεγεν, οὐ μὴν παράλογα.
否则,你将始终是奴隶中的奴隶,哪怕你当上一万次执政官,哪怕你登上皇宫,也没有丝毫分别。并且你将发觉,正如克勒安忒斯所说,哲学家们的话或许看似离经叛道,却绝非不合情理。
ἔργῳ γὰρ εἴσῃ, ὅτι ἀληθῆ ἐστι καὶ τούτων τῶν θαυμαζομένων καὶ σπουδαζομένων ὄφελος οὐδέν ἐστι τοῖς τυχοῦσι· τοῖς δὲ μηδέπω τετευχόσι φαντασία γίνεται, ὅτι παραγενομένων αὐτῶν ἅπαντα παρέσται αὐτοῖς τὰ ἀγαθά· εἶθʼ ὅταν παραγένηται, τὸ καῦμα ἴσον, ὁ ῥιπτασμὸς ὁ αὐτός, ἡ ἄση, ἡ τῶν οὐ παρόντων ἐπιθυμία.
因为你将从事实中得知,这一切都是真实的,那些备受赞美与热切追求的外物对得到它们的人毫无裨益;而对尚未得到它们的人来说,便会产生幻象,以为一旦得到,所有的善好都会随之而来;可一旦得到,内心的燥热一如既往,辗转反侧一如既往,厌烦与对未得之物的渴求也一如既往。
οὐ γὰρ ἐκπληρώσει τῶν ἐπιθυμουμένων ἐλευθερία παρασκευάζεται, ἀλλὰ ἀνασκευῇ τῆς ἐπιθυμίας.
因为自由并非藉由填满所求之物而获得,而是藉由根除欲望而成就。
καὶ ἵνʼ εἰδῇς, ὅτι ἀληθῆ ταῦτά ἐστιν, ὡς ἐκείνων ἕνεκα πεπόνηκας, οὕτως καὶ ἐπὶ ταῦτα μετάθες τὸν πόνον· ἀγρύπνησον ἕνεκα τοῦ δόγμα περιποιήσασθαι ἐλευθεροποιόν, θεράπευσον ἀντὶ γέροντος πλουσίου φιλόσοφον, περὶ θύρας ὄφθητι τὰς τούτου· οὐκ ἀσχημονήσεις ὀφθείς, οὐκ ἀπελεύσῃ κενὸς οὐδʼ ἀκερδής, ἂν ὡς δεῖ προσέλθῃς. εἰ δὲ μή, πείρασόν γʼ· οὐκ ἔστιν αἰσχρὰ ἡ πεῖρα.
为了让你明白这些道理皆属真实,正如你曾为了那些外物劳碌奔波,也把这番辛劳转移到这些事上吧:为了获得能使人自由的信条而彻夜不眠吧;去奉承一位哲学家,而非富有的老人;常在他门前现身吧。被人在那里看见并不丢脸;只要你以当行之法前去请教,就绝不会空手而归、一无所得。即便不然,也至少尝试一番吧:这种尝试决非可耻之事。
- 4.1.161τὸν πιστόν, τὸν αἰδήμονα
带定冠词的阳性单数宾格形容词用作名词,指代苏格拉底所欲保全的真正道德自我(忠信之人、廉耻之人),与前文指代肉身的中性指小词 τὸ σαρκίδιον 形成性和词汇上的对比。
- 4.1.168οἳ ὄντες ἦμεν ὠφέλιμοι
关系代词 οἵ 与分词 ὄντες 构成表语性搭配,带有让步或假设意味(“即便作为原本那样的我们是有益的”),与后文反事实假设的主句 ὠφελήσαμεν ἄν 形成鲜明对照。
- 4.1.173ἔσει τοίνυν δοῦλος
推论连词 τοίνυν 引出由前文一连串反问(若不肯归还神之所赐、不研习赴死)所导致的逻辑必然结果,暗含假设条件:“如果不这样做,那么你将成为……”。
